← プラトン

パイドロス

§270-271

医術との対比による魂の探究と真の弁論術

ソクラテスは、偉大な技術には自然(本性)の探究が必要であることをペリクレスの例を用いて語り、修辞術と医術を対比させながら、魂の本質を分析する体系的方法の重要性と、魂のタイプに応じた言論の分類の必要性を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§270

ΣΩ. πᾶσαι ὅσαι μεγάλαι τῶν τεχνῶν προσδέονται ἀδολεσχίας καὶ μετεωρολογίας φύσεως πέρι· τὸ γὰρ ὑψηλόνουν τοῦτο καὶ πάντῃ τελεσιουργὸν1 ἔοικεν ἐντεῦθέν ποθεν εἰσιέναι. ὃ καὶ Περικλῆς πρὸς τῷ εὐφυὴς εἶναι ἐκτήσατο· προσπεσὼν γὰρ οἶμαι τοιούτῳ ὄντι Ἀναξαγόρᾳ, μετεωρολογίας ἐμπλησθεὶς καὶ ἐπὶ φύσιν νοῦ τε καὶ διανοίας ἀφικόμενος, ὧν δὴ πέρι τὸν πολὺν λόγον ἐποιεῖτο Ἀναξαγόρας, ἐντεῦθεν εἵλκυσεν ἐπὶ τὴν τῶν λόγων τέχνην τὸ πρόσφορον αὐτῇ. ΦΑΙ. πῶς τοῦτο λέγεις; ΣΩ. ὁ αὐτός που τρόπος τέχνης ἰατρικῆς ὅσπερ καὶ ῥητορικῆς. ΦΑΙ. πῶς δή; ΣΩ. ἐν ἀμφοτέραις δεῖ διελέσθαι φύσιν, σώματος μὲν ἐν τῇ ἑτέρᾳ, ψυχῆς δὲ ἐν τῇ ἑτέρᾳ, εἰ μέλλεις, μὴ τριβῇ μόνον καὶ ἐμπειρίᾳ ἀλλὰ τέχνῃ, τῷ μὲν φάρμακα καὶ τροφὴν προσφέρων ὑγίειαν καὶ ῥώμην ἐμποιήσειν, τῇ δὲ λόγους τε καὶ ἐπιτηδεύσεις νομίμους πειθὼ ἣν ἂν βούλῃ καὶ ἀρετὴν παραδώσειν. ΦΑΙ. τὸ γοῦν εἰκός, ὦ Σώκρατες, οὕτως. ΣΩ. ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; ΦΑΙ. εἰ μὲν Ἱπποκράτει γε τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πιθέσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης. ΣΩ. καλῶς γάρ, ὦ ἑταῖρε, λέγει· χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντα σκοπεῖν εἰ συμφωνεῖ. ΦΑΙ. φημί. ΣΩ. τὸ τοίνυν περὶ φύσεως σκόπει τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος. ἆρʼ οὐχ ὧδε δεῖ διανοεῖσθαι περὶ ὁτουοῦν φύσεως· πρῶτον μέν, ἁπλοῦν ἢ πολυειδές ἐστιν οὗ πέρι βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ καὶ ἄλλον δυνατοὶ ποιεῖν, ἔπειτα δέ, ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾶν ἔχον ἢ τίνα εἰς τὸ παθεῖν ὑπὸ τοῦ, ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενον, ὅπερ ἐφʼ ἑνός, τοῦτʼ ἰδεῖν ἐφʼ ἑκάστου, τῷ τί ποιεῖν αὐτὸ πέφυκεν ἢ τῷ τί παθεῖν ὑπὸ τοῦ;2 ΦΑΙ. κινδυνεύει, ὦ Σώκρατες. ΣΩ. ἡ γοῦν ἄνευ τούτων μέθοδος ἐοίκοι ἂν ὥσπερ τυφλοῦ πορείᾳ. ἀλλʼ οὐ μὴν ἀπεικαστέον τόν γε τέχνῃ μετιόντα ὁτιοῦν τυφλῷ οὐδὲ κωφῷ, ἀλλὰ δῆλον ὡς, ἄν τῴ τις τέχνῃ λόγους διδῷ, τὴν οὐσίαν δείξει ἀκριβῶς τῆς φύσεως τούτου πρὸς ὃ τοὺς λόγους προσοίσει· ἔσται δέ που ψυχὴ τοῦτο. ΦΑΙ. τί μήν;

ソクラテス:あらゆる偉大な技術は、自然についての飽くなき議論と高遠な考察を必要とする。なぜなら、この高邁な思考とあらゆる点における完成力は、どうやらそのようなところから入り込んでくるものと思われるからだ。これこそ、ペリクレスが生まれつき才能に恵まれていたことに加えて獲得したものであった。思うに、彼はそのような人物であったアナクサゴラスに師事し、高遠な考察で満たされ、理性と知性の本性に到達した(これらについてこそアナクサゴラスは多くの議論を行っていたのだ)ことで、そこから言論の技術へと、それに適合するものを取り入れたのである。 パイドロス:それはどういう意味ですか。 ソクラテス:おそらく、医術の方法は修辞術の方法と全く同じなのだ。 パイドロス:どうしてですか。 ソクラテス:もし君が、単なる慣れや経験だけでなく、技術によって、一方には薬と栄養を与えることで健康と体力を生じさせ、他方には言論と合法的な習慣を与えることで、望む通りの説得と徳を授けようとするならば、両者において本性を分析する必要がある。すなわち、一方においては身体の本性を、他方においては魂の本性を。 パイドロス:ソクラテスよ、確かにその通りのようです。 ソクラテス:では、宇宙の本性なしに、魂の本性を十分に理解することは可能だと思うかね。 パイドロス:もしアスクレピオスの一族であるヒッポクラテスをいくらかでも信じるならば、身体についても、この方法なしには理解できません。 ソクラテス:友よ、彼は実に見事なことを言っている。しかし、ヒッポクラテスに加えて、その議論を検討し、合致しているかどうかを確かめる必要がある。 パイドロス:そうですね。 ソクラテス:それでは、ヒッポクラテスと真実の議論が、本性について何と言っているかを見てみよう。およそいかなるものの本性についても、次のように考えるべきではないだろうか。まず第一に、私たちが自ら専門家となり、他者をもそうさせることができるよう望むその対象が、単純なものであるのか、それとも多くの形態を持つものであるのかを。次いで、もしそれが単純なものであるならば、その力を考察し、それが何に対してどのような作用を及ぼす本性を持つのか、あるいは何からどのような作用を受ける本性を持つのかを。また、もしそれが多くの形態を持つならば、それらを数え上げ、単純なものの場合と同様に、それぞれについて、それが何に対してどのような作用を及ぼす本性を持つのか、あるいは何からどのような作用を受ける本性を持つのかを見るべきではないだろうか。 パイドロス:そのようですね、ソクラテス。 ソクラテス:ともかく、これらなしに行う方法は、まるで盲人の歩みのようであろう。しかし、何であれ技術によって追求する者を、盲人や耳の聞こえない者に例えるべきではない。むしろ、誰かが技術によって言論を伝授するならば、彼は言論を適用する相手の本質的な本性を正確に示すことは明らかである。そして、その相手とは、おそらく魂であろう。 パイドロス:その通りです。

§271

ΣΩ. οὐκοῦν ἡ ἅμιλλα αὐτῷ τέταται πρὸς τοῦτο πᾶσα· πειθὼ γὰρ ἐν τούτῳ ποιεῖν ἐπιχειρεῖ. ἦ γάρ; ΦΑΙ. ναί. ΣΩ. δῆλον ἄρα ὅτι ὁ Θρασύμαχός τε καὶ ὃς ἂν ἄλλος σπουδῇ τέχνην ῥητορικὴν διδῷ, πρῶτον πάσῃ ἀκριβείᾳ γράψει τε καὶ ποιήσει ψυχὴν ἰδεῖν, πότερον ἓν καὶ ὅμοιον πέφυκεν ἢ κατὰ σώματος μορφὴν πολυειδές· τοῦτο γάρ φαμεν φύσιν εἶναι δεικνύναι. ΦΑΙ. παντάπασι μὲν οὖν. ΣΩ. δεύτερον δέ γε, ὅτῳ τί ποιεῖν ἢ παθεῖν ὑπὸ τοῦ πέφυκεν. ΦΑΙ. τί μήν; ΣΩ. τρίτον δὲ δὴ διαταξάμενος τὰ λόγων τε καὶ ψυχῆς γένη καὶ τὰ τούτων παθήματα δίεισι πάσας αἰτίας, προσαρμόττων ἕκαστον ἑκάστῳ καὶ διδάσκων οἵα οὖσα ὑφʼ οἵων λόγων διʼ ἣν αἰτίαν ἐξ ἀνάγκης ἡ μὲν πείθεται, ἡ δὲ ἀπειθεῖ. ΦΑΙ. κάλλιστα γοῦν ἄν, ὡς ἔοικʼ, ἔχοι οὕτως. ΣΩ. οὔτοι μὲν οὖν, ὦ φίλε, ἄλλως ἐνδεικνύμενον ἢ λεγόμενον τέχνῃ ποτὲ λεχθήσεται ἢ γραφήσεται οὔτε τι ἄλλο οὔτε τοῦτο. ἀλλʼ οἱ νῦν γράφοντες, ὧν σὺ ἀκήκοας, τέχνας λόγων πανοῦργοί εἰσιν καὶ ἀποκρύπτονται, εἰδότες ψυχῆς πέρι παγκάλως· πρὶν ἂν οὖν τὸν τρόπον τοῦτον λέγωσί τε καὶ γράφωσι, μὴ πειθώμεθα αὐτοῖς τέχνῃ γράφειν. ΦΑΙ. τίνα τοῦτον; ΣΩ. αὐτὰ μὲν τὰ ῥήματα εἰπεῖν οὐκ εὐπετές· ὡς δὲ δεῖ γράφειν, εἰ μέλλει τεχνικῶς ἔχειν καθʼ ὅσον ἐνδέχεται, λέγειν ἐθέλω. ΦΑΙ. λέγε δή. ΣΩ. ἐπειδὴ λόγου δύναμις τυγχάνει ψυχαγωγία οὖσα, τὸν μέλλοντα ῥητορικὸν ἔσεσθαι ἀνάγκη εἰδέναι ψυχὴ ὅσα εἴδη ἔχει.3 ἔστιν οὖν τόσα καὶ τόσα, καὶ τοῖα καὶ τοῖα, ὅθεν οἱ μὲν τοιοίδε, οἱ δὲ τοιοίδε γίγνονται· τούτων δὲ δὴ οὕτω διῃρημένων, λόγων αὖ τόσα καὶ τόσα ἔστιν εἴδη, τοιόνδε ἕκαστον. οἱ μὲν οὖν τοιοίδε ὑπὸ τῶν τοιῶνδε λόγων διὰ τήνδε τὴν αἰτίαν ἐς τὰ τοιάδε εὐπειθεῖς, οἱ δὲ τοιοίδε διὰ τάδε δυσπειθεῖς· δεῖ δὴ ταῦτα ἱκανῶς νοήσαντα, μετὰ ταῦτα θεώμενον αὐτὰ ἐν ταῖς πράξεσιν ὄντα τε καὶ πραττόμενα, ὀξέως τῇ αἰσθήσει δύνασθαι ἐπακολουθεῖν, ἢ μηδὲν εἶναί πω πλέον αὐτῷ ὧν τότε ἤκουεν λόγων συνών.

ソクラテス:とすれば、彼のすべての努力はこれに向けられている。なぜなら、彼はこの中に説得を生じさせようと試みているのだから。そうではないか。 パイドロス:はい。 ソクラテス:だから明らかである、トラシュマコスや、その他真剣に修辞術を教える者は誰でも、第一に、魂が本性上、単一で均一なものであるのか、それとも身体の形態のように多くの形態を持つものであるのかを、極めて正確に描き出し、見せてくれるだろう。なぜなら、これこそが本性を示すことであると、私たちは言っているのだから。 パイドロス:全くその通りです。 ソクラテス:そして第二に、それが何に対して何を行い、何からどのような作用を受ける本性を持つのかを示すだろう。 パイドロス:当然です。 ソクラテス:そして第三に、言論の形態と魂の形態、およびこれらへの作用を分類した上で、彼はすべての原因を詳細に論じ、それぞれをそれぞれに適合させ、どのような魂が、どのような言論によって、いかなる原因により、必然的に説得され、また別の魂が説得されないのかを教えるだろう。 パイドロス:そうであれば、どうやら実に見事なものになりそうです。 ソクラテス:友よ、確かに、これ以外の方法で示され、語られるものは、それが他のいかなるものであれ、この修辞術であれ、決して技術によって語られ、あるいは書かれることはないだろう。しかし、君が耳にしてきた、現代の言論の技術を書いている者たちは悪賢く、魂について実によく知っているにもかかわらず、それを隠している。したがって、彼らがこの方法で語り、書くようになるまでは、彼らが技術によって書いていると信じるのはやめよう。 パイドロス:この方法とは、どのような方法ですか。 ソクラテス:その言葉そのものを語ることは容易ではない。しかし、技術的なものとなるために、どのように書くべきであるかについて、私は語りたいと思う。 パイドロス:言ってください。 ソクラテス:言論の力は、たまたま魂を導くものであるがゆえに、修辞家になろうとする者は、魂がいくつの形態を持っているかを知る必要がある。すなわち、これこれの数の、これこれの性質の形態があり、それゆえにある人々はこのような者となり、他の人々はあのような者となる。これらがこのように分類された上で、言論にもまた、これこれの数の形態があり、それぞれがこれこれの性質を持つ。したがって、このような人々は、このような言論によって、これこれの原因で、このような事柄へと容易に説得され、他方、あのような人々は、あのような原因で説得されにくい。それゆえ、これらを十分に理解した上で、その後にこれらが実際の行動の中で存在し、行われているのを観察し、知覚によって機敏に追跡できなければならない。さもなければ、かつて師のもとで聞いていた言論から、彼にはまだ何の益も得られないであろう。

構文注3 件
  1. 270aτὸ γὰρ ὑψηλόνουν τοῦτο καὶ πάντῃ τελεσιουργὸν

    主語となる中性名詞句 τὸ ... ὑψηλόνουν ... καὶ ... τελεσιουργὸν (この高邁な思考とあらゆる点における完成力)が非人称動詞 ἔοικεν(〜と思われる)の主語となり、不定詞 εἰσιέναι(入り込む)を伴っている。ἐντεῦθέν ποθεν(このようなところから)がその由来を示す。

  2. 270dτῷ τί ποιεῖν αὐτὸ πέφυκεν ἢ τῷ τί παθεῖν ὑπὸ τοῦ

    非常に凝縮された二重疑問・関係代名詞的構造。τῷ は関係代名詞 ὅς の与格中性 ᾧ の異形、あるいは疑問代名詞 τίς の与格 τίνι の縮約形(ここでは後者の「何に対して」の意)であり、τί は「何を」を表す対格。したがって、τῷ τί ποιεῖν は「何に対して(τῷ)何を行う(τί ποιεῖν)本性があるか(πέφυκεν)」、τῷ τί παθεῖν ὑπὸ τοῦ は「何から(ὑπὸ τοῦ、ここでも τοῦ は τίνος の縮約)何を受ける(τί παθεῖν)本性があるか」を意味する。

  3. 271dψυχὴ ὅσα εἴδη ἔχει

    先取り(prolepsis)と呼ばれる構文。本来は間接疑問節の主語であるはずの ψυχή が、主節の動詞 εἰδέναι の直接目的語のように先行して対格(あるいは格表示なしの主題提示)として現れ、その後に間接疑問節 ὅσα εἴδη ἔχει が続く。これによって「魂がいくつの形態を持っているかを知る」という意味になる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(6 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 6 件
urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:270-271