Humanitext Reader

柏拉图 · 斐德罗篇 §270-271

类比医学探究灵魂本性与真正的修辞术

第 24 段,共 28 段 · 希腊语

内容简介

苏格拉底以培里克里斯为例,阐明一切伟大的艺术都需要对自然的考察。他将修辞学与医学进行对比,论证了分析灵魂本性的系统方法之重要性,以及根据灵魂类型对言辞进行分类的必要性。

§270ΣΩ. πᾶσαι ὅσαι μεγάλαι τῶν τεχνῶν προσδέονται ἀδολεσχίας καὶ μετεωρολογίας φύσεως πέρι· τὸ γὰρ ὑψηλόνουν τοῦτο καὶ πάντῃ τελεσιουργὸν ἔοικεν ἐντεῦθέν ποθεν εἰσιέναι.
苏格拉底:一切伟大的艺术,都需要针对自然的不懈讨论和高远考察;因为这种高远的思想和全方位的完成力,似乎就是从某种这样的源头注入其中的。
ὃ καὶ Περικλῆς πρὸς τῷ εὐφυὴς εἶναι ἐκτήσατο·
培里克里斯除了天生具有才华之外,也获得了这一点。
προσπεσὼν γὰρ οἶμαι τοιούτῳ ὄντι Ἀναξαγόρᾳ, μετεωρολογίας ἐμπλησθεὶς καὶ ἐπὶ φύσιν νοῦ τε καὶ διανοίας ἀφικόμενος, ὧν δὴ πέρι τὸν πολὺν λόγον ἐποιεῖτο Ἀναξαγόρας, ἐντεῦθεν εἵλκυσεν ἐπὶ τὴν τῶν λόγων τέχνην τὸ πρόσφορον αὐτῇ.
我想,这是因为他结识了正是这种人的阿那克萨哥拉,从而浸润于高远考察之中,并达到了理性与知性的本性——阿那克萨哥拉确实对此进行了大量的论述——培里克里斯便从这一源头汲取了适合于言辞艺术的养分。
ΦΑΙ. πῶς τοῦτο λέγεις;
帕德罗斯:你这是什么意思?
ΣΩ. ὁ αὐτός που τρόπος τέχνης ἰατρικῆς ὅσπερ καὶ ῥητορικῆς.
苏格拉底:医术的方法与修辞学的方法无疑是完全相同的。
ΦΑΙ. πῶς δή;
帕德罗斯:怎么说?
ΣΩ. ἐν ἀμφοτέραις δεῖ διελέσθαι φύσιν, σώματος μὲν ἐν τῇ ἑτέρᾳ, ψυχῆς δὲ ἐν τῇ ἑτέρᾳ, εἰ μέλλεις, μὴ τριβῇ μόνον καὶ ἐμπειρίᾳ ἀλλὰ τέχνῃ, τῷ μὲν φάρμακα καὶ τροφὴν προσφέρων ὑγίειαν καὶ ῥώμην ἐμποιήσειν, τῇ δὲ λόγους τε καὶ ἐπιτηδεύσεις νομίμους πειθὼ ἣν ἂν βούλῃ καὶ ἀρετὴν παραδώσειν.
苏格拉底:在这两门艺术中,如果你不想仅仅依靠习惯和经验,而是想依靠技术,那么你就必须分析本性——在前者中是身体的本性,在后者中是灵魂的本性——以便通过给前者施加药物和营养来产生健康和力量,通过给后者施加言辞和合法的习惯来传授你所期望的劝说和德行。
ΦΑΙ. τὸ γοῦν εἰκός, ὦ Σώκρατες, οὕτως.
帕德罗斯:苏格拉底,情况确实很可能是这样的。
ΣΩ. ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως;
苏格拉底:那么,你认为在没有宇宙整体本性的情况下,有可能以值得称道的方式理解灵魂的本性吗?
ΦΑΙ. εἰ μὲν Ἱπποκράτει γε τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πιθέσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης.
帕德罗斯:如果我们要对阿斯克勒庇俄斯的一族希波克拉底有些许信任的话,那么在没有这种方法的情况下,我们甚至无法理解身体。
ΣΩ. καλῶς γάρ, ὦ ἑταῖρε, λέγει·
苏格拉底:我的朋友,他说的确实很好。
χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντα σκοπεῖν εἰ συμφωνεῖ.
然而,除了希波克拉底之外,我们还必须考察这个论点,看看它是否相符。
ΦΑΙ. φημί.
帕德罗斯:是的。
ΣΩ. τὸ τοίνυν περὶ φύσεως σκόπει τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος.
苏格拉底:那么,请看希波克拉底和真理的论点关于本性说了些什么。
ἆρʼ οὐχ ὧδε δεῖ διανοεῖσθαι περὶ ὁτουοῦν φύσεως· πρῶτον μέν, ἁπλοῦν ἢ πολυειδές ἐστιν οὗ πέρι βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ καὶ ἄλλον δυνατοὶ ποιεῖν, ἔπειτα δέ, ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾶν ἔχον ἢ τίνα εἰς τὸ παθεῖν ὑπὸ τοῦ, ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενον, ὅπερ ἐφʼ ἑνός, τοῦτʼ ἰδεῖν ἐφʼ ἑκάστου, τῷ τί ποιεῖν αὐτὸ πέφυκεν ἢ τῷ τί παθεῖν ὑπὸ τοῦ;
对于任何事物的本性,我们难道不应该这样去思考吗:首先,我们自己希望成为其专家并能使他人也成为专家的那个对象,究竟是单一的还是多样的;其次,如果是单一的,就考察它的能力,即它天生对什么具有怎样的作用力,或者天生受到什么怎样的作用;如果它具有较多的形态,就数算出这些,并且像对单一事物那样,针对每一种形态来观察这一点:它天生能对什么做什么,或者受到什么怎样的作用?
ΦΑΙ. κινδυνεύει, ὦ Σώκρατες.
帕德罗斯:似乎确实如此,苏格拉底。
ΣΩ. ἡ γοῦν ἄνευ τούτων μέθοδος ἐοίκοι ἂν ὥσπερ τυφλοῦ πορείᾳ.
苏格拉底:至少,没有这些的方法就像是盲人的行走。
ἀλλʼ οὐ μὴν ἀπεικαστέον τόν γε τέχνῃ μετιόντα ὁτιοῦν τυφλῷ οὐδὲ κωφῷ, ἀλλὰ δῆλον ὡς, ἄν τῴ τις τέχνῃ λόγους διδῷ, τὴν οὐσίαν δείξει ἀκριβῶς τῆς φύσεως τούτου πρὸς ὃ τοὺς λόγους προσοίσει·
但是,我们决不能把用技术追求任何事物的人比作盲人或聋子。
ἔσται δέ που ψυχὴ τοῦτο.
相反,显然如果有人用技术传授言辞,他就会精确地指明他所要施加言辞的对象的本质本性;而这个对象大概就是灵魂。
ΦΑΙ. τί μήν;
帕德罗斯:那还用说吗?
§271ΣΩ. οὐκοῦν ἡ ἅμιλλα αὐτῷ τέταται πρὸς τοῦτο πᾶσα· πειθὼ γὰρ ἐν τούτῳ ποιεῖν ἐπιχειρεῖ.
苏格拉底:因此,他的全部心力都致力于此;因为他试图在其中产生劝说。
ἦ γάρ;
不是吗?
ΦΑΙ. ναί.
帕德罗斯:是的。
ΣΩ. δῆλον ἄρα ὅτι ὁ Θρασύμαχός τε καὶ ὃς ἂν ἄλλος σπουδῇ τέχνην ῥητορικὴν διδῷ, πρῶτον πάσῃ ἀκριβείᾳ γράψει τε καὶ ποιήσει ψυχὴν ἰδεῖν, πότερον ἓν καὶ ὅμοιον πέφυκεν ἢ κατὰ σώματος μορφὴν πολυειδές· τοῦτο γάρ φαμεν φύσιν εἶναι δεικνύναι.
苏格拉底:那么很明显,色拉叙马霍斯以及其他任何认真传授修辞技术的人,首先会极其精确地撰写并使人看清灵魂,即它在天性上是单一且均匀的,还是像身体的形态那样具有多样的形态;因为我们说,这就是指明本性。
ΦΑΙ. παντάπασι μὲν οὖν.
帕德罗斯:完全如此。
ΣΩ. δεύτερον δέ γε, ὅτῳ τί ποιεῖν ἢ παθεῖν ὑπὸ τοῦ πέφυκεν.
苏格拉底:其次,它天生能对什么做什么,或者受到什么怎样的作用。
ΦΑΙ. τί μήν;
帕德罗斯:那是自然。
ΣΩ. τρίτον δὲ δὴ διαταξάμενος τὰ λόγων τε καὶ ψυχῆς γένη καὶ τὰ τούτων παθήματα δίεισι πάσας αἰτίας, προσαρμόττων ἕκαστον ἑκάστῳ καὶ διδάσκων οἵα οὖσα ὑφʼ οἵων λόγων διʼ ἣν αἰτίαν ἐξ ἀνάγκης ἡ μὲν πείθεται, ἡ δὲ ἀπειθεῖ.
苏格拉底:第三,在对言辞的类型、灵魂的类型以及这些所受的作用进行分类之后,他将详述所有的原因,将每一个与另一个相匹配,并传授怎样的灵魂在怎样的言辞作用下、因为什么原因而必然被说服,而另一种灵魂则不被说服。
ΦΑΙ. κάλλιστα γοῦν ἄν, ὡς ἔοικʼ, ἔχοι οὕτως.
帕德罗斯:如果能这样,看起来确实是最好的。
ΣΩ. οὔτοι μὲν οὖν, ὦ φίλε, ἄλλως ἐνδεικνύμενον ἢ λεγόμενον τέχνῃ ποτὲ λεχθήσεται ἢ γραφήσεται οὔτε τι ἄλλο οὔτε τοῦτο.
苏格拉底:我的朋友,如果以其他任何方式来展示或论述,那么无论是对于其他事物还是对于修辞学,都绝不可能是用技术来论述或撰写的。
ἀλλʼ οἱ νῦν γράφοντες, ὧν σὺ ἀκήκοας, τέχνας λόγων πανοῦργοί εἰσιν καὶ ἀποκρύπτονται, εἰδότες ψυχῆς πέρι παγκάλως·
但是,你所听到的那些当今撰写言辞技术的人,他们在言辞技术上是狡黠的,虽然他们对灵魂了解得非常透彻,却将其隐瞒。
πρὶν ἂν οὖν τὸν τρόπον τοῦτον λέγωσί τε καὶ γράφωσι, μὴ πειθώμεθα αὐτοῖς τέχνῃ γράφειν.
因此,在他们用这种方式进行论述和撰写之前,我们不要相信他们是在用技术来撰写。
ΦΑΙ. τίνα τοῦτον;
帕德罗斯:这种方式是哪种方式?
ΣΩ. αὐτὰ μὲν τὰ ῥήματα εἰπεῖν οὐκ εὐπετές· ὡς δὲ δεῖ γράφειν, εἰ μέλλει τεχνικῶς ἔχειν καθʼ ὅσον ἐνδέχεται, λέγειν ἐθέλω.
苏格拉底:要说出具体字眼并不容易;但是,如果想尽可能使之具有技术性,应该如何去写,我愿意谈谈。
ΦΑΙ. λέγε δή.
帕德罗斯:那你就说吧。
ΣΩ. ἐπειδὴ λόγου δύναμις τυγχάνει ψυχαγωγία οὖσα, τὸν μέλλοντα ῥητορικὸν ἔσεσθαι ἀνάγκη εἰδέναι ψυχὴ ὅσα εἴδη ἔχει.
苏格拉底:既然言辞的力量恰好是引导灵魂,那么将要成为修辞学家的人就必须知道灵魂具有多少种形态。
ἔστιν οὖν τόσα καὶ τόσα, καὶ τοῖα καὶ τοῖα, ὅθεν οἱ μὲν τοιοίδε, οἱ δὲ τοιοίδε γίγνονται· τούτων δὲ δὴ οὕτω διῃρημένων, λόγων αὖ τόσα καὶ τόσα ἔστιν εἴδη, τοιόνδε ἕκαστον.
即,有这么多和这么多,这样和那样的形态,从而有些人成为这样的人,有些人成为那样的人;在这些被如此分类之后,言辞又具有这么多和这么多的类型,每一种都是这样那样的。
οἱ μὲν οὖν τοιοίδε ὑπὸ τῶν τοιῶνδε λόγων διὰ τήνδε τὴν αἰτίαν ἐς τὰ τοιάδε εὐπειθεῖς, οἱ δὲ τοιοίδε διὰ τάδε δυσπειθεῖς·
因此,这样的人通过这样那样的言辞、因为这样那样的原因,很容易被说服去接受这样那样的事,而那样的人则因为那些原因而难以被说服。
δεῖ δὴ ταῦτα ἱκανῶς νοήσαντα, μετὰ ταῦτα θεώμενον αὐτὰ ἐν ταῖς πράξεσιν ὄντα τε καὶ πραττόμενα, ὀξέως τῇ αἰσθήσει δύνασθαι ἐπακολουθεῖν, ἢ μηδὲν εἶναί πω πλέον αὐτῷ ὧν τότε ἤκουεν λόγων συνών.
那么,必须在充分理解这些之后,接着在实际行动中观察它们的存在和践行,并且能够用感官敏锐地追随它们,否则,他从当时跟随老师听到的言辞中还不能获得任何益处。

词汇与语法注释

  1. 270aτὸ γὰρ ὑψηλόνουν τοῦτο καὶ πάντῃ τελεσιουργὸν — 中性名词短语 τὸ ... ὑψηλόνουν ... καὶ ... τελεσιουργὸν(这种高远的思想和全方位的完成力)作为动词 ἔοικεν(似乎)的主语,并带不定式 εἰσιέναι(注入)。ἐντεῦθέν ποθεν(从某种这样的源头)表示其来源。
  2. 270dτῷ τί ποιεῖν αὐτὸ πέφυκεν ἢ τῷ τί παθεῖν ὑπὸ τοῦ — 一个高度浓缩的双重疑问/关系代词结构。此处 τῷ 是与格 τίνι(“对什么”或“由于什么”)的收缩形,而 τί 是宾格“什么”。因此,τῷ τί ποιεῖν 意为“对什么(τῷ)做什么(τί)”,而 τῷ τί παθεῖν ὑπὸ τοῦ(其中 τοῦ 是 τίνος 的收缩形,“被什么”)意为“因什么(τοῦ)而遭受什么(τί)”。
  3. 271dψυχὴ ὅσα εἴδη ἔχει — 一种被称为“先入”(prolepsis,或提前引入)的句法现象。原本应作为间接疑问从句主语的 ψυχή,被提前作为主句动词 εἰδέναι 的直接宾语(或无格标记的主题提示),随后跟着间接疑问从句 ὅσα εἴδη ἔχει(“具有多少种形态”)。这使得句意为“了解灵魂具有多少种形态”。

引用这一段

柏拉图, 斐德罗篇 §270-271. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:270-271

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。