← プラトン

パイドロス

§274-275

テュトとタムスの神話および文字への批判

ソクラテスとパイドロスは、言論の真の目的が神々に喜ばれることであり、そのためには多大な労苦と遠回りが必要であることを確認する。さらに、書くことの適格性について議論を移し、エジプトの神テュトと王タムスの神話を用いて、文字が記憶力を低下させ、見せかけの知恵しか提供しないものであることを明らかにする。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§274

ΣΩ. οὐ γὰρ δὴ ἄρα, ὦ Τεισία, φασὶν οἱ σοφώτεροι ἡμῶν, ὁμοδούλοις δεῖ χαρίζεσθαι μελετᾶν τὸν νοῦν ἔχοντα, ὅτι μὴ πάρεργον,1 ἀλλὰ δεσπόταις ἀγαθοῖς τε καὶ ἐξ ἀγαθῶν. ὥστʼ εἰ μακρὰ ἡ περίοδος, μὴ θαυμάσῃς· μεγάλων γὰρ ἕνεκα περιιτέον, οὐχ ὡς σὺ δοκεῖς. ἔσται μήν, ὡς ὁ λόγος φησίν, ἐάν τις ἐθέλῃ, καὶ ταῦτα κάλλιστα ἐξ ἐκείνων γιγνόμενα.2 ΦΑΙ. παγκάλως ἔμοιγε δοκεῖ λέγεσθαι, ὦ Σώκρατες, εἴπερ οἷός τέ τις εἴη. ΣΩ. ἀλλὰ καὶ ἐπιχειροῦντί τοι τοῖς καλοῖς καλὸν καὶ πάσχειν ὅτι ἄν τῳ συμβῇ παθεῖν. ΦΑΙ. καὶ μάλα. ΣΩ. οὐκοῦν τὸ μὲν τέχνης τε καὶ ἀτεχνίας λόγων πέρι ἱκανῶς ἐχέτω. ΦΑΙ. τί μήν; ΣΩ. τὸ δʼ εὐπρεπείας δὴ γραφῆς πέρι καὶ ἀπρεπείας, πῇ γιγνόμενον καλῶς ἂν ἔχοι καὶ ὅπῃ ἀπρεπῶς, λοιπόν. ἦ γάρ; ΦΑΙ. ναί. ΣΩ. οἶσθʼ οὖν ὅπῃ μάλιστα θεῷ χαριῇ λόγων πέρι πράττων ἢ λέγων; ΦΑΙ. οὐδαμῶς· σὺ δέ; ΣΩ. ἀκοήν γʼ ἔχω λέγειν τῶν προτέρων, τὸ δʼ ἀληθὲς αὐτοὶ ἴσασιν. εἰ δὲ τοῦτο εὕροιμεν αὐτοί, ἆρά γʼ ἂν ἔθʼ ἡμῖν μέλοι τι τῶν ἀνθρωπίνων δοξασμάτων; ΦΑΙ. γελοῖον ἤρου· ἀλλʼ ἃ φῂς ἀκηκοέναι λέγε. ΣΩ. ἤκουσα τοίνυν περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι τῶν ἐκεῖ παλαιῶν τινα θεῶν, οὗ καὶ τὸ ὄρνεον ἱερὸν ὃ δὴ καλοῦσιν Ἶβιν· αὐτῷ δὲ ὄνομα τῷ δαίμονι εἶναι Θεύθ. τοῦτον δὴ πρῶτον ἀριθμόν τε καὶ λογισμὸν εὑρεῖν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν, ἔτι δὲ πεττείας τε καὶ κυβείας, καὶ δὴ καὶ γράμματα. βασιλέως δʼ αὖ τότε ὄντος Αἰγύπτου ὅλης Θαμοῦ περὶ τὴν μεγάλην πόλιν τοῦ ἄνω τόπου ἣν οἱ Ἕλληνες Αἰγυπτίας Θήβας καλοῦσι, καὶ τὸν θεὸν Ἄμμωνα, παρὰ τοῦτον ἐλθὼν ὁ Θεὺθ τὰς τέχνας ἐπέδειξεν, καὶ ἔφη δεῖν διαδοθῆναι τοῖς ἄλλοις Αἰγυπτίοις· ὁ δὲ ἤρετο ἥντινα ἑκάστη ἔχοι ὠφελίαν, διεξιόντος δέ, ὅτι καλῶς ἢ μὴ καλῶς δοκοῖ λέγειν, τὸ μὲν ἔψεγεν, τὸ δʼ ἐπῄνει. πολλὰ μὲν δὴ περὶ ἑκάστης τῆς τέχνης ἐπʼ ἀμφότερα Θαμοῦν τῷ Θεὺθ λέγεται ἀποφήνασθαι, ἃ λόγος πολὺς ἂν εἴη διελθεῖν· ἐπειδὴ δὲ ἐπὶ τοῖς γράμμασιν ἦν, τοῦτο δέ, ὦ βασιλεῦ, τὸ μάθημα, ἔφη ὁ Θεύθ, σοφωτέρους Αἰγυπτίους καὶ μνημονικωτέρους παρέξει· μνήμης τε γὰρ καὶ σοφίας φάρμακον ηὑρέθη.

ソクラテス:「というのはね、ティシアスよ、我々のうちでより知恵のある人々が言うには、思慮ある者は奴隷仲間に気に入られるように努力するべきではなく(単に片手間としてなら別だが)、そうではなく、善き主人たち、しかも善き者から生まれた主人たちに気に入られるように努めるべきなのだからだ。だから、もしその遠回りが長いとしても、驚いてはならない。というのも、偉大な目的のために遠回りせねばならないのであって、君が考えているような目的のためではないのだから。とはいえ、議論が言うように、もし人が望むなら、これらのこともまた、かの偉大な事柄から最も美しく生じることになるだろう。」 パイドロス:「ソクラテスよ、もし誰かがそうしたことができるなら、それは極めて美しく語られているように私には思われます。」 ソクラテス:「しかし、美しきことに挑む者にとっては、何であれ自分に降りかかることを甘んじて受けることもまた美しきことなのだ。」 パイドロス:「まったくその通りです。」 ソクラテス:「それでは、言論に関する技術と無技術については、これで十分としよう。」 パイドロス:「もちろんです。」 ソクラテス:「では、書くことの適格(ふさわしさ)と不適格(ふさわしくなさ)について、どのように行われるのが美しく、どのように行われるのが不適格であるか、これが残されている。そうではないかね?」 パイドロス:「はい。」 ソクラテス:「それでは、言論に関してどのような行動をし、どのような語り方をすれば、最も神に喜ばれるかを知っているかね?」 パイドロス:「全く知りません。あなたは知っているのですか?」 ソクラテス:「私は昔の人々の伝聞を語ることはできるが、真実そのものは彼ら自身が知っている。もし私たちがそれを自分自身で見出せるとしたら、人間の思惑など、もはや気にするだろうか?」 パイドロス:「おかしな質問を。でも、あなたが聞いたという話を語ってください。」 ソクラテス:「では、私が聞いたところでは、エジプトのナウクラティス近郊に、あそこの古い神の一人がいた。その神にはイビスと呼ばれる聖なる鳥が捧げられており、神自身の名はテュトであった。彼こそが最初に数と計算、そして幾何学と天文学を発見し、さらには、盤上遊戯や骰子、そして何よりも文字を発見したのだという。他方、当時エジプト全土の王であったのは、ギリシア人がエジプトのテーベと呼ぶ、上方の地域のあの大都市の周辺にいたタムスであり、彼らはその神をアモンと呼んだ。テュトは彼のところへ行き、種々の技術を披露して、それらを他のエジプト人たちに普及させるべきだと言った。タムスは、それぞれの技術がどのような有用性を持っているかを尋ね、テュトが説明するうちに、美しく語られていると思われる点については褒め、そうでない点については非難した。各技術についてタムスがテュトに述べた多くの事柄を語るには、多くの議論を尽くさねばならない。しかし、文字のところに来たとき、テュトは言った。 『王よ、この学習はエジプト人たちをより賢くし、その記憶力を高めるでしょう。なぜなら、記憶と知恵の薬が発見されたのですから』と。」

§275

ΣΩ. ὁ δʼ εἶπεν· ὦ τεχνικώτατε Θεύθ, ἄλλος μὲν τεκεῖν δυνατὸς τὰ τέχνης, ἄλλος δὲ κρῖναι τίνʼ ἔχει μοῖραν βλάβης τε καὶ ὠφελίας τοῖς μέλλουσι χρῆσθαι· καὶ νῦν σύ, πατὴρ ὢν γραμμάτων, διʼ εὔνοιαν τοὐναντίον εἶπες ἢ δύναται. τοῦτο γὰρ τῶν μαθόντων λήθην μὲν ἐν ψυχαῖς παρέξει μνήμης ἀμελετησίᾳ, ἅτε διὰ πίστιν γραφῆς ἔξωθεν ὑπʼ ἀλλοτρίων τύπων, οὐκ ἔνδοθεν αὐτοὺς ὑφʼ αὑτῶν ἀναμιμνῃσκομένους·3 οὔκουν μνήμης ἀλλὰ ὑπομνήσεως φάρμακον ηὗρες. σοφίας δὲ τοῖς μαθηταῖς δόξαν, οὐκ ἀλήθειαν πορίζεις· πολυήκοοι γάρ σοι γενόμενοι ἄνευ διδαχῆς πολυγνώμονες εἶναι δόξουσιν, ἀγνώμονες ὡς ἐπὶ τὸ πλῆθος ὄντες, καὶ χαλεποὶ συνεῖναι, δοξόσοφοι γεγονότες ἀντὶ σοφῶν. ΦΑΙ. ὦ Σώκρατες, ῥᾳδίως σὺ Αἰγυπτίους καὶ ὁποδαποὺς ἂν ἐθέλῃς λόγους ποιεῖς. ΣΩ. οἱ δέ γʼ, ὦ φίλε, ἐν τῷ τοῦ Διὸς τοῦ Δωδωναίου ἱερῷ δρυὸς λόγους ἔφησαν μαντικοὺς πρώτους γενέσθαι. τοῖς μὲν οὖν τότε, ἅτε οὐκ οὖσι σοφοῖς ὥσπερ ὑμεῖς οἱ νέοι, ἀπέχρη δρυὸς καὶ πέτρας ἀκούειν ὑπʼ εὐηθείας, εἰ μόνον ἀληθῆ λέγοιεν·4 σοὶ δʼ ἴσως διαφέρει τίς ὁ λέγων καὶ ποδαπός. οὐ γὰρ ἐκεῖνο μόνον σκοπεῖς, εἴτε οὕτως εἴτε ἄλλως ἔχει; ΦΑΙ. ὀρθῶς ἐπέπληξας, καί μοι δοκεῖ περὶ γραμμάτων ἔχειν ᾗπερ ὁ Θηβαῖος λέγει. ΣΩ. οὐκοῦν ὁ τέχνην οἰόμενος ἐν γράμμασι καταλιπεῖν, καὶ αὖ ὁ παραδεχόμενος ὥς τι σαφὲς καὶ βέβαιον ἐκ γραμμάτων ἐσόμενον, πολλῆς ἂν εὐηθείας γέμοι καὶ τῷ ὄντι τὴν Ἄμμωνος μαντείαν ἀγνοοῖ, πλέον τι οἰόμενος εἶναι λόγους γεγραμμένους τοῦ τὸν εἰδότα ὑπομνῆσαι περὶ ὧν ἂν ᾖ τὰ γεγραμμένα. ΦΑΙ. ὀρθότατα. ΣΩ. δεινὸν γάρ που, ὦ Φαῖδρε, τοῦτʼ ἔχει γραφή, καὶ ὡς ἀληθῶς ὅμοιον ζωγραφίᾳ. καὶ γὰρ τὰ ἐκείνης ἔκγονα ἕστηκε μὲν ὡς ζῶντα, ἐὰν δʼ ἀνέρῃ τι, σεμνῶς πάνυ σιγᾷ. ταὐτὸν δὲ καὶ οἱ λόγοι· δόξαις μὲν ἂν ὥς τι φρονοῦντας αὐτοὺς λέγειν, ἐὰν δέ τι ἔρῃ τῶν λεγομένων βουλόμενος μαθεῖν, ἕν τι σημαίνει μόνον ταὐτὸν ἀεί. ὅταν δὲ ἅπαξ γραφῇ, κυλινδεῖται μὲν πανταχοῦ πᾶς λόγος ὁμοίως παρὰ τοῖς ἐπαΐουσιν, ὡς δʼ αὕτως παρʼ οἷς οὐδὲν προσήκει, καὶ οὐκ ἐπίσταται λέγειν οἷς δεῖ γε καὶ μή. πλημμελούμενος δὲ καὶ οὐκ ἐν δίκῃ λοιδορηθεὶς τοῦ πατρὸς ἀεὶ δεῖται βοηθοῦ· αὐτὸς γὰρ οὔτʼ ἀμύνασθαι οὔτε βοηθῆσαι δυνατὸς αὑτῷ. ΦΑΙ. καὶ ταῦτά σοι ὀρθότατα εἴρηται.

ソクラテス:「しかし王は言った。 『最も技術に長けたテュトよ、技術に属するものを生み出すことができる者と、それを使う者にとって、それがどれほどの害と利益をもたらすかを判断できる者とは異なるのだ。そして今や、文字の父親であるお前は、それに対する愛着ゆえに、それが持つ本来の力とは正反対のことを言っている。なぜなら、この文字は、それを学んだ者の魂に、記憶の怠慢によって忘却をもたらすからだ。彼らは、文字への信頼によって、外部から他者の刻印によって思い出すようになり、内部から自分自身の力で思い出すことをしなくなるからである。したがって、お前が発見したのは記憶の薬ではなく、想起の薬なのだ。また、お前は弟子たちに知恵の真実ではなく、知恵の評判を提供する。彼らは教えを受けることなしに多くのことを聞き、多くのことを知っていると思い込むだろうが、実際にはそのほとんどが無知であり、付き合いにくい者となるだろう。知者ではなく、知者であるとうぬぼれる者になってしまうのだから』と。」 パイドロス:「ソクラテスよ、あなたはエジプトの話でも、どこどこの国の話でも、自分の望むままにたやすく作り上げてしまいますね。」 ソクラテス:「しかし友よ、ドードーナのゼウスの神殿にいる者たちは、一本のオークから出た言葉こそが、最初の神託の言葉であったと言っているのだ。当時の人々は、君たち若者のように知恵がなかったので、ただ真実を語ってさえくれれば、素朴さゆえにオークや岩の言葉を聞くだけで満足していたのだ。しかし君にとっては、語っているのが誰で、どこの国の者であるかが重要であるらしい。君は、ただその事柄がその通りであるか、それとも異なるか、それだけを検討するのではないのか?」 パイドロス:「ご指摘の通り、私は非難されて当然です。文字については、テーベの王が言う通りであると私にも思われます。」 ソクラテス:「それなら、文字の中に技術を書き残したと信じている者も、あるいは文字から何か明確で確実なものが得られるだろうと受け入れる者も、多くの愚かさに満ちており、事実上アモンの神託を理解していないことになる。書かれた言論が、すでに知っている者に対して、その書かれている事柄を思い起こさせること以上の何かであると思っているのだから。」 パイドロス:「その通りです。」 ソクラテス:「というのも、パイドロスよ、書くことには次のような奇妙な性質があり、本当に絵画に酷似しているからだ。実際、絵画の作品は生きているかのように立っているが、もし何かを尋ねても、実にもったいぶって沈黙している。言論も同様だ。何かを考えて語っているかのように思えるが、もし学ぼうとして語られている内容について何か尋ねても、常に全く同じ一つのことしか示さない。また、言論は一度書かれてしまうと、それを理解する人々の間であれ、全く関係のない人々の間であれ、あらゆる場所を同様に転々とし、誰に語るべきで、誰に語るべきでないかを知らない。不当に扱われ、理不尽に罵られたときには、常に父親の助けを必要とする。なぜなら、それ自体では身を守ることも、自分を助けることもできないのだから。」 パイドロス:「それもまた、あなたの言う通りです。」

構文注4 件
  1. 274aὅτι μὴ πάρεργον

    接続詞 ὅτι は否定辞 μὴ とともに制限的な「〜を除いて(except)」の意味で機能している。名詞 πάρεργον(片手間、副業)と合わさり、「単に片手間にやる場合を除いて」という条件付きの例外を表す。

  2. 274aταῦτα κάλλιστα ἐξ ἐκείνων γιγνόμενα

    前置詞句 ἐξ ἐκείνων は直前の「偉大な事柄(μεγάλων)」を指し、ταῦτα(技術による言論など)が「それら(偉大な事柄)から最も美しく生じる」という因果関係を示す。分詞 γιγνόμενα は、主動詞 ἔσται に係り未来迂言法(periphrastic future)を構成している。

  3. 275aἅτε διὰ πίστιν γραφῆς ἔξωθεν ὑπʼ ἀλλοτρίων τύπων, οὐκ ἔνδοθεν αὐτοὺς ὑφʼ αὑτῶν ἀναμιμνῃσκομένους

    客観的原因を表す接頭辞 ἅτε と分詞 ἀναμιμνῃσκομένους(意味上の主語は τῶν μαθόντων)による属格独立分詞構文に準ずる構造。文字への信頼がもたらす「外部から他者の刻印によって思い出し、内部から自分自身の力で思い出すことをしなくなる」という忘却の仕組みを具体的に説明している。

  4. 275bεἰ μόνον ἀληθῆ λέγοιεν

    従属節における希求法(optative)の用法。過去の一般的な条件(〜しさえすれば)を示すが、ここでは特に当時の人々(τοῖς τότε)の心理的な主観的条件(「ただ真実を語ってくれさえすれば」という素朴な期待)を表している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(4 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 4 件
urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:274-275