§274ΣΩ. οὐ γὰρ δὴ ἄρα, ὦ Τεισία, φασὶν οἱ σοφώτεροι ἡμῶν, ὁμοδούλοις δεῖ χαρίζεσθαι μελετᾶν τὸν νοῦν ἔχοντα, ὅτι μὴ πάρεργον, ἀλλὰ δεσπόταις ἀγαθοῖς τε καὶ ἐξ ἀγαθῶν.
ソクラテス:「というのはね、ティシアスよ、我々のうちでより知恵のある人々が言うには、思慮ある者は奴隷仲間に気に入られるように努力するべきではなく(単に片手間としてなら別だが)、そうではなく、善き主人たち、しかも善き者から生まれた主人たちに気に入られるように努めるべきなのだからだ。
ὥστʼ εἰ μακρὰ ἡ περίοδος, μὴ θαυμάσῃς·
だから、もしその遠回りが長いとしても、驚いてはならない。
μεγάλων γὰρ ἕνεκα περιιτέον, οὐχ ὡς σὺ δοκεῖς.
というのも、偉大な目的のために遠回りせねばならないのであって、君が考えているような目的のためではないのだから。
ἔσται μήν, ὡς ὁ λόγος φησίν, ἐάν τις ἐθέλῃ, καὶ ταῦτα κάλλιστα ἐξ ἐκείνων γιγνόμενα.
とはいえ、議論が言うように、もし人が望むなら、これらのこともまた、かの偉大な事柄から最も美しく生じることになるだろう。
ΦΑΙ. παγκάλως ἔμοιγε δοκεῖ λέγεσθαι, ὦ Σώκρατες, εἴπερ οἷός τέ τις εἴη.
」 ΦΑΙ. 「ソクラテスよ、もし誰かがそうしたことができるなら、それは極めて美しく語られているように私には思われます。
ΣΩ. ἀλλὰ καὶ ἐπιχειροῦντί τοι τοῖς καλοῖς καλὸν καὶ πάσχειν ὅτι ἄν τῳ συμβῇ παθεῖν.
」ソクラテス:「しかし、美しきことに挑む者にとっては、何であれ自分に降りかかることを甘んじて受けることもまた美しきことなのだ。
ΦΑΙ. καὶ μάλα.
」 ΦΑΙ. 「まったくその通りです。
ΣΩ. οὐκοῦν τὸ μὲν τέχνης τε καὶ ἀτεχνίας λόγων πέρι ἱκανῶς ἐχέτω.
」ソクラテス:「それでは、言論に関する技術と無技術については、これで十分としよう。
ΦΑΙ. τί μήν;
」 ΦΑΙ. 「もちろんです。
ΣΩ. τὸ δʼ εὐπρεπείας δὴ γραφῆς πέρι καὶ ἀπρεπείας, πῇ γιγνόμενον καλῶς ἂν ἔχοι καὶ ὅπῃ ἀπρεπῶς, λοιπόν.
」ソクラテス:「では、書くことの適格(ふさわしさ)と不適格(ふさわしくなさ)について、どのように行われるのが美しく、どのように行われるのが不適格であるか、これが残されている。
ἦ γάρ;
そうではないかね?
ΦΑΙ. ναί.
」 ΦΑΙ. 「はい。
ΣΩ. οἶσθʼ οὖν ὅπῃ μάλιστα θεῷ χαριῇ λόγων πέρι πράττων ἢ λέγων;
」ソクラテス:「それでは、言論に関してどのような行動をし、どのような語り方をすれば、最も神に喜ばれるかを知っているかね?
ΦΑΙ. οὐδαμῶς·
」 ΦΑΙ. 「全く知りません。
σὺ δέ;
あなたは知っているのですか?
ΣΩ. ἀκοήν γʼ ἔχω λέγειν τῶν προτέρων, τὸ δʼ ἀληθὲς αὐτοὶ ἴσασιν.
」ソクラテス:「私は昔の人々の伝聞を語ることはできるが、真実そのものは彼ら自身が知っている。
εἰ δὲ τοῦτο εὕροιμεν αὐτοί, ἆρά γʼ ἂν ἔθʼ ἡμῖν μέλοι τι τῶν ἀνθρωπίνων δοξασμάτων;
もし私たちがそれを自分自身で見出せるとしたら、人間の思惑など、もはや気にするだろうか?
ΦΑΙ. γελοῖον ἤρου·
」 ΦΑΙ. 「おかしな質問を。
ἀλλʼ ἃ φῂς ἀκηκοέναι λέγε.
でも、あなたが聞いたという話を語ってください。
ΣΩ. ἤκουσα τοίνυν περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι τῶν ἐκεῖ παλαιῶν τινα θεῶν, οὗ καὶ τὸ ὄρνεον ἱερὸν ὃ δὴ καλοῦσιν Ἶβιν·
」ソクラテス:「では、私が聞いたところでは、エジプトのナウクラティス近郊に、あそこの古い神の一人がいた。
αὐτῷ δὲ ὄνομα τῷ δαίμονι εἶναι Θεύθ.
その神にはイビスと呼ばれる聖なる鳥が捧げられており、神自身の名はテュトであった。
τοῦτον δὴ πρῶτον ἀριθμόν τε καὶ λογισμὸν εὑρεῖν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν, ἔτι δὲ πεττείας τε καὶ κυβείας, καὶ δὴ καὶ γράμματα.
彼こそが最初に数と計算、そして幾何学と天文学を発見し、さらには、盤上遊戯や骰子、そして何よりも文字を発見したのだという。
βασιλέως δʼ αὖ τότε ὄντος Αἰγύπτου ὅλης Θαμοῦ περὶ τὴν μεγάλην πόλιν τοῦ ἄνω τόπου ἣν οἱ Ἕλληνες Αἰγυπτίας Θήβας καλοῦσι, καὶ τὸν θεὸν Ἄμμωνα, παρὰ τοῦτον ἐλθὼν ὁ Θεὺθ τὰς τέχνας ἐπέδειξεν, καὶ ἔφη δεῖν διαδοθῆναι τοῖς ἄλλοις Αἰγυπτίοις·
他方、当時エジプト全土の王であったのは、ギリシア人がエジプトのテーベと呼ぶ、上方の地域のあの大都市の周辺にいたタムスであり、彼らはその神をアモンと呼んだ。
ὁ δὲ ἤρετο ἥντινα ἑκάστη ἔχοι ὠφελίαν, διεξιόντος δέ, ὅτι καλῶς ἢ μὴ καλῶς δοκοῖ λέγειν, τὸ μὲν ἔψεγεν, τὸ δʼ ἐπῄνει.
テュトは彼のところへ行き、種々の技術を披露して、それらを他のエジプト人たちに普及させるべきだと言った。
πολλὰ μὲν δὴ περὶ ἑκάστης τῆς τέχνης ἐπʼ ἀμφότερα Θαμοῦν τῷ Θεὺθ λέγεται ἀποφήνασθαι, ἃ λόγος πολὺς ἂν εἴη διελθεῖν·
タムスは、それぞれの技術がどのような有用性を持っているかを尋ね、テュトが説明するうちに、美しく語られていると思われる点については褒め、そうでない点については非難した。
ἐπειδὴ δὲ ἐπὶ τοῖς γράμμασιν ἦν,
τοῦτο δέ, ὦ βασιλεῦ, τὸ μάθημα,
ἔφη ὁ Θεύθ,
σοφωτέρους Αἰγυπτίους καὶ μνημονικωτέρους παρέξει·
各技術についてタムスがテュトに述べた多くの事柄を語るには、多くの議論を尽くさねばならない。 しかし、文字のところに来たとき、テュトは言った。 『王よ、この学習はエジプト人たちをより賢くし、その記憶力を高めるでしょう。
μνήμης τε γὰρ καὶ σοφίας φάρμακον ηὑρέθη.
なぜなら、記憶と知恵の薬が発見されたのですから』と。
§275ΣΩ. ὁ δʼ εἶπεν·
」ソクラテス:「しかし王は言った。
ὦ τεχνικώτατε Θεύθ, ἄλλος μὲν τεκεῖν δυνατὸς τὰ τέχνης, ἄλλος δὲ κρῖναι τίνʼ ἔχει μοῖραν βλάβης τε καὶ ὠφελίας τοῖς μέλλουσι χρῆσθαι·
『最も技術に長けたテュトよ、技術に属するものを生み出すことができる者と、それを使う者にとって、それがどれほどの害と利益をもたらすかを判断できる者とは異なるのだ。
καὶ νῦν σύ, πατὴρ ὢν γραμμάτων, διʼ εὔνοιαν τοὐναντίον εἶπες ἢ δύναται.
そして今や、文字の父親であるお前は、それに対する愛着ゆえに、それが持つ本来の力とは正反対のことを言っている。
τοῦτο γὰρ τῶν μαθόντων λήθην μὲν ἐν ψυχαῖς παρέξει μνήμης ἀμελετησίᾳ, ἅτε διὰ πίστιν γραφῆς ἔξωθεν ὑπʼ ἀλλοτρίων τύπων, οὐκ ἔνδοθεν αὐτοὺς ὑφʼ αὑτῶν ἀναμιμνῃσκομένους·
なぜなら、この文字は、それを学んだ者の魂に、記憶の怠慢によって忘却をもたらすからだ。 彼らは、文字への信頼によって、外部から他者の刻印によって思い出すようになり、内部から自分自身の力で思い出すことをしなくなるからである。
οὔκουν μνήμης ἀλλὰ ὑπομνήσεως φάρμακον ηὗρες.
したがって、お前が発見したのは記憶の薬ではなく、想起の薬なのだ。
σοφίας δὲ τοῖς μαθηταῖς δόξαν, οὐκ ἀλήθειαν πορίζεις·
また、お前は弟子たちに知恵の真実ではなく、知恵の評判を提供する。
πολυήκοοι γάρ σοι γενόμενοι ἄνευ διδαχῆς πολυγνώμονες εἶναι δόξουσιν, ἀγνώμονες ὡς ἐπὶ τὸ πλῆθος ὄντες, καὶ χαλεποὶ συνεῖναι, δοξόσοφοι γεγονότες ἀντὶ σοφῶν.
彼らは教えを受けることなしに多くのことを聞き、多くのことを知っていると思い込むだろうが、実際にはそのほとんどが無知であり、付き合いにくい者となるだろう。 知者ではなく、知者であるとうぬぼれる者になってしまうのだから』と。
ΦΑΙ. ὦ Σώκρατες, ῥᾳδίως σὺ Αἰγυπτίους καὶ ὁποδαποὺς ἂν ἐθέλῃς λόγους ποιεῖς.
」 ΦΑΙ. 「ソクラテスよ、あなたはエジプトの話でも、どこどこの国の話でも、自分の望むままにたやすく作り上げてしまいますね。
ΣΩ. οἱ δέ γʼ, ὦ φίλε, ἐν τῷ τοῦ Διὸς τοῦ Δωδωναίου ἱερῷ δρυὸς λόγους ἔφησαν μαντικοὺς πρώτους γενέσθαι.
」ソクラテス:「しかし友よ、ドードーナのゼウスの神殿にいる者たちは、一本のオークから出た言葉こそが、最初の神託の言葉であったと言っているのだ。
τοῖς μὲν οὖν τότε, ἅτε οὐκ οὖσι σοφοῖς ὥσπερ ὑμεῖς οἱ νέοι, ἀπέχρη δρυὸς καὶ πέτρας ἀκούειν ὑπʼ εὐηθείας, εἰ μόνον ἀληθῆ λέγοιεν·
当時の人々は、君たち若者のように知恵がなかったので、ただ真実を語ってさえくれれば、素朴さゆえにオークや岩の言葉を聞くだけで満足していたのだ。
σοὶ δʼ ἴσως διαφέρει τίς ὁ λέγων καὶ ποδαπός.
しかし君にとっては、語っているのが誰で、どこの国の者であるかが重要であるらしい。
οὐ γὰρ ἐκεῖνο μόνον σκοπεῖς, εἴτε οὕτως εἴτε ἄλλως ἔχει;
君は、ただその事柄がその通りであるか、それとも異なるか、それだけを検討するのではないのか?
ΦΑΙ. ὀρθῶς ἐπέπληξας, καί μοι δοκεῖ περὶ γραμμάτων ἔχειν ᾗπερ ὁ Θηβαῖος λέγει.
」 ΦΑΙ. 「ご指摘の通り、私は非難されて当然です。 文字については、テーベの王が言う通りであると私にも思われます。
ΣΩ. οὐκοῦν ὁ τέχνην οἰόμενος ἐν γράμμασι καταλιπεῖν, καὶ αὖ ὁ παραδεχόμενος ὥς τι σαφὲς καὶ βέβαιον ἐκ γραμμάτων ἐσόμενον, πολλῆς ἂν εὐηθείας γέμοι καὶ τῷ ὄντι τὴν Ἄμμωνος μαντείαν ἀγνοοῖ, πλέον τι οἰόμενος εἶναι λόγους γεγραμμένους τοῦ τὸν εἰδότα ὑπομνῆσαι περὶ ὧν ἂν ᾖ τὰ γεγραμμένα.
」ソクラテス:「それなら、文字の中に技術を書き残したと信じている者も、あるいは文字から何か明確で確実なものが得られるだろうと受け入れる者も、多くの愚かさに満ちており、事実上アモンの神託を理解していないことになる。 書かれた言論が、すでに知っている者に対して、その書かれている事柄を思い起こさせること以上の何かであると思っているのだから。
ΦΑΙ. ὀρθότατα.
」 ΦΑΙ. 「その通りです。
ΣΩ. δεινὸν γάρ που, ὦ Φαῖδρε, τοῦτʼ ἔχει γραφή, καὶ ὡς ἀληθῶς ὅμοιον ζωγραφίᾳ.
」ソクラテス:「というのも、パイドロスよ、書くことには次のような奇妙な性質があり、本当に絵画に酷似しているからだ。
καὶ γὰρ τὰ ἐκείνης ἔκγονα ἕστηκε μὲν ὡς ζῶντα, ἐὰν δʼ ἀνέρῃ τι, σεμνῶς πάνυ σιγᾷ.
実際、絵画の作品は生きているかのように立っているが、もし何かを尋ねても、実にもったいぶって沈黙している。
ταὐτὸν δὲ καὶ οἱ λόγοι·
言論も同様だ。
δόξαις μὲν ἂν ὥς τι φρονοῦντας αὐτοὺς λέγειν, ἐὰν δέ τι ἔρῃ τῶν λεγομένων βουλόμενος μαθεῖν, ἕν τι σημαίνει μόνον ταὐτὸν ἀεί.
何かを考えて語っているかのように思えるが、もし学ぼうとして語られている内容について何か尋ねても、常に全く同じ一つのことしか示さない。
ὅταν δὲ ἅπαξ γραφῇ, κυλινδεῖται μὲν πανταχοῦ πᾶς λόγος ὁμοίως παρὰ τοῖς ἐπαΐουσιν, ὡς δʼ αὕτως παρʼ οἷς οὐδὲν προσήκει, καὶ οὐκ ἐπίσταται λέγειν οἷς δεῖ γε καὶ μή.
また、言論は一度書かれてしまうと、それを理解する人々の間であれ、全く関係のない人々の間であれ、あらゆる場所を同様に転々とし、誰に語るべきで、誰に語るべきでないかを知らない。
πλημμελούμενος δὲ καὶ οὐκ ἐν δίκῃ λοιδορηθεὶς τοῦ πατρὸς ἀεὶ δεῖται βοηθοῦ·
不当に扱われ、理不尽に罵られたときには、常に父親の助けを必要とする。
αὐτὸς γὰρ οὔτʼ ἀμύνασθαι οὔτε βοηθῆσαι δυνατὸς αὑτῷ.
なぜなら、それ自体では身を守ることも、自分を助けることもできないのだから。
ΦΑΙ. καὶ ταῦτά σοι ὀρθότατα εἴρηται.
」 ΦΑΙ. 「それもまた、あなたの言う通りです。 」