§270ΣΩ. πᾶσαι ὅσαι μεγάλαι τῶν τεχνῶν προσδέονται ἀδολεσχίας καὶ μετεωρολογίας φύσεως πέρι·
ソクラテス:あらゆる偉大な技術は、自然についての飽くなき議論と高遠な考察を必要とする。
τὸ γὰρ ὑψηλόνουν τοῦτο καὶ πάντῃ τελεσιουργὸν ἔοικεν ἐντεῦθέν ποθεν εἰσιέναι.
なぜなら、この高邁な思考とあらゆる点における完成力は、どうやらそのようなところから入り込んでくるものと思われるからだ。
ὃ καὶ Περικλῆς πρὸς τῷ εὐφυὴς εἶναι ἐκτήσατο·
これこそ、ペリクレスが生まれつき才能に恵まれていたことに加えて獲得したものであった。
προσπεσὼν γὰρ οἶμαι τοιούτῳ ὄντι Ἀναξαγόρᾳ, μετεωρολογίας ἐμπλησθεὶς καὶ ἐπὶ φύσιν νοῦ τε καὶ διανοίας ἀφικόμενος, ὧν δὴ πέρι τὸν πολὺν λόγον ἐποιεῖτο Ἀναξαγόρας, ἐντεῦθεν εἵλκυσεν ἐπὶ τὴν τῶν λόγων τέχνην τὸ πρόσφορον αὐτῇ.
思うに、彼はそのような人物であったアナクサゴラスに師事し、高遠な考察で満たされ、理性と知性の本性に到達した(これらについてこそアナクサゴラスは多くの議論を行っていたのだ)ことで、そこから言論の技術へと、それに適合するものを取り入れたのである。
ΦΑΙ. πῶς τοῦτο λέγεις;
ΦΑΙ. それはどういう意味ですか。
ΣΩ. ὁ αὐτός που τρόπος τέχνης ἰατρικῆς ὅσπερ καὶ ῥητορικῆς.
ソクラテス:おそらく、医術の方法は修辞術の方法と全く同じなのだ。
ΦΑΙ. πῶς δή;
ΦΑΙ. どうしてですか。
ΣΩ. ἐν ἀμφοτέραις δεῖ διελέσθαι φύσιν, σώματος μὲν ἐν τῇ ἑτέρᾳ, ψυχῆς δὲ ἐν τῇ ἑτέρᾳ, εἰ μέλλεις, μὴ τριβῇ μόνον καὶ ἐμπειρίᾳ ἀλλὰ τέχνῃ, τῷ μὲν φάρμακα καὶ τροφὴν προσφέρων ὑγίειαν καὶ ῥώμην ἐμποιήσειν, τῇ δὲ λόγους τε καὶ ἐπιτηδεύσεις νομίμους πειθὼ ἣν ἂν βούλῃ καὶ ἀρετὴν παραδώσειν.
ソクラテス:もし君が、単なる慣れや経験だけでなく、技術によって、一方には薬と栄養を与えることで健康と体力を生じさせ、他方には言論と合法的な習慣を与えることで、望む通りの説得と徳を授けようとするならば、両者において本性を分析する必要がある。 すなわち、一方においては身体の本性を、他方においては魂の本性を。
ΦΑΙ. τὸ γοῦν εἰκός, ὦ Σώκρατες, οὕτως.
ΦΑΙ. ソクラテスよ、確かにその通りのようです。
ΣΩ. ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως;
ソクラテス:では、宇宙の本性なしに、魂の本性を十分に理解することは可能だと思うかね。
ΦΑΙ. εἰ μὲν Ἱπποκράτει γε τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πιθέσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης.
ΦΑΙ. もしアスクレピオスの一族であるヒッポクラテスをいくらかでも信じるならば、身体についても、この方法なしには理解できません。
ΣΩ. καλῶς γάρ, ὦ ἑταῖρε, λέγει·
ソクラテス:友よ、彼は実に見事なことを言っている。
χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντα σκοπεῖν εἰ συμφωνεῖ.
しかし、ヒッポクラテスに加えて、その議論を検討し、合致しているかどうかを確かめる必要がある。
ΦΑΙ. φημί.
ΦΑΙ. そうですね。
ΣΩ. τὸ τοίνυν περὶ φύσεως σκόπει τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος.
ソクラテス:それでは、ヒッポクラテスと真実の議論が、本性について何と言っているかを見てみよう。
ἆρʼ οὐχ ὧδε δεῖ διανοεῖσθαι περὶ ὁτουοῦν φύσεως·
およそいかなるものの本性についても、次のように考えるべきではないだろうか。
πρῶτον μέν, ἁπλοῦν ἢ πολυειδές ἐστιν οὗ πέρι βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ καὶ ἄλλον δυνατοὶ ποιεῖν, ἔπειτα δέ, ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾶν ἔχον ἢ τίνα εἰς τὸ παθεῖν ὑπὸ τοῦ, ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενον, ὅπερ ἐφʼ ἑνός, τοῦτʼ ἰδεῖν ἐφʼ ἑκάστου, τῷ τί ποιεῖν αὐτὸ πέφυκεν ἢ τῷ τί παθεῖν ὑπὸ τοῦ;
まず第一に、私たちが自ら専門家となり、他者をもそうさせることができるよう望むその対象が、単純なものであるのか、それとも多くの形態を持つものであるのかを。 次いで、もしそれが単純なものであるならば、その力を考察し、それが何に対してどのような作用を及ぼす本性を持つのか、あるいは何からどのような作用を受ける本性を持つのかを。 また、もしそれが多くの形態を持つならば、それらを数え上げ、単純なものの場合と同様に、それぞれについて、それが何に対してどのような作用を及ぼす本性を持つのか、あるいは何からどのような作用を受ける本性を持つのかを見るべきではないだろうか。
ΦΑΙ. κινδυνεύει, ὦ Σώκρατες.
ΦΑΙ. そのようですね、ソクラテス。
ΣΩ. ἡ γοῦν ἄνευ τούτων μέθοδος ἐοίκοι ἂν ὥσπερ τυφλοῦ πορείᾳ.
ソクラテス:ともかく、これらなしに行う方法は、まるで盲人の歩みのようであろう。
ἀλλʼ οὐ μὴν ἀπεικαστέον τόν γε τέχνῃ μετιόντα ὁτιοῦν τυφλῷ οὐδὲ κωφῷ, ἀλλὰ δῆλον ὡς, ἄν τῴ τις τέχνῃ λόγους διδῷ, τὴν οὐσίαν δείξει ἀκριβῶς τῆς φύσεως τούτου πρὸς ὃ τοὺς λόγους προσοίσει·
しかし、何であれ技術によって追求する者を、盲人や耳の聞こえない者に例えるべきではない。 むしろ、誰かが技術によって言論を伝授するならば、彼は言論を適用する相手の本質的な本性を正確に示すことは明らかである。
ἔσται δέ που ψυχὴ τοῦτο.
そして、その相手とは、おそらく魂であろう。
ΦΑΙ. τί μήν;
ΦΑΙ. その通りです。
§271ΣΩ. οὐκοῦν ἡ ἅμιλλα αὐτῷ τέταται πρὸς τοῦτο πᾶσα·
ソクラテス:とすれば、彼のすべての努力はこれに向けられている。
πειθὼ γὰρ ἐν τούτῳ ποιεῖν ἐπιχειρεῖ.
なぜなら、彼はこの中に説得を生じさせようと試みているのだから。
ἦ γάρ;
そうではないか。
ΦΑΙ. ναί.
ΦΑΙ. はい。
ΣΩ. δῆλον ἄρα ὅτι ὁ Θρασύμαχός τε καὶ ὃς ἂν ἄλλος σπουδῇ τέχνην ῥητορικὴν διδῷ, πρῶτον πάσῃ ἀκριβείᾳ γράψει τε καὶ ποιήσει ψυχὴν ἰδεῖν, πότερον ἓν καὶ ὅμοιον πέφυκεν ἢ κατὰ σώματος μορφὴν πολυειδές·
ソクラテス:だから明らかである、トラシュマコスや、その他真剣に修辞術を教える者は誰でも、第一に、魂が本性上、単一で均一なものであるのか、それとも身体の形態のように多くの形態を持つものであるのかを、極めて正確に描き出し、見せてくれるだろう。
τοῦτο γάρ φαμεν φύσιν εἶναι δεικνύναι.
なぜなら、これこそが本性を示すことであると、私たちは言っているのだから。
ΦΑΙ. παντάπασι μὲν οὖν.
ΦΑΙ. 全くその通りです。
ΣΩ. δεύτερον δέ γε, ὅτῳ τί ποιεῖν ἢ παθεῖν ὑπὸ τοῦ πέφυκεν.
ソクラテス:そして第二に、それが何に対して何を行い、何からどのような作用を受ける本性を持つのかを示すだろう。
ΦΑΙ. τί μήν;
ΦΑΙ. 当然です。
ΣΩ. τρίτον δὲ δὴ διαταξάμενος τὰ λόγων τε καὶ ψυχῆς γένη καὶ τὰ τούτων παθήματα δίεισι πάσας αἰτίας, προσαρμόττων ἕκαστον ἑκάστῳ καὶ διδάσκων οἵα οὖσα ὑφʼ οἵων λόγων διʼ ἣν αἰτίαν ἐξ ἀνάγκης ἡ μὲν πείθεται, ἡ δὲ ἀπειθεῖ.
ソクラテス:そして第三に、言論の形態と魂の形態、およびこれらへの作用を分類した上で、彼はすべての原因を詳細に論じ、それぞれをそれぞれに適合させ、どのような魂が、どのような言論によって、いかなる原因により、必然的に説得され、また別の魂が説得されないのかを教えるだろう。
ΦΑΙ. κάλλιστα γοῦν ἄν, ὡς ἔοικʼ, ἔχοι οὕτως.
ΦΑΙ. そうであれば、どうやら実に見事なものになりそうです。
ΣΩ. οὔτοι μὲν οὖν, ὦ φίλε, ἄλλως ἐνδεικνύμενον ἢ λεγόμενον τέχνῃ ποτὲ λεχθήσεται ἢ γραφήσεται οὔτε τι ἄλλο οὔτε τοῦτο.
ソクラテス:友よ、確かに、これ以外の方法で示され、語られるものは、それが他のいかなるものであれ、この修辞術であれ、決して技術によって語られ、あるいは書かれることはないだろう。
ἀλλʼ οἱ νῦν γράφοντες, ὧν σὺ ἀκήκοας, τέχνας λόγων πανοῦργοί εἰσιν καὶ ἀποκρύπτονται, εἰδότες ψυχῆς πέρι παγκάλως·
しかし、君が耳にしてきた、現代の言論の技術を書いている者たちは悪賢く、魂について実によく知っているにもかかわらず、それを隠している。
πρὶν ἂν οὖν τὸν τρόπον τοῦτον λέγωσί τε καὶ γράφωσι, μὴ πειθώμεθα αὐτοῖς τέχνῃ γράφειν.
したがって、彼らがこの方法で語り、書くようになるまでは、彼らが技術によって書いていると信じるのはやめよう。
ΦΑΙ. τίνα τοῦτον;
ΦΑΙ. この方法とは、どのような方法ですか。
ΣΩ. αὐτὰ μὲν τὰ ῥήματα εἰπεῖν οὐκ εὐπετές·
ソクラテス:その言葉そのものを語ることは容易ではない。
ὡς δὲ δεῖ γράφειν, εἰ μέλλει τεχνικῶς ἔχειν καθʼ ὅσον ἐνδέχεται, λέγειν ἐθέλω.
しかし、技術的なものとなるために、どのように書くべきであるかについて、私は語りたいと思う。
ΦΑΙ. λέγε δή.
ΦΑΙ. 言ってください。
ΣΩ. ἐπειδὴ λόγου δύναμις τυγχάνει ψυχαγωγία οὖσα, τὸν μέλλοντα ῥητορικὸν ἔσεσθαι ἀνάγκη εἰδέναι ψυχὴ ὅσα εἴδη ἔχει.
ソクラテス:言論の力は、たまたま魂を導くものであるがゆえに、修辞家になろうとする者は、魂がいくつの形態を持っているかを知る必要がある。
ἔστιν οὖν τόσα καὶ τόσα, καὶ τοῖα καὶ τοῖα, ὅθεν οἱ μὲν τοιοίδε, οἱ δὲ τοιοίδε γίγνονται·
すなわち、これこれの数の、これこれの性質の形態があり、それゆえにある人々はこのような者となり、他の人々はあのような者となる。
τούτων δὲ δὴ οὕτω διῃρημένων, λόγων αὖ τόσα καὶ τόσα ἔστιν εἴδη, τοιόνδε ἕκαστον.
これらがこのように分類された上で、言論にもまた、これこれの数の形態があり、それぞれがこれこれの性質を持つ。
οἱ μὲν οὖν τοιοίδε ὑπὸ τῶν τοιῶνδε λόγων διὰ τήνδε τὴν αἰτίαν ἐς τὰ τοιάδε εὐπειθεῖς, οἱ δὲ τοιοίδε διὰ τάδε δυσπειθεῖς·
したがって、このような人々は、このような言論によって、これこれの原因で、このような事柄へと容易に説得され、他方、あのような人々は、あのような原因で説得されにくい。
δεῖ δὴ ταῦτα ἱκανῶς νοήσαντα, μετὰ ταῦτα θεώμενον αὐτὰ ἐν ταῖς πράξεσιν ὄντα τε καὶ πραττόμενα, ὀξέως τῇ αἰσθήσει δύνασθαι ἐπακολουθεῖν, ἢ μηδὲν εἶναί πω πλέον αὐτῷ ὧν τότε ἤκουεν λόγων συνών.
それゆえ、これらを十分に理解した上で、その後にこれらが実際の行動の中で存在し、行われているのを観察し、知覚によって機敏に追跡できなければならない。 さもなければ、かつて師のもとで聞いていた言論から、彼にはまだ何の益も得られないであろう。