§272ΣΩ. ὅταν δὲ εἰπεῖν τε ἱκανῶς ἔχῃ οἷος ὑφʼ οἵων πείθεται, παραγιγνόμενόν τε δυνατὸς ᾖ διαισθανόμενος ἑαυτῷ ἐνδείκνυσθαι ὅτι οὗτός ἐστι καὶ αὕτη ἡ φύσις περὶ ἧς τότε ἦσαν οἱ λόγοι, νῦν ἔργῳ παροῦσά οἱ, ᾗ προσοιστέον τούσδε ὧδε τοὺς λόγους ἐπὶ τὴν τῶνδε πειθώ, ταῦτα δʼ ἤδη πάντα ἔχοντι, προσλαβόντι καιροὺς τοῦ πότε λεκτέον καὶ ἐπισχετέον, βραχυλογίας τε αὖ καὶ ἐλεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη μάθῃ λόγων, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι, καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασμένη, πρότερον δʼ οὔ·
ソクラテス:そして、いかなる人間がいかなる言論によって説得されるかを十分に語ることができ、かつ、その場に居合わせたときに、みずから鋭く察知して「これこそがその者であり、これこそが当時議論されていた本性であって、今や実際に自分の前に現れているのだ、そして、これら一連の言論を、この者たちの説得のために、このように適用すべきである」と自分に示すことができるようになり、かつ、すでにこれらすべてを持ち合わせており、さらに、いつ語るべきでいつ控えるべきかという時機、および、簡潔な言論、哀れみを誘う言論、誇張する言論、その他彼が学ぶであろうあらゆる言論の形態それぞれについて、それらの好機と不発の機を見極める力を獲得したとき、そのとき初めて、技術は美しく完全に仕上げられたものとなるが、それ以前には決してそうはならない。
ἀλλʼ ὅτι ἂν αὐτῶν τις ἐλλείπῃ λέγων ἢ διδάσκων ἢ γράφων, φῇ δὲ τέχνῃ λέγειν, ὁ μὴ πειθόμενος κρατεῖ.
しかし、もし誰かが語るにせよ、教えるにせよ、書くにせよ、これらのうちどれか一つでも欠けているのに、技術によって語っているのだと主張するならば、それを信じない(説得されない)者の方が優位に立つ(正しい)のだ。
τί δὴ οὖν; φήσει ἴσως ὁ συγγραφεύς, ὦ Φαῖδρέ τε καὶ Σώκρατες, δοκεῖ οὕτως;
ではどうだろう、パイドロスよ、ソクラテスよ、と(あの言論の)書き手は言うかもしれない、「そのように思われるかね?
μὴ ἄλλως πως ἀποδεκτέον λεγομένης λόγων τέχνης;
それとも、言論の技術と呼ばれるものを、これとは別の仕方で受け入れるべきなのか」と。
ΦΑΙ. ἀδύνατόν που, ὦ Σώκρατες, ἄλλως·
ΦΑΙ. ソクラテスよ、別の仕方などおそらく不可能でしょう。
καίτοι οὐ σμικρόν γε φαίνεται ἔργον.
とはいえ、決して小さな仕事ではないように見えますが。
ΣΩ. ἀληθῆ λέγεις.
ソクラテス:その通りだ。
τούτου τοι ἕνεκα χρὴ πάντας τοὺς λόγους ἄνω καὶ κάτω μεταστρέφοντα ἐπισκοπεῖν εἴ τίς πῃ ῥᾴων καὶ βραχυτέρα φαίνεται ἐπʼ αὐτὴν ὁδός, ἵνα μὴ μάτην πολλὴν ἀπίῃ καὶ τραχεῖαν, ἐξὸν ὀλίγην τε καὶ λείαν.
まさにそのために、本当にすべての議論をあちこちひっくり返して検討し、どこかにより平易で短い道がそれへと通じていないかを見極める必要があるのだ。 そうすれば、短くて平坦な道を進むことができるのに、無駄に長くて険しい道を歩まずに済む。
ἀλλʼ εἴ τινά πῃ βοήθειαν ἔχεις ἐπακηκοὼς Λυσίου ἤ τινος ἄλλου, πειρῶ λέγειν ἀναμιμνῃσκόμενος.
しかし、もし君がリュシアスや他の誰かから聞いて、何か助けになることを覚えているなら、思い出して言ってみておくれ。
ΦΑΙ. ἕνεκα μὲν πείρας ἔχοιμʼ ἄν, ἀλλʼ οὔτι νῦν γʼ οὕτως ἔχω.
ΦΑΙ. 試みるためならできるかもしれませんが、今は急には思い出せません。
ΣΩ. βούλει οὖν ἐγώ τινʼ εἴπω λόγον ὃν τῶν περὶ ταῦτά τινων ἀκήκοα;
ソクラテス:では、この件に関わっている人々の一部から私が聞いた話を、私が語ることにしようか。
ΦΑΙ. τί μήν;
ΦΑΙ. もちろんです。
ΣΩ. λέγεται γοῦν, ὦ Φαῖδρε, δίκαιον εἶναι καὶ τὸ τοῦ λύκου εἰπεῖν.
ソクラテス:パイドロスよ、オオカミの言い分も語るのが公平だと言われているからね。
ΦΑΙ. καὶ σύ γε οὕτω ποίει.
ΦΑΙ. あなたもそのようにしてください。
ΣΩ. φασὶ τοίνυν οὐδὲν οὕτω ταῦτα δεῖν σεμνύνειν οὐδʼ ἀνάγειν ἄνω μακρὰν περιβαλλομένους·
ソクラテス:彼らが言うには、物事をそのように神聖視したり、遠回りをしながら遥か高みへと引き上げたりする必要は全くないのだ。
παντάπασι γάρ, ὃ καὶ κατʼ ἀρχὰς εἴπομεν τοῦδε τοῦ λόγου, ὅτι οὐδὲν ἀληθείας μετέχειν δέοι δικαίων ἢ ἀγαθῶν πέρι πραγμάτων, ἢ καὶ ἀνθρώπων γε τοιούτων φύσει ὄντων ἢ τροφῇ, τὸν μέλλοντα ἱκανῶς ῥητορικὸν ἔσεσθαι.
なぜなら、私たちがこの議論の初めにも言ったように、将来十分な修辞家になろうとする者は、正しい事柄や善い事柄、あるいは生まれつき、あるいは教育によってそのような性質を持つ人々のことについて、いささかも真実に関わる必要はない、ということだからだ。
τὸ παράπαν γὰρ οὐδὲν ἐν τοῖς δικαστηρίοις τούτων ἀληθείας μέλειν οὐδενί, ἀλλὰ τοῦ πιθανοῦ·
そもそも法廷においては、これらについて真実など誰も気に留めず、ただ説得力があることだけが問題なのだ。
τοῦτο δʼ εἶναι τὸ εἰκός, ᾧ δεῖν προσέχειν τὸν μέλλοντα τέχνῃ ἐρεῖν.
これこそが「らしさ(尤もらしさ)」であり、技術によって語ろうとする者が注目すべきものなのだ。
οὐδὲ γὰρ αὐτὰ τὰ πραχθέντα δεῖν λέγειν ἐνίοτε, ἐὰν μὴ εἰκότως ᾖ πεπραγμένα, ἀλλὰ τὰ εἰκότα, ἔν τε κατηγορίᾳ καὶ ἀπολογίᾳ, καὶ πάντως λέγοντα τὸ δὴ εἰκὸς διωκτέον εἶναι, πολλὰ εἰπόντα χαίρειν τῷ ἀληθεῖ·
実際、生じた事実そのものであっても、それが「らしく」行われたものでないならば、時には語るべきではなく、むしろ「らしい」事柄を、起訴においても弁護においても語るべきであり、いかなる場合でも語り手は「らしさ」を追求すべきであって、真実などには大いにさらばと言うべきだ。
τοῦτο γὰρ διὰ παντὸς τοῦ λόγου γιγνόμενον τὴν ἅπασαν τέχνην πορίζειν.
なぜなら、これが議論全体を通じて行われることで、技術のすべてがもたらされるからである。
§273ΦΑΙ. αὐτά γε, ὦ Σώκρατες, διελήλυθας ἃ λέγουσιν οἱ περὶ τοὺς λόγους τεχνικοὶ προσποιούμενοι εἶναι·
ΦΑΙ. ソクラテスよ、言論の専門家であると自称する者たちが言っていること、そのものをあなたは語り尽くされました。
ἀνεμνήσθην γὰρ ὅτι ἐν τῷ πρόσθεν βραχέως τοῦ τοιούτου ἐφηψάμεθα, δοκεῖ δὲ τοῦτο πάμμεγα εἶναι τοῖς περὶ ταῦτα.
先ほど私たちは、このようなことに少しだけ触れましたが、これらに関わっている人々にとっては、これが極めて重大なことであると思われているのを思い出しました。
ΣΩ. ἀλλὰ μὴν τόν γε Τεισίαν αὐτὸν πεπάτηκας ἀκριβῶς·
ソクラテス:しかし実際、君はティシアス自身を正確に読み込んでいる。
εἰπέτω τοίνυν καὶ τόδε ἡμῖν ὁ Τεισίας, μή τι ἄλλο λέγει τὸ εἰκὸς ἢ τὸ τῷ πλήθει δοκοῦν.
では、ティシアスは「らしさ」と言っているのは、大衆に思われること以外の何かであるだろうか、それを私たちに語ってもらおう。
ΦΑΙ. τί γὰρ ἄλλο;
ΦΑΙ. 他に何があるでしょう。
ΣΩ. τοῦτο δή, ὡς ἔοικε, σοφὸν εὑρὼν ἅμα καὶ τεχνικὸν ἔγραψεν ὡς ἐάν τις ἀσθενὴς καὶ ἀνδρικὸς ἰσχυρὸν καὶ δειλὸν συγκόψας, ἱμάτιον ἤ τι ἄλλο ἀφελόμενος, εἰς δικαστήριον ἄγηται, δεῖ δὴ τἀληθὲς μηδέτερον λέγειν, ἀλλὰ τὸν μὲν δειλὸν μὴ ὑπὸ μόνου φάναι τοῦ ἀνδρικοῦ συγκεκόφθαι, τὸν δὲ τοῦτο μὲν ἐλέγχειν ὡς μόνω ἤστην, ἐκείνῳ δὲ καταχρήσασθαι τῷ
"πῶς δʼ ἂν ἐγὼ τοιόσδε τοιῷδε ἐπεχείρησα;
ソクラテス:どうやら彼は、この賢明かつ技術的な発見をして、次のように書いたのだ。 もし、身体が弱いが勇敢な男が、身体は強いが臆病な男を殴り倒し、外套か何かを奪い取って法廷に引き出された場合、両者とも真実を語ってはならない、と。 臆病な男は、勇敢な男によって自分一人で殴り倒されたのではないと言うべきであり、他方、勇敢な男は、二人きりであったことを論証しつつ、例の「私のような者が、どうしてあのような男に手を下し得たでしょうか」という台詞を都合よく使うべきだ、と。
"
ὁ δʼ οὐκ ἐρεῖ δὴ τὴν ἑαυτοῦ κάκην, ἀλλά τι ἄλλο ψεύδεσθαι ἐπιχειρῶν τάχʼ ἂν ἔλεγχόν πῃ παραδοίη τῷ ἀντιδίκῳ.
すると、相手は自分の臆病さを暴露したくはないので、何か別の嘘をつこうとして、おそらく相手に何らかの反証の機会を渡してしまうことになる。
καὶ περὶ τἆλλα δὴ τοιαῦτʼ ἄττα ἐστὶ τὰ τέχνῃ λεγόμενα.
その他、このような類いの事柄について、技術によって語られることがいくつかある。
οὐ γάρ, ὦ Φαῖδρε;
そうではないかね、パイドロス?
ΦΑΙ. τί μήν;
ΦΑΙ. その通りです。
ΣΩ. φεῦ, δεινῶς γʼ ἔοικεν ἀποκεκρυμμένην τέχνην ἀνευρεῖν ὁ Τεισίας ἢ ἄλλος ὅστις δή ποτʼ ὢν τυγχάνει καὶ ὁπόθεν χαίρει ὀνομαζόμενος.
ソクラテス:おや、ティシアス、あるいは彼が誰であれ、またどこから名乗るのを好むにせよ、どうやら実に見事に見つけ出しがたい技術を発見したものだ。
ἀτάρ, ὦ ἑταῖρε, τούτῳ ἡμεῖς πότερον λέγωμεν ἢ μὴ—
ΦΑΙ. τὸ ποῖον;
しかし、友よ、この男に対して私たちは言うべきだろうか、それとも言うまいか―― ΦΑΙ. 何をですか。
ΣΩ. ὅτι, ὦ Τεισία, πάλαι ἡμεῖς, πρὶν καὶ σὲ παρελθεῖν, τυγχάνομεν λέγοντες ὡς ἄρα τοῦτο τὸ εἰκὸς τοῖς πολλοῖς διʼ ὁμοιότητα τοῦ ἀληθοῦς τυγχάνει ἐγγιγνόμενον·
ソクラテス:「ティシアスよ、君が登場するずっと前から、私たちは次のように言っていたのだ。 結局、このらしさというものは、真実との類似性によって大衆の心に生じるのだ、と。
τὰς δὲ ὁμοιότητας ἄρτι διήλθομεν ὅτι πανταχοῦ ὁ τὴν ἀλήθειαν εἰδὼς κάλλιστα ἐπίσταται εὑρίσκειν.
そして、その類似性については、真実を知っている者がどこにおいても最も見事に見つけ出すことができるのだということを、私たちは先ほど論じたばかりだ。
ὥστʼ εἰ μὲν ἄλλο τι περὶ τέχνης λόγων λέγεις, ἀκούοιμεν ἄν·
したがって、もし君が言論の技術について何か別のことを言うなら、私たちはそれを聞こう。
εἰ δὲ μή, οἷς νυνδὴ διήλθομεν πεισόμεθα, ὡς ἐὰν μή τις τῶν τε ἀκουσομένων τὰς φύσεις διαριθμήσηται, καὶ κατʼ εἴδη τε διαιρεῖσθαι τὰ ὄντα καὶ μιᾷ ἰδέᾳ δυνατὸς ᾖ καθʼ ἓν ἕκαστον περιλαμβάνειν, οὔ ποτʼ ἔσται τεχνικὸς λόγων πέρι καθʼ ὅσον δυνατὸν ἀνθρώπῳ.
しかしそうでないなら、私たちは先ほど論じたことに従う。 すなわち、もし聞き手たちの本性を数え上げ、存在を形態ごとに分類し、単一の理念によって個々のものを一つに含括することができないなら、人間にとって可能な限りにおいて、言論の専門家になることは決してないだろう、と。
ταῦτα δὲ οὐ μή ποτε κτήσηται ἄνευ πολλῆς πραγματείας·
そして、これらのことは、多大な労苦なしに獲得できるものではない。
ἣν οὐχ ἕνεκα τοῦ λέγειν καὶ πράττειν πρὸς ἀνθρώπους δεῖ διαπονεῖσθαι τὸν σώφρονα, ἀλλὰ τοῦ θεοῖς κεχαρισμένα μὲν λέγειν δύνασθαι, κεχαρισμένως δὲ πράττειν τὸ πᾶν εἰς δύναμιν.
慎み深い人は、人々の前で語ったり行動したりするためにこの労苦を重ねるべきではなく、むしろ神々に喜ばれるように語ることができ、また神々の意に叶うようにすべてを可能な限り行うことができるためにこそ、労苦すべきなのだ」と。