§274ΣΩ. οὐ γὰρ δὴ ἄρα, ὦ Τεισία, φασὶν οἱ σοφώτεροι ἡμῶν, ὁμοδούλοις δεῖ χαρίζεσθαι μελετᾶν τὸν νοῦν ἔχοντα, ὅτι μὴ πάρεργον, ἀλλὰ δεσπόταις ἀγαθοῖς τε καὶ ἐξ ἀγαθῶν.
苏格拉底:蒂西亚斯啊,因为我们之中更聪明的人说,一个有理智的人不应当努力去取悦同为奴隶的人,除非顺便为之,而应当去取悦善良的主人们,且是出自善人门下的主人。
ὥστʼ εἰ μακρὰ ἡ περίοδος, μὴ θαυμάσῃς· μεγάλων γὰρ ἕνεκα περιιτέον, οὐχ ὡς σὺ δοκεῖς.
因此,如果这条迂回的路很长,你不要感到惊讶;因为我们是为了伟大的目标而不得不绕道,而不是像你所想的那样。
ἔσται μήν, ὡς ὁ λόγος φησίν, ἐάν τις ἐθέλῃ, καὶ ταῦτα κάλλιστα ἐξ ἐκείνων γιγνόμενα.
然而,正如论说所说,如果有人愿意,这些东西也会因为那些伟大的事业而变得非常美好。
ΦΑΙ. παγκάλως ἔμοιγε δοκεῖ λέγεσθαι, ὦ Σώκρατες, εἴπερ οἷός τέ τις εἴη.
帕德罗斯:苏格拉底,在我看来,这说得极美,只要有人能够做到的话。
ΣΩ. ἀλλὰ καὶ ἐπιχειροῦντί τοι τοῖς καλοῖς καλὸν καὶ πάσχειν ὅτι ἄν τῳ συμβῇ παθεῖν.
苏格拉底:但是对于尝试美好事物的人来说,甘愿承受可能降临于他的任何遭遇也是美好的。
ΦΑΙ. καὶ μάλα.
帕德罗斯:确实如此。
ΣΩ. οὐκοῦν τὸ μὲν τέχνης τε καὶ ἀτεχνίας λόγων πέρι ἱκανῶς ἐχέτω.
苏格拉底:那么,关于言辞的艺术与无技术,就谈到这里吧。
ΦΑΙ. τί μήν;
帕德罗斯:那还用说吗?
ΣΩ. τὸ δʼ εὐπρεπείας δὴ γραφῆς πέρι καὶ ἀπρεπείας, πῇ γιγνόμενον καλῶς ἂν ἔχοι καὶ ὅπῃ ἀπρεπῶς, λοιπόν.
苏格拉底:至于书写的适宜与不适宜,即以何种方式写是好的,以何种方式是不适宜的,这依然是留下的问题。
ἦ γάρ;
不是吗?
ΦΑΙ. ναί.
帕德罗斯:是的。
ΣΩ. οἶσθʼ οὖν ὅπῃ μάλιστα θεῷ χαριῇ λόγων πέρι πράττων ἢ λέγων;
苏格拉底:那么,你是否知道在有关言辞的事情上,如何行动或说话最能取悦神明?
ΦΑΙ. οὐδαμῶς· σὺ δέ;
帕德罗斯:完全不知道;你呢?
ΣΩ. ἀκοήν γʼ ἔχω λέγειν τῶν προτέρων, τὸ δʼ ἀληθὲς αὐτοὶ ἴσασιν.
苏格拉底:我至少能说出前辈们的传闻,而真理只有他们自己知道。
εἰ δὲ τοῦτο εὕροιμεν αὐτοί, ἆρά γʼ ἂν ἔθʼ ἡμῖν μέλοι τι τῶν ἀνθρωπίνων δοξασμάτων;
如果我们自己能找到它,我们还会去在意凡人的意见吗?
ΦΑΙ. γελοῖον ἤρου· ἀλλʼ ἃ φῂς ἀκηκοέναι λέγε.
帕德罗斯:你问了一个荒谬的问题;不过请讲你所听到的。
ΣΩ. ἤκουσα τοίνυν περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι τῶν ἐκεῖ παλαιῶν τινα θεῶν, οὗ καὶ τὸ ὄρνεον ἱερὸν ὃ δὴ καλοῦσιν Ἶβιν· αὐτῷ δὲ ὄνομα τῷ δαίμονι εἶναι Θεύθ.
苏格拉底:那么,我听说在埃及的纳乌克拉提斯附近,有当地的一位古老神明,以他为圣的鸟就是人们称为朱鹭的那种鸟;这位神灵的名字叫作忒吾特。
τοῦτον δὴ πρῶτον ἀριθμόν τε καὶ λογισμὸν εὑρεῖν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν, ἔτι δὲ πεττείας τε καὶ κυβείας, καὶ δὴ καὶ γράμματα.
据说他最先发明了数目和计算,以及几何学和天文学,还有棋戏和骰子,尤其是文字。
βασιλέως δʼ αὖ τότε ὄντος Αἰγύπτου ὅλης Θαμοῦ περὶ τὴν μεγάλην πόλιν τοῦ ἄνω τόπου ἣν οἱ Ἕλληνες Αἰγυπτίας Θήβας καλοῦσι, καὶ τὸν θεὸν Ἄμμωνα, παρὰ τοῦτον ἐλθὼν ὁ Θεὺθ τὰς τέχνας ἐπέδειξεν, καὶ ἔφη δεῖν διαδοθῆναι τοῖς ἄλλοις Αἰγυπτίοις·
当时整个埃及的国王是塔穆斯,他居住在上埃及的那座大城市周围,希腊人称之为埃及底比斯,他们称那里的神为阿蒙。 忒吾特来到他那里,展示了他的技术,并说应当将这些技术传给其他埃及人。
ὁ δὲ ἤρετο ἥντινα ἑκάστη ἔχοι ὠφελίαν, διεξιόντος δέ, ὅτι καλῶς ἢ μὴ καλῶς δοκοῖ λέγειν, τὸ μὲν ἔψεγεν, τὸ δʼ ἐπῄνει.
塔穆斯询问每一项技术有什么用处,在忒吾特逐一解释时,塔穆斯根据自己认为说得好或不好的地方,有的加以指责,有的予以赞扬。
πολλὰ μὲν δὴ περὶ ἑκάστης τῆς τέχνης ἐπʼ ἀμφότερα Θαμοῦν τῷ Θεὺθ λέγεται ἀποφήνασθαι, ἃ λόγος πολὺς ἂν εἴη διελθεῖν· ἐπειδὴ δὲ ἐπὶ τοῖς γράμμασιν ἦν,
τοῦτο δέ, ὦ βασιλεῦ, τὸ μάθημα,
ἔφη ὁ Θεύθ,
σοφωτέρους Αἰγυπτίους καὶ μνημονικωτέρους παρέξει· μνήμης τε γὰρ καὶ σοφίας φάρμακον ηὑρέθη.
据说塔穆斯就每项技术对忒吾特发表了许多赞成和反对的意见,这些话要说完可就太长了;但当谈到文字时,忒吾特说: “国王陛下,这门学问将使埃及人更聪明,并提高他们的记忆力;因为这被发现是记忆和智慧的药。
§275ΣΩ. ὁ δʼ εἶπεν· ὦ τεχνικώτατε Θεύθ, ἄλλος μὲν τεκεῖν δυνατὸς τὰ τέχνης, ἄλλος δὲ κρῖναι τίνʼ ἔχει μοῖραν βλάβης τε καὶ ὠφελίας τοῖς μέλλουσι χρῆσθαι·
” 苏格拉底:但塔穆斯回答说: “最精于技术的忒吾特啊,能够创造艺术之物的人是一回事,而能够判定这些技术给将要使用它们的人带来多少害处和益处的人又是另一回事。
καὶ νῦν σύ, πατὴρ ὢν γραμμάτων, διʼ εὔνοιαν τοὐναντίον εἶπες ἢ δύναται.
而现在,你作为文字的父亲,由于对它的偏爱,所说的话恰恰与它的实际作用相反。
τοῦτο γὰρ τῶν μαθόντων λήθην μὲν ἐν ψυχαῖς παρέξει μνήμης ἀμελετησίᾳ, ἅτε διὰ πίστιν γραφῆς ἔξωθεν ὑπʼ ἀλλοτρίων τύπων, οὐκ ἔνδοθεν αὐτοὺς ὑφʼ αὑτῶν ἀναμιμνῃσκομένους·
因为这将在学习者的灵魂中由于疏于记忆而产生遗忘,因为他们信任书写,从而通过外在的异己印记来回忆,而不是在内心由他们自己来记起。
οὔκουν μνήμης ἀλλὰ ὑπομνήσεως φάρμακον ηὗρες.
所以,你发现的不是记忆的药,而是备忘的药。
σοφίας δὲ τοῖς μαθηταῖς δόξαν, οὐκ ἀλήθειαν πορίζεις· πολυήκοοι γάρ σοι γενόμενοι ἄνευ διδαχῆς πολυγνώμονες εἶναι δόξουσιν, ἀγνώμονες ὡς ἐπὶ τὸ πλῆθος ὄντες, καὶ χαλεποὶ συνεῖναι, δοξόσοφοι γεγονότες ἀντὶ σοφῶν.
你提供给学生们的是智慧的虚名,而不是真理;因为他们不经教导就听了许多事情,便会显得无所不知,而实际上他们大多一无所知,并且难以相处,因为他们成了徒有虚名的智者,而不是真正的智者。
ΦΑΙ. ὦ Σώκρατες, ῥᾳδίως σὺ Αἰγυπτίους καὶ ὁποδαποὺς ἂν ἐθέλῃς λόγους ποιεῖς.
” 帕德罗斯:苏格拉底,你很容易就能编造出关于埃及或任何你想要的国家的言论。
ΣΩ. οἱ δέ γʼ, ὦ φίλε, ἐν τῷ τοῦ Διὸς τοῦ Δωδωναίου ἱερῷ δρυὸς λόγους ἔφησαν μαντικοὺς πρώτους γενέσθαι.
苏格拉底:但是,我的朋友,在多多纳的多斯神庙里的人们说,最早的预言性言辞是来自一棵橡树。
τοῖς μὲν οὖν τότε, ἅτε οὐκ οὖσι σοφοῖς ὥσπερ ὑμεῖς οἱ νέοι, ἀπέχρη δρυὸς καὶ πέτρας ἀκούειν ὑπʼ εὐηθείας, εἰ μόνον ἀληθῆ λέγοιεν·
对于那时的人来说,因为他们不像你们现在的年轻人那样聪明,他们由于淳朴,只要橡树和岩石说的是真话,听它们说话就足够了。
σοὶ δʼ ἴσως διαφέρει τίς ὁ λέγων καὶ ποδαπός.
但对你来说,也许说话者是谁、来自何方是有区别的。
οὐ γὰρ ἐκεῖνο μόνον σκοπεῖς, εἴτε οὕτως εἴτε ἄλλως ἔχει;
因为难道你不仅应当考察那件事是这样还是那样吗?
ΦΑΙ. ὀρθῶς ἐπέπληξας, καί μοι δοκεῖ περὶ γραμμάτων ἔχειν ᾗπερ ὁ Θηβαῖος λέγει.
帕德罗斯:你批评得对,在我看来,关于文字的事情正如那位底比斯人所说的那样。
ΣΩ. οὐκοῦν ὁ τέχνην οἰόμενος ἐν γράμμασι καταλιπεῖν, καὶ αὖ ὁ παραδεχόμενος ὥς τι σαφὲς καὶ βέβαιον ἐκ γραμμάτων ἐσόμενον, πολλῆς ἂν εὐηθείας γέμοι καὶ τῷ ὄντι τὴν Ἄμμωνος μαντείαν ἀγνοοῖ, πλέον τι οἰόμενος εἶναι λόγους γεγραμμένους τοῦ τὸν εἰδότα ὑπομνῆσαι περὶ ὧν ἂν ᾖ τὰ γεγραμμένα.
苏格拉底:因此,那个以为自己在文字中留下了技术的人,以及那个接受它并以为从文字中能得到某种明确而可靠之物的人,都充满了极大的愚蠢,并且实际上不了解阿蒙的预言,因为他们认为书写下来的言辞超过了能让知晓者想起书写所关涉之物的功能。
ΦΑΙ. ὀρθότατα.
帕德罗斯:极对。
ΣΩ. δεινὸν γάρ που, ὦ Φαῖδρε, τοῦτʼ ἔχει γραφή, καὶ ὡς ἀληθῶς ὅμοιον ζωγραφίᾳ.
苏格拉底:帕德罗斯,书写确实有这样奇妙的性质,它真的很像绘画。
καὶ γὰρ τὰ ἐκείνης ἔκγονα ἕστηκε μὲν ὡς ζῶντα, ἐὰν δʼ ἀνέρῃ τι, σεμνῶς πάνυ σιγᾷ.
因为绘画的产物立在那里,仿佛活着,但如果你问它们什么,它们却非常庄严地保持沉默。
ταὐτὸν δὲ καὶ οἱ λόγοι· δόξαις μὲν ἂν ὥς τι φρονοῦντας αὐτοὺς λέγειν, ἐὰν δέ τι ἔρῃ τῶν λεγομένων βουλόμενος μαθεῖν, ἕν τι σημαίνει μόνον ταὐτὸν ἀεί.
言辞也是一样;你会以为它们在说话,仿佛它们很有思想,但如果你为了学习而询问所说的任何内容,它们却始终只指示完全相同的一件事。
ὅταν δὲ ἅπαξ γραφῇ, κυλινδεῖται μὲν πανταχοῦ πᾶς λόγος ὁμοίως παρὰ τοῖς ἐπαΐουσιν, ὡς δʼ αὕτως παρʼ οἷς οὐδὲν προσήκει, καὶ οὐκ ἐπίσταται λέγειν οἷς δεῖ γε καὶ μή.
一旦言辞被写下来,每一个言辞都会在所有地方滚来滚去,同样地落入理解它的人手中,也同样地落入不相干的人手中,它不知道对谁该说,对谁不该说。
πλημμελούμενος δὲ καὶ οὐκ ἐν δίκῃ λοιδορηθεὶς τοῦ πατρὸς ἀεὶ δεῖται βοηθοῦ· αὐτὸς γὰρ οὔτʼ ἀμύνασθαι οὔτε βοηθῆσαι δυνατὸς αὑτῷ.
当它受到伤害并遭到不公的辱骂时,它总是需要父亲的帮助;因为它自己既无法防卫,也无法帮助自己。
ΦΑΙ. καὶ ταῦτά σοι ὀρθότατα εἴρηται.
帕德罗斯:你说的这些也极对。