§105ΣΩ. λεκτέον ἂν εἴη.
ソクラテス:話さねばなるまい。
χαλεπὸν μὲν οὖν πρὸς ἄνδρα οὐχ ἥττονα ἐραστῶν προσφέρεσθαι ἐραστῇ, ὅμως δὲ τολμητέον φράσαι τὴν ἐμὴν διάνοιαν.
恋人たちに引けを取らない男に対して、恋人として近づくことは難しいことだが、それでも私の考えを思い切って語らねばならない。
ἐγὼ γάρ, ὦ Ἀλκιβιάδη, εἰ μέν σε ἑώρων ἃ νυνδὴ διῆλθον ἀγαπῶντα καὶ οἰόμενον δεῖν ἐν τούτοις καταβιῶναι, πάλαι ἂν ἀπηλλάγμην τοῦ ἔρωτος, ὥς γε δὴ ἐμαυτὸν πείθω·
というのも、アルキビアデスよ、もし私が、君が今しがた私が説明したことに満足し、それらの中で生涯を終えるべきだと思っているのを見ていたなら、私はとっくにこの恋を諦めていただろう、少なくとも私自身がそう確信している限りでは。
νῦν δʼ ἕτερʼ αὖ κατηγορήσω διανοήματα σὰ πρὸς αὐτὸν σέ, ᾧ καὶ γνώσῃ ὅτι προσέχων γέ σοι τὸν νοῦν διατετέλεκα.
しかし今は、君自身に対して、君の別の考えを指摘しよう。 それによって君は、私が君にずっと心を留めてきたことを知るだろう。
δοκεῖς γάρ μοι, εἴ τίς σοι εἴποι θεῶν·
というのも、もし神々の一人が君にこう言ったとしたら、君はそうすると思われるからだ。
ὦ Ἀλκιβιάδη, πότερον βούλει ζῆν ἔχων ἃ νῦν ἔχεις, ἢ αὐτίκα τεθνάναι εἰ μή σοι ἐξέσται μείζω κτήσασθαι; δοκεῖς ἄν μοι ἑλέσθαι τεθνάναι·
「アルキビアデスよ、君は今持っているものを持って生きることを望むか、それとも、より大きなものを手に入れることが許されないならば、直ちに死ぬことを望むか」君は死ぬことを選ぶだろうと私には思われる。
ἀλλὰ νῦν ἐπὶ τίνι δή ποτε ἐλπίδι ζῇς, ἐγὼ φράσω.
しかし今、君がいったいどのような希望を抱いて生きているのか、私が語ろう。
ἡγῇ, ἐὰν θᾶττον εἰς τὸν Ἀθηναίων δῆμον παρέλθῃς—τοῦτο δʼ ἔσεσθαι μάλα ὀλίγων ἡμερῶν— παρελθὼν οὖν ἐνδείξεσθαι Ἀθηναίοις ὅτι ἄξιος εἶ τιμᾶσθαι ὡς οὔτε Περικλῆς οὔτʼ ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων, καὶ τοῦτʼ ἐνδειξάμενος μέγιστον δυνήσεσθαι ἐν τῇ πόλει, ἐὰν δʼ ἐνθάδε μέγιστος ᾖς, καὶ ἐν τοῖς ἄλλοις Ἕλλησι, καὶ οὐ μόνον ἐν Ἕλλησιν, ἀλλὰ καὶ ἐν τοῖς βαρβάροις, ὅσοι ἐν τῇ αὐτῇ ἡμῖν οἰκοῦσιν ἠπείρῳ.
君は次のように考えている。 君がアテナイの民衆の前に進み出ればすぐに――そしてこれはごく数日中に起こるだろうが――進み出た暁には、アテナイ人たちに対して、自分がペリクレスやこれまでに現れた他の誰よりも尊重されるに値することを示すつもりであり、それを示した上で、この都市で最大の権力を持つようになるだろうと。 そして、もしここで最大になれば、他のギリシア人の間でも、またギリシア人だけでなく、私たちと同じ大陸に住むすべての野蛮人の間でも最大になるだろうと。
καὶ εἰ αὖ σοι εἴποι ὁ αὐτὸς οὗτος θεὸς ὅτι αὐτοῦ σε δεῖ δυναστεύειν ἐν τῇ Εὐρώπῃ, διαβῆναι δὲ εἰς τὴν Ἀσίαν οὐκ ἐξέσται σοι οὐδὲ ἐπιθέσθαι τοῖς ἐκεῖ πράγμασιν, οὐκ ἂν αὖ μοι δοκεῖς ἐθέλειν οὐδʼ ἐπὶ τούτοις μόνοις ζῆν, εἰ μὴ ἐμπλήσεις τοῦ σοῦ ὀνόματος καὶ τῆς σῆς δυνάμεως πάντας ὡς ἔπος εἰπεῖν ἀνθρώπους·
そしてまた、もしこれと同じ神が君に、君はここヨーロッパで支配せねばならず、アジアへ渡ることや、向こうの出来事に手を出すことは許されないと言ったとしたら、君はやはり、いわばすべての人々を君の名と君の力で満たすのでなければ、そうした条件だけで生きることを望まないと思われる。
καὶ οἶμαί σε πλὴν Κύρου καὶ Ξέρξου ἡγεῖσθαι οὐδένα ἄξιον λόγου γεγονέναι.
そして、君はキュロスとクセルクセスを除いては、誰も語るに値する存在になった者はいないと考えていると私は思う。
ὅτι μὲν οὖν ἔχεις ταύτην τὴν ἐλπίδα, εὖ οἶδα καὶ οὐκ εἰκάζω.
君がこの希望を抱いていることは、私はよく知っており、憶測しているのではない。
ἴσως ἂν οὖν εἴποις, ἅτε εἰδὼς ὅτι ἀληθῆ λέγω,
τί δὴ οὖν, ὦ Σώκρατες, τοῦτʼ ἐστί σοι πρὸς >λόγον; ἐγὼ δὲ σοί γε ἐρῶ, ὦ φίλε παῖ Κλεινίου καὶ Δεινομάχης.
だから、私が真実を言っていると知っている君は、おそらくこう言うだろう。 「では、ソクラテスよ、それが君の >指針にどう関係するのだ」そこで私は君に答えよう、クレイニアスとデイノマケの愛する息子よ。
τούτων γάρ σοι ἁπάντων τῶν διανοημάτων τέλος ἐπιτεθῆναι ἄνευ ἐμοῦ ἀδύνατον·
というのも、これらすべての君の考えに成就がもたらされることは、私なしには不可能だからだ。
τοσαύτην ἐγὼ δύναμιν οἶμαι ἔχειν εἰς τὰ σὰ πράγματα καὶ εἰς σέ, διὸ δὴ καὶ πάλαι οἴομαί με τὸν θεὸν οὐκ ἐᾶν διαλέγεσθαί σοι, ὃν ἐγὼ περιέμενον ὁπηνίκα ἐάσει.
私は、君の事柄と君自身に対して、それほど大きな力を持っていると思っている。 まさにそれゆえに、神は長い間、私が君と対話することを許さなかったのだと私は思っており、私は神がいつ許してくれるかを待ち望んでいたのだ。
ὥσπερ γὰρ σὺ ἐλπίδας ἔχεις ἐν τῇ πόλει ἐνδείξασθαι ὅτι αὐτῇ παντὸς ἄξιος εἶ, ἐνδειξάμενος δὲ οὐδὲν ὅτι οὐ παραυτίκα δυνήσεσθαι, οὕτω κἀγὼ παρὰ σοὶ ἐλπίζω μέγιστον δυνήσεσθαι ἐνδειξάμενος ὅτι παντὸς ἄξιός εἰμί σοι καὶ οὔτε ἐπίτροπος οὔτε συγγενὴς οὔτʼ ἄλλος οὐδεὶς ἱκανὸς παραδοῦναι τὴν δύναμιν ἧς ἐπιθυμεῖς πλὴν ἐμοῦ, μετὰ τοῦ θεοῦ μέντοι.
というのも、君が、自分がこの都市に対してあらゆる価値があることを示し、それを示したなら、すぐに支配するようになるだろうという希望を抱いているように、私もまた、私が君に対してあらゆる価値があることを示し、君の後見人も親族も他の誰も、君が望む力を与えることはできず、神の助けを得た私だけがそれをなしうると示すことによって、君のそばで最大の力を持つようになることを希望しているからだ。
νεωτέρῳ μὲν οὖν ὄντι σοι καὶ πρὶν τοσαύτης ἐλπίδος γέμειν, ὡς ἐμοὶ δοκεῖ, οὐκ εἴα ὁ θεὸς διαλέγεσθαι, ἵνα μὴ μάτην διαλεγοίμην.
だから、君がまだもっと若く、私に思われるところでは、これほどの希望に満ちていなかった以前には、私が無駄に対話することにならないように、神は対話を許さなかった。
νῦν δʼ ἐφῆκεν·
しかし今は許可された。
νῦν γὰρ ἄν μου ἀκούσαις.
今なら、君は私の言葉を聞いてくれるだろうから。