§268ΣΩ. ἐῶμεν δὴ τά γε σμικρά·
ソクラテス:些細なことはおいておこう。
ταῦτα δὲ ὑπʼ αὐγὰς μᾶλλον ἴδωμεν, τίνα καὶ πότʼ ἔχει τὴν τῆς τέχνης δύναμιν.
そして、これらをより明るい光の下で見よう、それらがどのような、そしてどれほどの技術の力を持っているのかを。
ΦΑΙ. καὶ μάλα ἐρρωμένην, ὦ Σώκρατες, ἔν γε δὴ πλήθους συνόδοις.
ΦΑΙ. ソクラテスよ、とりわけ群衆の集まりにおいては、実に強力な力を持っています。
ΣΩ. ἔχει γάρ.
ソクラテス:確かにそうだ。
ἀλλʼ, ὦ δαιμόνιε, ἰδὲ καὶ σὺ εἰ ἄρα καὶ σοὶ φαίνεται διεστηκὸς αὐτῶν τὸ ἤτριον ὥσπερ ἐμοί.
しかし、君よ、これらの織り目が、私に思われるように君にもまた、粗く隙間だらけに見えるかどうか、君も見てみてくれ。
ΦΑΙ. δείκνυε μόνον.
ΦΑΙ. とにかく見せてください。
ΣΩ. εἰπὲ δή μοι·
ソクラテス:では言ってくれ。
εἴ τις προσελθὼν τῷ ἑταίρῳ σου Ἐρυξιμάχῳ ἢ τῷ πατρὶ αὐτοῦ Ἀκουμενῷ εἴποι ὅτι
ἐγὼ ἐπίσταμαι τοιαῦτʼ ἄττα σώμασι προσφέρειν, ὥστε θερμαίνειν τʼ ἐὰν βούλωμαι καὶ ψύχειν, καὶ ἐὰν μὲν δόξῃ μοι, ἐμεῖν ποιεῖν, ἐὰν δʼ αὖ, κάτω διαχωρεῖν, καὶ ἄλλα πάμπολλα τοιαῦτα·
もし誰かが君の友のエリュクシマコスか、その父アクメノスのところに行って、次のように言ったとしたら。 「私は、身体にこのような処置を施す方法を知っており、望むなら温めたり、冷ましたり、また気が向けば嘔吐させたり、あるいは下痢をさせたり、その他多くのこれに類することを行うことができます。
καὶ ἐπιστάμενος αὐτὰ ἀξιῶ ἰατρικὸς εἶναι καὶ ἄλλον ποιεῖν ᾧ ἂν τὴν τούτων ἐπιστήμην παραδῶ,
τί ἂν οἴει ἀκούσαντας εἰπεῖν;
そして、これらを知っているがゆえに、私は自分を医術の専門家であると自負し、またこれらの知識を伝える相手を誰でも医師にすることができると考えています。 」これを聞いた彼らは、何と言うと思うかね。
ΦΑΙ. τί δʼ ἄλλο γε ἢ ἐρέσθαι εἰ προσεπίσταται καὶ οὕστινας δεῖ καὶ ὁπότε ἕκαστα τούτων ποιεῖν, καὶ μέχρι ὁπόσου;
ΦΑΙ. どのような人々に対して、いつ、そしてどの程度まで、これらの一つ一つを行うべきであるかも、さらによく知っているのかと尋ねるほか、何があるでしょう。
ΣΩ. εἰ οὖν εἴποι ὅτι
οὐδαμῶς·
ソクラテス:それでは、もし彼がこう答えたとしたら。 「いや、全く。
ἀλλʼ ἀξιῶ τὸν ταῦτα παρʼ ἐμοῦ μαθόντα αὐτὸν οἷόν τʼ εἶναι ἃ ἐρωτᾷς;
しかし、私からこれらを学んだ者が、自分で君の尋ねるようなことができるようになるべきだと考えている。
ΦΑΙ. εἰπεῖν ἂν οἶμαι ὅτι μαίνεται ἅνθρωπος, καὶ ἐκ βιβλίου ποθὲν ἀκούσας ἢ περιτυχὼν φαρμακίοις ἰατρὸς οἴεται γεγονέναι, οὐδὲν ἐπαΐων τῆς τέχνης.
」 ΦΑΙ. 彼らはこう言うと思いますよ。 「この男は狂っている。 どこかの本から聞きかじったり、偶然薬を手に入れたりしただけで、医術を何一つ理解していないのに、自分が医者になったと思い込んでいるのだ」と。
ΣΩ. τί δʼ εἰ Σοφοκλεῖ αὖ προσελθὼν καὶ Εὐριπίδῃ τις λέγοι ὡς ἐπίσταται περὶ σμικροῦ πράγματος ῥήσεις παμμήκεις ποιεῖν καὶ περὶ μεγάλου πάνυ σμικράς, ὅταν τε βούληται οἰκτράς, καὶ τοὐναντίον αὖ φοβερὰς καὶ ἀπειλητικὰς ὅσα τʼ ἄλλα τοιαῦτα, καὶ διδάσκων αὐτὰ τραγῳδίας ποίησιν οἴεται παραδιδόναι;
ソクラテス:では、さらに誰かがソポクレスやエウリピデスのところに行って、自分は些細な事柄についてきわめて長い台詞を作り、きわめて重大な事柄についてごく短い台詞を作り、また望むときには哀れな台詞を、逆に恐ろしく脅迫的な台詞を、その他これに類するあらゆるものを作ることができ、これらを教えることによって、悲劇の創作術を伝授していると思い込んでいるとしたら、どうだろうか。
ΦΑΙ. καὶ οὗτοι ἄν, ὦ Σώκρατες, οἶμαι καταγελῷεν εἴ τις οἴεται τραγῳδίαν ἄλλο τι εἶναι ἢ τὴν τούτων σύστασιν πρέπουσαν ἀλλήλοις τε καὶ τῷ ὅλῳ συνισταμένην.
ΦΑΙ. 彼らもまた、ソクラテスよ、悲劇とはこれらを互いにおよび全体に適合するように構成したものであることを理解せずに、別のものだと思い込んでいる者がいれば、あざ笑うことでしょう。
ΣΩ. ἀλλʼ οὐκ ἂν ἀγροίκως γε οἶμαι λοιδορήσειαν, ἀλλʼ ὥσπερ ἂν μουσικὸς ἐντυχὼν ἀνδρὶ οἰομένῳ ἁρμονικῷ εἶναι, ὅτι δὴ τυγχάνει ἐπιστάμενος ὡς οἷόν τε ὀξυτάτην καὶ βαρυτάτην χορδὴν ποιεῖν, οὐκ ἀγρίως εἴποι ἄν· ὦ μοχθηρέ, μελαγχολᾷς,
ἀλλʼ ἅτε μουσικὸς ὢν πρᾳότερον ὅτι
ὦ ἄριστε, ἀνάγκη μὲν καὶ ταῦτʼ ἐπίστασθαι τὸν μέλλοντα ἁρμονικὸν ἔσεσθαι, οὐδὲν μὴν κωλύει μηδὲ σμικρὸν ἁρμονίας ἐπαΐειν τὸν τὴν σὴν ἕξιν ἔχοντα·
ソクラテス:しかし、彼らは野蛮に罵倒しはしないと思う。 むしろ、自分が和声学の専門家であると思い込んでいる男に出会った音楽家が、その男がたまたま最も高い音と最も低い音の弦を鳴らす方法を知っているからといって、荒々しくこう言うのではなく、「この愚か者め、気が狂ったか」音楽家らしくより穏やかにこう言うのと同じだ。 「友よ、和声学の専門家になろうとする者は、確かにこれらのことも知っている必要がある。 しかし、君のような状態にある者が、和声学についていささかも理解していないことを妨げはしない。
τὰ γὰρ πρὸ ἁρμονίας ἀναγκαῖα μαθήματα ἐπίστασαι ἀλλʼ οὐ τὰ ἁρμονικά.
なぜなら、君が知っているのは和声学の手前の必須の予備知識であって、和声学そのものではないからだ。
ΦΑΙ. ὀρθότατά γε.
」 ΦΑΙ. 実にもっともなことです。
§269ΣΩ. οὐκοῦν καὶ ὁ Σοφοκλῆς τόν σφισιν ἐπιδεικνύμενον τὰ πρὸ τραγῳδίας ἂν φαίη ἀλλʼ οὐ τὰ τραγικά, καὶ ὁ Ἀκουμενὸς τὰ πρὸ ἰατρικῆς ἀλλʼ οὐ τὰ ἰατρικά.
ソクラテス:とすれば、ソポクレスもまた、自分たちにそれを示す者に対して、それは悲劇の手前の知識であって悲劇の技術そのものではないと言うだろうし、アクメノスもまた、それは医術の手前の知識であって医術そのものではないと言うだろう。
ΦΑΙ. παντάπασι μὲν οὖν.
ΦΑΙ. 全くその通りです。
ΣΩ. τί δὲ τὸν μελίγηρυν Ἄδραστον οἰόμεθα ἢ καὶ Περικλέα, εἰ ἀκούσειαν ὧν νυνδὴ ἡμεῖς διῇμεν τῶν παγκάλων τεχνημάτων—βραχυλογιῶν τε καὶ εἰκονολογιῶν καὶ ὅσα ἄλλα διελθόντες ὑπʼ αὐγὰς ἔφαμεν εἶναι σκεπτέα—πότερον χαλεπῶς ἂν αὐτούς, ὥσπερ ἐγώ τε καὶ σύ, ὑπʼ ἀγροικίας ῥῆμά τι εἰπεῖν ἀπαίδευτον εἰς τοὺς ταῦτα γεγραφότας τε καὶ διδάσκοντας ὡς ῥητορικὴν τέχνην, ἢ ἅτε ἡμῶν ὄντας σοφωτέρους κἂν νῷν ἐπιπλῆξαι εἰπόντας·
ソクラテス:では、蜜のように甘い声のアドラストスや、あるいはペリクレスが、先ほど私たちが詳しく論じたあのきわめて美しい技術の粋――簡潔な表現や比喩的表現、その他、私たちが光の下で検討すべきだと言って通り過ぎてきたあらゆるもの――について聞いたとしたら、どう思うかね。 彼らもまた、私や君のように、田舎者らしく、これらを修辞術として書き、教えている者たちに対して、何か無作法な言葉をきつく投げかけるだろうか。 あるいは、私たちよりも賢い者たちとして、私たち二人を諭してこう言うだろうか。
ὦ Φαῖδρέ τε καὶ Σώκρατες, οὐ χρὴ χαλεπαίνειν ἀλλὰ συγγιγνώσκειν, εἴ τινες μὴ ἐπιστάμενοι διαλέγεσθαι ἀδύνατοι ἐγένοντο ὁρίσασθαι τί ποτʼ ἔστιν ῥητορική, ἐκ δὲ τούτου τοῦ πάθους τὰ πρὸ τῆς τέχνης ἀναγκαῖα μαθήματα ἔχοντες ῥητορικὴν ᾠήθησαν ηὑρηκέναι, καὶ ταῦτα δὴ διδάσκοντες ἄλλους ἡγοῦνταί σφισιν τελέως ῥητορικὴν δεδιδάχθαι, τὸ δὲ ἕκαστα τούτων πιθανῶς λέγειν τε καὶ τὸ ὅλον συνίστασθαι, οὐδὲν ἔργον ὄν, αὐτοὺς δεῖν παρʼ ἑαυτῶν τοὺς μαθητὰς σφῶν πορίζεσθαι ἐν τοῖς λόγοις
.
「パイドロスよ、ソクラテスよ、怒るべきではなく、許すべきである。 ある人々は、問答術を知らないがゆえに、修辞術とはいったい何であるかを定義することができなかったのだ。 そして、この無知から、その技術の手前の必須の予備知識を手に入れただけで、修辞術を発明したと思い込んでしまったのだ。 そして、これらを他人に教えることで、自分たちは完璧に修辞術を教えたと思い込んでいる。 しかし、これらの一つ一つを説得力をもって語り、全体を構成することは、大したことではないかのように、弟子たちが自ら自分自身の言論において成し遂げるべきことだとしているのだ」と。
ΦΑΙ. ἀλλὰ μήν, ὦ Σώκρατες, κινδυνεύει γε τοιοῦτόν τι εἶναι τὸ τῆς τέχνης ἣν οὗτοι οἱ ἄνδρες ὡς ῥητορικὴν διδάσκουσίν τε καὶ γράφουσιν, καὶ ἔμοιγε δοκεῖς ἀληθῆ εἰρηκέναι·
ΦΑΙ. しかしソクラテスよ、確かにあの人々が修辞術として教え、書いている技術の実態は、そのようなものであるようです。 私にも、あなたが真実をおっしゃったように思われます。
ἀλλὰ δὴ τὴν τοῦ τῷ ὄντι ῥητορικοῦ τε καὶ πιθανοῦ τέχνην πῶς καὶ πόθεν ἄν τις δύναιτο πορίσασθαι;
しかし、それでは、真に修辞的であり説得力のある演説の技術を、人はどのように、またどこから手に入れることができるのでしょうか。
ΣΩ. τὸ μὲν δύνασθαι, ὦ Φαῖδρε, ὥστε ἀγωνιστὴν τέλεον γενέσθαι, εἰκός—ἴσως δὲ καὶ ἀναγκαῖον—ἔχειν ὥσπερ τἆλλα·
ソクラテス:完璧な闘士になる能力については、パイドロスよ、他のあらゆることと同様であるのが自然であり、おそらく不可欠でもある。
εἰ μέν σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσῃ ῥήτωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην τε καὶ μελέτην, ὅτου δʼ ἂν ἐλλείπῃς τούτων, ταύτῃ ἀτελὴς ἔσῃ.
もし君に、生まれつき修辞の才能があるなら、知識と訓練を付け加えることで、君は名高い弁論家になるだろう。 しかし、これらのうち欠けているものがあれば、その点において君は不完全なままだろう。
ὅσον δὲ αὐτοῦ τέχνη, οὐχ ᾗ Λυσίας τε καὶ Θρασύμαχος πορεύεται δοκεῖ μοι φαίνεσθαι ἡ μέθοδος.
しかし、それが技術である限りにおいて、その方法(アプローチ)はリュシアスやスらすぃマコスが進んでいる道ではないように、私には思われる。
ΦΑΙ. ἀλλὰ πῇ δή;
ΦΑΙ. では、いったいどこにありますか。
ΣΩ. κινδυνεύει, ὦ ἄριστε, εἰκότως ὁ Περικλῆς πάντων τελεώτατος εἰς τὴν ῥητορικὴν γενέσθαι.
ソクラテス:友よ、ペリクレスが、もっともな理由があって、修辞術において誰よりも最も完璧な者となったのは当然のことのようだ。
ΦΑΙ. τί δή;
ΦΑΙ. それはなぜですか。