- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:105
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ソクラテスは、アルキビアデスが既存の条件に満足せず世界を支配する野望を抱いていることを見抜き、自分だけがその野望を叶える助けとなり得るため、神がようやく対話を許したのだと語る。
ΣΩ. λεκτέον ἂν εἴη. χαλεπὸν μὲν οὖν πρὸς ἄνδρα οὐχ ἥττονα ἐραστῶν προσφέρεσθαι ἐραστῇ,1 ὅμως δὲ τολμητέον φράσαι τὴν ἐμὴν διάνοιαν. ἐγὼ γάρ, ὦ Ἀλκιβιάδη, εἰ μέν σε ἑώρων ἃ νυνδὴ διῆλθον ἀγαπῶντα καὶ οἰόμενον δεῖν ἐν τούτοις καταβιῶναι, πάλαι ἂν ἀπηλλάγμην τοῦ ἔρωτος, ὥς γε δὴ ἐμαυτὸν πείθω· νῦν δʼ ἕτερʼ αὖ κατηγορήσω διανοήματα σὰ πρὸς αὐτὸν σέ, ᾧ καὶ γνώσῃ ὅτι προσέχων γέ σοι τὸν νοῦν διατετέλεκα. δοκεῖς γάρ μοι, εἴ τίς σοι εἴποι θεῶν· ὦ Ἀλκιβιάδη, πότερον βούλει ζῆν ἔχων ἃ νῦν ἔχεις, ἢ αὐτίκα τεθνάναι εἰ μή σοι ἐξέσται μείζω κτήσασθαι; δοκεῖς ἄν μοι ἑλέσθαι2 τεθνάναι· ἀλλὰ νῦν ἐπὶ τίνι δή ποτε ἐλπίδι ζῇς, ἐγὼ φράσω. ἡγῇ, ἐὰν θᾶττον εἰς τὸν Ἀθηναίων δῆμον παρέλθῃς—τοῦτο δʼ ἔσεσθαι μάλα ὀλίγων ἡμερῶν3— παρελθὼν οὖν ἐνδείξεσθαι Ἀθηναίοις ὅτι ἄξιος εἶ τιμᾶσθαι ὡς οὔτε Περικλῆς οὔτʼ ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων, καὶ τοῦτʼ ἐνδειξάμενος μέγιστον δυνήσεσθαι ἐν τῇ πόλει, ἐὰν δʼ ἐνθάδε μέγιστος ᾖς, καὶ ἐν τοῖς ἄλλοις Ἕλλησι, καὶ οὐ μόνον ἐν Ἕλλησιν, ἀλλὰ καὶ ἐν τοῖς βαρβάροις, ὅσοι ἐν τῇ αὐτῇ ἡμῖν οἰκοῦσιν ἠπείρῳ. καὶ εἰ αὖ σοι εἴποι ὁ αὐτὸς οὗτος θεὸς ὅτι αὐτοῦ σε δεῖ δυναστεύειν ἐν τῇ Εὐρώπῃ, διαβῆναι δὲ εἰς τὴν Ἀσίαν οὐκ ἐξέσται σοι οὐδὲ ἐπιθέσθαι τοῖς ἐκεῖ πράγμασιν, οὐκ ἂν αὖ μοι δοκεῖς ἐθέλειν οὐδʼ ἐπὶ τούτοις μόνοις ζῆν, εἰ μὴ ἐμπλήσεις τοῦ σοῦ ὀνόματος καὶ τῆς σῆς δυνάμεως πάντας ὡς ἔπος εἰπεῖν ἀνθρώπους· καὶ οἶμαί σε πλὴν Κύρου καὶ Ξέρξου ἡγεῖσθαι οὐδένα ἄξιον λόγου γεγονέναι. ὅτι μὲν οὖν ἔχεις ταύτην τὴν ἐλπίδα, εὖ οἶδα καὶ οὐκ εἰκάζω. ἴσως ἂν οὖν εἴποις, ἅτε εἰδὼς ὅτι ἀληθῆ λέγω, τί δὴ οὖν, ὦ Σώκρατες, τοῦτʼ ἐστί σοι πρὸς >λόγον; ἐγὼ δὲ σοί γε ἐρῶ, ὦ φίλε παῖ Κλεινίου καὶ Δεινομάχης. τούτων γάρ σοι ἁπάντων τῶν διανοημάτων τέλος ἐπιτεθῆναι ἄνευ ἐμοῦ ἀδύνατον· τοσαύτην ἐγὼ δύναμιν οἶμαι ἔχειν εἰς τὰ σὰ πράγματα καὶ εἰς σέ, διὸ δὴ καὶ πάλαι οἴομαί με τὸν θεὸν οὐκ ἐᾶν διαλέγεσθαί σοι, ὃν ἐγὼ περιέμενον ὁπηνίκα ἐάσει. ὥσπερ γὰρ σὺ ἐλπίδας ἔχεις ἐν τῇ πόλει ἐνδείξασθαι ὅτι αὐτῇ παντὸς ἄξιος εἶ, ἐνδειξάμενος δὲ οὐδὲν ὅτι οὐ παραυτίκα δυνήσεσθαι,4 οὕτω κἀγὼ παρὰ σοὶ ἐλπίζω μέγιστον δυνήσεσθαι ἐνδειξάμενος ὅτι παντὸς ἄξιός εἰμί σοι καὶ οὔτε ἐπίτροπος οὔτε συγγενὴς οὔτʼ ἄλλος οὐδεὶς ἱκανὸς παραδοῦναι τὴν δύναμιν ἧς ἐπιθυμεῖς πλὴν ἐμοῦ, μετὰ τοῦ θεοῦ μέντοι. νεωτέρῳ μὲν οὖν ὄντι σοι καὶ πρὶν τοσαύτης ἐλπίδος γέμειν, ὡς ἐμοὶ δοκεῖ, οὐκ εἴα ὁ θεὸς διαλέγεσθαι, ἵνα μὴ μάτην διαλεγοίμην. νῦν δʼ ἐφῆκεν· νῦν γὰρ ἄν μου ἀκούσαις.
ソクラテス:話さねばなるまい。恋人たちに引けを取らない男に対して、恋人として近づくことは難しいことだが、それでも私の考えを思い切って語らねばならない。というのも、アルキビアデスよ、もし私が、君が今しがた私が説明したことに満足し、それらの中で生涯を終えるべきだと思っているのを見ていたなら、私はとっくにこの恋を諦めていただろう、少なくとも私自身がそう確信している限りでは。しかし今は、君自身に対して、君の別の考えを指摘しよう。それによって君は、私が君にずっと心を留めてきたことを知るだろう。というのも、もし神々の一人が君にこう言ったとしたら、君はそうすると思われるからだ。「アルキビアデスよ、君は今持っているものを持って生きることを望むか、それとも、より大きなものを手に入れることが許されないならば、直ちに死ぬことを望むか」君は死ぬことを選ぶだろうと私には思われる。しかし今、君がいったいどのような希望を抱いて生きているのか、私が語ろう。君は次のように考えている。君がアテナイの民衆の前に進み出ればすぐに――そしてこれはごく数日中に起こるだろうが――進み出た暁には、アテナイ人たちに対して、自分がペリクレスやこれまでに現れた他の誰よりも尊重されるに値することを示すつもりであり、それを示した上で、この都市で最大の権力を持つようになるだろうと。そして、もしここで最大になれば、他のギリシア人の間でも、またギリシア人だけでなく、私たちと同じ大陸に住むすべての野蛮人の間でも最大になるだろうと。そしてまた、もしこれと同じ神が君に、君はここヨーロッパで支配せねばならず、アジアへ渡ることや、向こうの出来事に手を出すことは許されないと言ったとしたら、君はやはり、いわばすべての人々を君の名と君の力で満たすのでなければ、そうした条件だけで生きることを望まないと思われる。そして、君はキュロスとクセルクセスを除いては、誰も語るに値する存在になった者はいないと考えていると私は思う。君がこの希望を抱いていることは、私はよく知っており、憶測しているのではない。だから、私が真実を言っていると知っている君は、おそらくこう言うだろう。「では、ソクラテスよ、それが君の議論にどう関係するのだ」そこで私は君に答えよう、クレイニアスとデイノマケの愛する息子よ。というのも、これらすべての君の考えに成就がもたらされることは、私なしには不可能だからだ。私は、君の事柄と君自身に対して、それほど大きな力を持っていると思っている。まさにそれゆえに、神は長い間、私が君と対話することを許さなかったのだと私は思っており、私は神がいつ許してくれるかを待ち望んでいたのだ。というのも、君が、自分がこの都市に対してあらゆる価値があることを示し、それを示したなら、すぐに何でもなしうる力を持つようになるだろうという希望を抱いているように、私もまた、私が君に対してあらゆる価値があることを示し、君の後見人も親族も他の誰も、君が望む力を与えることはできず、神の助けを得た私だけがそれをなしうると示すことによって、君のそばで最大の力を持つようになることを希望しているからだ。だから、君がまだもっと若く、私に思われるところでは、これほどの希望に満ちていなかった以前には、私が無駄に対話することにならないように、神は対話を許さなかった。しかし今は許可された。今なら、君は私の言葉を聞いてくれるだろうから。
- 105χαλεπὸν μὲν οὖν πρὸς ἄνδρα οὐχ ἥττονα ἐραστῶν προσφέρεσθαι ἐραστῇ
不定詞 προσφέρεσθαι の意味上の主語は 与格の ἐραστῇ である。「恋人(ἐραστῇ)が、恋人たちに劣らず(誇り高い)男(πρὸς ἄνδρα οὐχ ἥττονα ἐραστῶν)に対して語りかける(近づく)のは難しい」と解釈される。προσφέρεσθαι は中動ないし受動の意味で、ここでは「(話を持って)近づく」「対する」の意味。
- 105aδοκεῖς ἄν μοι ἑλέσθαι
助辞 ἄν は不定詞 ἑλέσθαι にかかっており、条件文の帰結(εἰ ... εἴποι)における潜在の希求法(ἕλοιο ἄν)が、主節の動詞 δοκεῖς の補語となる不定詞構文に書き換えられたものである。全体として「君は選ぶだろうと私には思われる」という意味になる。
- 105bτοῦτο δʼ ἔσεσθαι μάλα ὀλίγων ἡμερῶν
間奏句(括弧付きの挿入句)であり、未来不定詞 ἔσεσθαι は、文脈上、先行する思考動詞 ἡγῇ の支配下にあるか、間接話法の中で独立した文として機能している。属格 ὀλίγων ἡμερῶν は時間を表す属格(〜日以内に)である。
- 105eἐνδειξάμενος δὲ οὐδὲν ὅτι οὐ παραυτίκα δυνήσεσθαι
οὐδὲν ὅτι οὐ(〜でないものは何もない)は「全面的に」「必ずや」を意味する二重否定の慣用表現である。未来不定詞 δυνήσεσθαι は、前文の ἐλπίδας ἔχεις または ἡγῇ のような思考を表す動詞の支配下にある。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 2 件
