§302ΞΕ. θαυμάζομεν δῆτα, ὦ Σώκρατες, ἐν ταῖς τοιαύταις πολιτείαις ὅσα συμβαίνει γίγνεσθαι κακὰ καὶ ὅσα συμβήσεται, τοιαύτης τῆς κρηπῖδος ὑποκειμένης αὐταῖς, τῆς κατὰ γράμματα καὶ ἔθη μὴ μετὰ ἐπιστήμης πραττούσης τὰς πράξεις, ᾗ ἑτέρα προσχρωμένη παντὶ κατάδηλος ὡς πάντʼ ἂν διολέσειε τὰ ταύτῃ γιγνόμενα;
異邦人:ソクラテスよ、私たちは驚くだろうか、このような国制において、どれほど多くの悪が生じ、またこれから生じることになるかに。 成文の規則や慣習に基づき、知識を伴わずに諸々の行動を行うという、このような基礎がそれらの下にあるのだ。 これに他の基礎が従うなら、それによって生じるすべてのことが台無しにされることは、誰の目にも明らかであるのに。
ἢ ἐκεῖνο ἡμῖν θαυμαστέον μᾶλλον, ὡς ἰσχυρόν τι πόλις ἐστὶ φύσει;
それとも、むしろ私たちが驚くべきなのは、国家というものが本性上いかに強固なものであるか、ということだろうか。
πάσχουσαι γὰρ δὴ τοιαῦτα αἱ πόλεις νῦν χρόνον ἀπέραντον, ὅμως ἔνιαί τινες αὐτῶν μόνιμοί τέ εἰσι καὶ οὐκ ἀνατρέπονται·
というのも、都市国家は現に無限の時間をこのような困難を被りながらも、それらのうちのあるものは存続し、覆されることがないからだ。
πολλαὶ μὴν ἐνίοτε καὶ καθάπερ πλοῖα καταδυόμεναι διόλλυνται καὶ διολώλασι καὶ ἔτι διολοῦνται διὰ τὴν τῶν κυβερνητῶν καὶ ναυτῶν μοχθηρίαν τῶν περὶ τὰ μέγιστα μεγίστην ἄγνοιαν εἰληφότων, οἳ περὶ τὰ πολιτικὰ κατʼ οὐδὲν γιγνώσκοντες ἡγοῦνται κατὰ πάντα σαφέστατα πασῶν ἐπιστημῶν ταύτην εἰληφέναι.
しかし、多くは時として、船のように沈没して破滅し、破滅してしまい、またこれからも破滅するだろう。 それは、舵手や船乗りたちの邪悪さによるものであり、彼らは最も重大な事柄に関して最大の無知を抱え込み、政治的なことについて何も知らないのに、あらゆる点において、あらゆる知識の中でこれを最も明確に手に入れたと考えているのだ。
ΝΕ. ΣΩ. ἀληθέστατα.
若きソクラテス:まったくその通りです。
ΞΕ. τίς οὖν δὴ τῶν οὐκ ὀρθῶν πολιτειῶν τούτων ἥκιστα χαλεπὴ συζῆν, πασῶν χαλεπῶν οὐσῶν, καὶ τίς βαρυτάτη;
異邦人:では、これらの正しくない国制(すべて困難なものであるが)のうちで、共に暮らすのに最も困難でないものはどれで、最も過酷なものはどれだろうか。
δεῖ τι κατιδεῖν ἡμᾶς, καίπερ πρός γε τὸ νῦν προτεθὲν ἡμῖν πάρεργον λεγόμενον;
私たちはこれを見極めなければならないのではないか。 たとえ今の私たちの主題にとっては余談として語られることであるとしても。
οὐ μὴν ἀλλʼ εἴς γε τὸ ὅλον ἴσως ἅπανθʼ ἕνεκα τοῦ τοιούτου πάντες δρῶμεν χάριν.
いや、むしろ、全体から見れば、おそらく私たちは皆、このようなことのためにすべてのことを行っているのだが。
ΝΕ. ΣΩ. δεῖ·
若きソクラテス:見極めなければなりません。
πῶς δʼ οὔ;
どうしてそうでありませんか。
ΞΕ. τὴν αὐτὴν τοίνυν φάθι τριῶν οὐσῶν χαλεπὴν διαφερόντως γίγνεσθαι καὶ ῥᾴστην.
異邦人:それでは、三つの国制がある中で、同じ国制が際立って困難にもなり、また最も容易にもなると言いなさい。
ΝΕ. ΣΩ. πῶς φῄς;
若きソクラテス:どういうことですか。
ΞΕ. οὐκ ἄλλως, πλὴν μοναρχίαν φημὶ καὶ ὀλίγων ἀρχὴν καὶ πολλῶν, εἶναι τρεῖς ταύτας ἡμῖν λεγομένας τοῦ νῦν ἐπικεχυμένου λόγου κατʼ ἀρχάς.
異邦人:他でもない、君主政、少数の支配、多数の支配という、これら三つが、今溢れ出ている議論の最初に私たちの間で語られたものだ、ということだ。
ΝΕ. ΣΩ. ἦσαν γὰρ οὖν.
若きソクラテス:確かにそうでした。
ΞΕ. ταύτας τοίνυν δίχα τέμνοντες μίαν ἑκάστην ἓξ ποιῶμεν, τὴν ὀρθὴν χωρὶς ἀποκρίναντες τούτων ἑβδόμην.
異邦人:そこで、これらを二つに分割してそれぞれを六つにし、これらとは別に正しい国制を第七のものとして区別しよう。
ΝΕ. ΣΩ. πῶς;
若きソクラテス:どのようにですか。
ΞΕ. ἐκ μὲν τῆς μοναρχίας βασιλικὴν καὶ τυραννικήν, ἐκ δʼ αὖ τῶν μὴ πολλῶν τήν τε εὐώνυμον ἔφαμεν ἀριστοκρατίαν καὶ ὀλιγαρχίαν·
異邦人:君主政からは王政と僭主政を、少数の支配からは、私たちが美名で呼んだ貴族政と寡頭政を分ける。
ἐκ δʼ αὖ τῶν πολλῶν τότε μὲν ἁπλῆν ἐπονομάζοντες ἐτίθεμεν δημοκρατίαν, νῦν δʼ αὖ καὶ ταύτην ἡμῖν θετέον ἐστὶ διπλῆν.
さらに、多数の支配からは、あの時は単純に民主政と名付けて設定していたが、今やこれを私たちは二重のものとして設定しなければならない。
ΝΕ. ΣΩ. πῶς δή;
若きソクラテス:どのようにですか。
καὶ τίνι διαιροῦντες ταύτην;
そして、何によってこれを分割するのですか。
ΞΕ. οὐδὲν διαφέροντι τῶν ἄλλων, οὐδʼ εἰ τοὔνομα ἤδη διπλοῦν ἐστι ταύτης·
異邦人:他のものと何ら変わらない基準によってだ。 たとえ、この国制の名前がすでに二重になっていなくても。
ἀλλὰ τό γε κατὰ νόμους ἄρχειν καὶ παρανόμως ἔστι καὶ ταύτῃ καὶ ταῖς ἄλλαις.
しかし、法律に従って支配することと、違法に支配することは、この国制にも他の国制にも存するのだから。
ΝΕ. ΣΩ. ἔστι γὰρ οὖν.
若きソクラテス:確かにそうです。
ΞΕ. τότε μὲν τοίνυν τὴν ὀρθὴν ζητοῦσι τοῦτο τὸ τμῆμα οὐκ ἦν χρήσιμον, ὡς ἐν τοῖς πρόσθεν ἀπεδείξαμεν·
異邦人:それゆえ、あの時は正しい国制を探求していたので、この分割は有用ではなかった。 前に示したようにね。
ἐπειδὴ δὲ ἐξείλομεν ἐκείνην, τὰς δʼ ἄλλας ἔθεμεν ἀναγκαίας, ἐν ταύταις δὴ τὸ παράνομον καὶ ἔννομον ἑκάστην διχοτομεῖ τούτων.
しかし、あれを私たちが除外し、他のものを必然的なものとして設定した以上、今やこれらの国制においては、違法であることと適法であることが、それぞれの国制を二分するのだ。
ΝΕ. ΣΩ. ἔοικεν τούτου νῦν ῥηθέντος τοῦ λόγου.
若きソクラテス:今この議論が述べられたことで、そのように思われます。
ΞΕ. μοναρχία τοίνυν ζευχθεῖσα μὲν ἐν γράμμασιν ἀγαθοῖς, οὓς νόμους λέγομεν, ἀρίστη πασῶν τῶν ἕξ·
異邦人:そうすると、君主政は、私たちが法律と呼ぶ優れた成文規則と結びついているならば、六つのうちで最も優れている。
ἄνομος δὲ χαλεπὴ καὶ βαρυτάτη συνοικῆσαι.
しかし、無法であるならば、共に暮らすのが困難で最も過酷なものとなる。
§303ΝΕ. ΣΩ. κινδυνεύει.
若きソクラテス:そのようです。
ΞΕ. τὴν δέ γε τῶν μὴ πολλῶν, ὥσπερ ἑνὸς καὶ πλήθους τὸ ὀλίγον μέσον, οὕτως ἡγησώμεθα μέσην ἐπʼ ἀμφότερα·
異邦人:少数の支配は、一人の支配と多数の支配の中間に少数があるように、両者に対して中間的なものであると考えよう。
τὴν δʼ αὖ τοῦ πλήθους κατὰ πάντα ἀσθενῆ καὶ μηδὲν μήτε ἀγαθὸν μήτε κακὸν μέγα δυναμένην ὡς πρὸς τὰς ἄλλας διὰ τὸ τὰς ἀρχὰς ἐν ταύτῃ διανενεμῆσθαι κατὰ σμικρὰ εἰς πολλούς.
他方、多数の支配はあらゆる点において弱体であり、他の国制に比べて、良くも悪くも大した力を持つことができない。 それは、支配権がこの国制においては細分化されて多くの人々に分配されているからだ。
διὸ γέγονε πασῶν μὲν νομίμων τῶν πολιτειῶν οὐσῶν τούτων χειρίστη, παρανόμων δὲ οὐσῶν συμπασῶν βελτίστη·
それゆえ、これらの国制がすべて適法であるならば、民主政は最悪のものとなり、反対にすべてが違法であるならば、最善のものとなる。
καὶ ἀκολάστων μὲν πασῶν οὐσῶν ἐν δημοκρατίᾳ νικᾷ ζῆν, κοσμίων δʼ οὐσῶν ἥκιστα ἐν ταύτῃ βιωτέον, ἐν τῇ πρώτῃ δὲ πολὺ πρῶτόν τε καὶ ἄριστον, πλὴν τῆς ἑβδόμης·
また、すべてが無節制であるならば、民主政において生きるのが勝っており、規律正しいものであるならば、この国制において生きるべきでは最もない。 他方、最初の国制においては、生きるのが群を抜いて第一であり、最善である。 ただし、第七の国制を除いてはね。
πασῶν γὰρ ἐκείνην γε ἐκκριτέον, οἷον θεὸν ἐξ ἀνθρώπων, ἐκ τῶν ἄλλων πολιτειῶν.
というのも、あの第七の国制は、人間の中から神を区別するように、他のすべての国制から区別して除外しなければならないからだ。
ΝΕ. ΣΩ. φαίνεται ταῦθʼ οὕτω συμβαίνειν τε καὶ γίγνεσθαι, καὶ ποιητέον ᾗπερ λέγεις.
若きソクラテス:そのように結果が生じ、またそのようになっているように思われます。 あなたの言う通りに受け入れなければなりません。
ΞΕ. οὐκοῦν δὴ καὶ τοὺς κοινωνοὺς τούτων τῶν πολιτειῶν πασῶν πλὴν τῆς ἐπιστήμονος ἀφαιρετέον ὡς οὐκ ὄντας πολιτικοὺς ἀλλὰ στασιαστικούς, καὶ εἰδώλων μεγίστων προστάτας ὄντας καὶ αὐτοὺς εἶναι τοιούτους, μεγίστους δὲ ὄντας μιμητὰς καὶ γόητας μεγίστους γίγνεσθαι τῶν σοφιστῶν σοφιστάς.
異邦人:それでは、知識に基づく国制を除くこれらすべての国制の担い手たちを、彼らは政治家ではなく党派分子であり、最大の幻影の主導者であって彼ら自身もそのような者であり、最大の模倣者かつ最大の魔術師であって、ソフィストたちのうちの最大のソフィストであるとして、排除しなければならないね。
ΝΕ. ΣΩ. κινδυνεύει τοῦτο εἰς τοὺς πολιτικοὺς λεγομένους περιεστράφθαι τὸ ῥῆμα ὀρθότατα.
若きソクラテス:いわゆる政治家たちに対して、この言葉がこの上なく正しく向けられているようです。
ΞΕ. εἶεν·
異邦人:よろしい。
τοῦτο μὲν ἀτεχνῶς ἡμῖν ὥσπερ δρᾶμα, καθάπερ ἐρρήθη νυνδὴ Κενταυρικὸν ὁρᾶσθαι καὶ Σατυρικόν τινα θίασον, ὃν δὴ χωριστέον ἀπὸ πολιτικῆς εἴη τέχνης·
これは私たちにとって、まさに劇のように、先ほど言われたケンタウロス的あるいはサテュロス的な何らかの集団が目の前に現れたかのようであり、これこそ政治の技術から切り離されるべきものだったのだ。
νῦν δʼ οὕτω πάνυ μόγις ἐχωρίσθη.
そして今、このようにしてようやく切り離された。
ΝΕ. ΣΩ. φαίνεται.
若きソクラテス:そのように見えます。
ΞΕ. τούτου δέ γʼ ἕτερον ἔτι χαλεπώτερον λείπεται τῷ συγγενές τε ὁμοῦ τʼ εἶναι μᾶλλον τῷ βασιλικῷ γένει καὶ δυσκαταμαθητότερον·
異邦人:しかし、これよりもさらに困難な別のものが残されている。 それは、王者の血統に近く、かつ見極めがたいものだからだ。
καί μοι φαινόμεθα τοῖς τὸν χρυσὸν καθαίρουσι πάθος ὅμοιον πεπονθέναι.
どうやら私たちは、金を精錬する人々と同様の経験を被っているように思われる。
ΝΕ. ΣΩ. πῶς;
若きソクラテス:どのようにですか。
ΞΕ. Γῆν που καὶ λίθους καὶ πόλλʼ ἄττα ἕτερα ἀποκρίνουσι καὶ ἐκεῖνοι πρῶτον οἱ δημιουργοί·
異邦人:あの職人たちも、おそらくまずは土や石や、その他多くの異質なものを取り除く。
μετὰ δὲ ταῦτα λείπεται συμμεμειγμένα τὰ συγγενῆ τοῦ χρυσοῦ τίμια καὶ πυρὶ μόνον ἀφαιρετά, χαλκὸς καὶ ἄργυρος, ἔστι δʼ ὅτε καὶ ἀδάμας, ἃ μετὰ βασάνων ταῖς ἑψήσεσι μόγις ἀφαιρεθέντα τὸν λεγόμενον ἀκήρατον χρυσὸν εἴασεν ἡμᾶς ἰδεῖν αὐτὸν μόνον ἐφʼ ἑαυτοῦ.
その後、金に類した貴重なもの、すなわち火によってのみ取り除くことのできる銅や銀、時にはダイヤモンドが混ざり合って残る。 これらが試金と融解によって辛うじて取り除かれて初めて、いわゆる不純物のない純金そのものを単独で見ることができるのだ。
ΝΕ. ΣΩ. λέγεται γὰρ οὖν δὴ ταῦτα οὕτω γίγνεσθαι.
若きソクラテス:確かに、それらはそのように行われると言われています。