Humanitext Reader

柏拉图 · 阿尔西比亚德篇之一 §105

阿尔基比亚德的野心与苏格拉底的作用

第 2 段,共 21 段 · 希腊语

内容简介

苏格拉底揭示了他对阿尔基比亚德野心的洞察——阿尔基比亚德不满足于现状,企图统治世界;并解释说神之所以允许他们交谈,是因为只有苏格拉底才能帮助他实现这一目标。

§105ΣΩ. λεκτέον ἂν εἴη.
苏格拉底:那便必须说一说了。
χαλεπὸν μὲν οὖν πρὸς ἄνδρα οὐχ ἥττονα ἐραστῶν προσφέρεσθαι ἐραστῇ, ὅμως δὲ τολμητέον φράσαι τὴν ἐμὴν διάνοιαν.
对于一个追求者而言,向一个不亚于其追求者般高傲的男人开口确实困难,但无论如何,我必须冒险表明我的想法。
ἐγὼ γάρ, ὦ Ἀλκιβιάδη, εἰ μέν σε ἑώρων ἃ νυνδὴ διῆλθον ἀγαπῶντα καὶ οἰόμενον δεῖν ἐν τούτοις καταβιῶναι, πάλαι ἂν ἀπηλλάγμην τοῦ ἔρωτος, ὥς γε δὴ ἐμαυτὸν πείθω·
因为,阿尔基比亚德啊,如果我看到你满足于我刚才所说的那些,并认为自己应该在这些事物中度过余生,那我早就放弃这爱意了——至少我自己是这样确信的。
νῦν δʼ ἕτερʼ αὖ κατηγορήσω διανοήματα σὰ πρὸς αὐτὸν σέ, ᾧ καὶ γνώσῃ ὅτι προσέχων γέ σοι τὸν νοῦν διατετέλεκα.
但现在,相反地,我将在你本人面前指出你的另一种想法,由此你也会知道,我一直在关注着你。
δοκεῖς γάρ μοι, εἴ τίς σοι εἴποι θεῶν· ὦ Ἀλκιβιάδη, πότερον βούλει ζῆν ἔχων ἃ νῦν ἔχεις, ἢ αὐτίκα τεθνάναι εἰ μή σοι ἐξέσται μείζω κτήσασθαι;
因为在我看来,如果有某位神明对你说:“阿尔基比亚德啊,你是愿意守着你现在拥有的东西活着,还是在不被允许获得更大成就的情况下立刻死去?
δοκεῖς ἄν μοι ἑλέσθαι τεθνάναι·
”在我看来,你宁可选择死去。
ἀλλὰ νῦν ἐπὶ τίνι δή ποτε ἐλπίδι ζῇς, ἐγὼ φράσω.
但现在,你是抱着怎样的希望在生活,我来告诉你。
ἡγῇ, ἐὰν θᾶττον εἰς τὸν Ἀθηναίων δῆμον παρέλθῃς—τοῦτο δʼ ἔσεσθαι μάλα ὀλίγων ἡμερῶν— παρελθὼν οὖν ἐνδείξεσθαι Ἀθηναίοις ὅτι ἄξιος εἶ τιμᾶσθαι ὡς οὔτε Περικλῆς οὔτʼ ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων, καὶ τοῦτʼ ἐνδειξάμενος μέγιστον δυνήσεσθαι ἐν τῇ πόλει, ἐὰν δʼ ἐνθάδε μέγιστος ᾖς, καὶ ἐν τοῖς ἄλλοις Ἕλλησι, καὶ οὐ μόνον ἐν Ἕλλησιν, ἀλλὰ καὶ ἐν τοῖς βαρβάροις, ὅσοι ἐν τῇ αὐτῇ ἡμῖν οἰκοῦσιν ἠπείρῳ.
你认为,一旦你走到雅典民众面前——这在几天之内就会发生——走上去之后,你就会向雅典人证明,你比伯里克利或以往任何人都更值得受到尊重,而在证明了这一点之后,你将在这座城市里拥有最大的权力;如果你在这里成为最伟大的人,那么在其他希腊人中也是如此,不仅在希腊人中,而且在与我们居住在同一大陆的所有野蛮人中也是如此。
καὶ εἰ αὖ σοι εἴποι ὁ αὐτὸς οὗτος θεὸς ὅτι αὐτοῦ σε δεῖ δυναστεύειν ἐν τῇ Εὐρώπῃ, διαβῆναι δὲ εἰς τὴν Ἀσίαν οὐκ ἐξέσται σοι οὐδὲ ἐπιθέσθαι τοῖς ἐκεῖ πράγμασιν, οὐκ ἂν αὖ μοι δοκεῖς ἐθέλειν οὐδʼ ἐπὶ τούτοις μόνοις ζῆν, εἰ μὴ ἐμπλήσεις τοῦ σοῦ ὀνόματος καὶ τῆς σῆς δυνάμεως πάντας ὡς ἔπος εἰπεῖν ἀνθρώπους· καὶ οἶμαί σε πλὴν Κύρου καὶ Ξέρξου ἡγεῖσθαι οὐδένα ἄξιον λόγου γεγονέναι.
如果这同一位神明再次对你说,你必须在欧洲统治,但不允许你渡海到亚洲,也不允许你插手那里的事务,在我看来,你同样不会愿意仅凭这些条件活下去,除非你用你的名字和你的力量填满几乎所有的人类;而且我认为,你觉得除了居鲁士和薛西斯之外,没有人值得相提并论。
ὅτι μὲν οὖν ἔχεις ταύτην τὴν ἐλπίδα, εὖ οἶδα καὶ οὐκ εἰκάζω.
你抱有这种希望,我是深知的,而不是猜测。
ἴσως ἂν οὖν εἴποις, ἅτε εἰδὼς ὅτι ἀληθῆ λέγω, τί δὴ οὖν, ὦ Σώκρατες, τοῦτʼ ἐστί σοι πρὸς >λόγον;
因此,既然你知道我说的是实话,你也许会说:“那么,苏格拉底,这和你的 >论证有什么关系呢?
ἐγὼ δὲ σοί γε ἐρῶ, ὦ φίλε παῖ Κλεινίου καὶ Δεινομάχης.
”我这就告诉你,克勒尼亚斯和德诺玛赫的亲爱的孩子。
τούτων γάρ σοι ἁπάντων τῶν διανοημάτων τέλος ἐπιτεθῆναι ἄνευ ἐμοῦ ἀδύνατον·
因为,要是没有我,你所有这些想法的终极实现是不可能的。
τοσαύτην ἐγὼ δύναμιν οἶμαι ἔχειν εἰς τὰ σὰ πράγματα καὶ εἰς σέ, διὸ δὴ καὶ πάλαι οἴομαί με τὸν θεὸν οὐκ ἐᾶν διαλέγεσθαί σοι, ὃν ἐγὼ περιέμενον ὁπηνίκα ἐάσει.
我认为我对你的事务和对你本人拥有如此巨大的力量,正因如此,我想神在很久以前就不允许我与你交谈,而我也一直在等待着他何时予以准许。
ὥσπερ γὰρ σὺ ἐλπίδας ἔχεις ἐν τῇ πόλει ἐνδείξασθαι ὅτι αὐτῇ παντὸς ἄξιος εἶ, ἐνδειξάμενος δὲ οὐδὲν ὅτι οὐ παραυτίκα δυνήσεσθαι, οὕτω κἀγὼ παρὰ σοὶ ἐλπίζω μέγιστον δυνήσεσθαι ἐνδειξάμενος ὅτι παντὸς ἄξιός εἰμί σοι καὶ οὔτε ἐπίτροπος οὔτε συγγενὴς οὔτʼ ἄλλος οὐδεὶς ἱκανὸς παραδοῦναι τὴν δύναμιν ἧς ἐπιθυμεῖς πλὴν ἐμοῦ, μετὰ τοῦ θεοῦ μέντοι.
因为,正如你抱有向城市证明你对它而言具有一切价值的希望,并且在证明之后便能立即获得权力;同样,我也希望通过证明我对你而言具有一切价值,并且除了我之外——当然是在神的帮助下——无论是监护人、亲属还是其他任何人都无法将你渴望的权力交给你,从而在你身边获得最大的力量。
νεωτέρῳ μὲν οὖν ὄντι σοι καὶ πρὶν τοσαύτης ἐλπίδος γέμειν, ὡς ἐμοὶ δοκεῖ, οὐκ εἴα ὁ θεὸς διαλέγεσθαι, ἵνα μὴ μάτην διαλεγοίμην.
因此,当你还年轻,而且在我看来还没有充满如此大的希望之前,神不允许我与你交谈,免得我白白交谈。
νῦν δʼ ἐφῆκεν· νῦν γὰρ ἄν μου ἀκούσαις.
但现在他允许了;因为现在你会听我说。

词汇与语法注释

  1. 105aχαλεπὸν μὲν οὖν πρὸς ἄνδρα οὐχ ἥττονα ἐραστῶν προσφέρεσθαι ἐραστῇ — 不定式 προσφέρεσθαι 的逻辑主语是与格的 ἐραστῇ。整句解释为:“对于一个追求者(ἐραστῇ)而言,向一个不亚于其追求者般高傲的男人(πρὸς ἄνδρα οὐχ ἥττονα ἐραστῶν)开口(接近)是困难的。” προσφέρεσθαι 在此作中动或被动意,表示“接近”或“应对”。
  2. 105aδοκεῖς ἄν μοι ἑλέσθαι — 助词 ἄν 作用于不定式 ἑλέσθαι,它是条件句主句中潜在希求法(ἕλοιο ἄν,对应条件从句 εἰ ... εἴποι)在主句动词 δοκεῖς 之后转化为不定式结构的形式。整句意为“在我看来,你大概会选择”。
  3. 105bτοῦτο δʼ ἔσεσθαι μάλα ὀλίγων ἡμερῶν — 这是一个括号式的插入句,其中将来不定式 ἔσεσθαι 或受前面的思维动词 ἡγῇ 支配,或在间接引语中表示独立的判断。属格 ὀλίγων ἡμερῶν 是表示时间的属格,意为“在极少数几天之内”。
  4. 105eἐνδειξάμενος δὲ οὐδὲν ὅτι οὐ παραυτίκα δυνήσεσθαι — 短语 οὐδὲν ὅ提 οὐ(字面意为“没有什么是……不”)是双重否定的习惯表达,意为“绝对地”、“必然地”。将来不定式 δυνήσεσθαι 受前文的 ἐλπίδας ἔχεις 或暗含的思维动词如 ἡγῇ 支配。

引用这一段

柏拉图, 阿尔西比亚德篇之一 §105. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:105

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。