- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:302-303
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
客人は六つの正しくない国制を適法と違法によって二分し、その中での優劣関係を提示するとともに、偽りの政治家たちを排除し、真の政治的技術を金に見立てて精錬する比喩を導入する。
ΞΕ. θαυμάζομεν δῆτα, ὦ Σώκρατες, ἐν ταῖς τοιαύταις πολιτείαις ὅσα συμβαίνει γίγνεσθαι κακὰ καὶ ὅσα συμβήσεται, τοιαύτης τῆς κρηπῖδος ὑποκειμένης αὐταῖς, τῆς κατὰ γράμματα καὶ ἔθη μὴ μετὰ ἐπιστήμης πραττούσης τὰς πράξεις, ᾗ ἑτέρα προσχρωμένη παντὶ κατάδηλος ὡς πάντʼ ἂν διολέσειε τὰ ταύτῃ γιγνόμενα;1 ἢ ἐκεῖνο ἡμῖν θαυμαστέον μᾶλλον, ὡς ἰσχυρόν τι πόλις ἐστὶ φύσει; πάσχουσαι γὰρ δὴ τοιαῦτα αἱ πόλεις νῦν χρόνον ἀπέραντον, ὅμως ἔνιαί τινες αὐτῶν μόνιμοί τέ εἰσι καὶ οὐκ ἀνατρέπονται· πολλαὶ μὴν ἐνίοτε καὶ καθάπερ πλοῖα καταδυόμεναι διόλλυνται καὶ διολώλασι καὶ ἔτι διολοῦνται διὰ τὴν τῶν κυβερνητῶν καὶ ναυτῶν μοχθηρίαν τῶν περὶ τὰ μέγιστα μεγίστην ἄγνοιαν εἰληφότων, οἳ περὶ τὰ πολιτικὰ κατʼ οὐδὲν γιγνώσκοντες ἡγοῦνται κατὰ πάντα σαφέστατα πασῶν ἐπιστημῶν ταύτην εἰληφέναι. ΝΕ. ΣΩ. ἀληθέστατα. ΞΕ. τίς οὖν δὴ τῶν οὐκ ὀρθῶν πολιτειῶν τούτων ἥκιστα χαλεπὴ συζῆν, πασῶν χαλεπῶν οὐσῶν, καὶ τίς βαρυτάτη; δεῖ τι κατιδεῖν ἡμᾶς,2 καίπερ πρός γε τὸ νῦν προτεθὲν ἡμῖν πάρεργον λεγόμενον; οὐ μὴν ἀλλʼ εἴς γε τὸ ὅλον ἴσως ἅπανθʼ ἕνεκα τοῦ τοιούτου πάντες δρῶμεν χάριν. ΝΕ. ΣΩ. δεῖ· πῶς δʼ οὔ; ΞΕ. τὴν αὐτὴν τοίνυν φάθι τριῶν οὐσῶν χαλεπὴν διαφερόντως γίγνεσθαι καὶ ῥᾴστην. ΝΕ. ΣΩ. πῶς φῄς; ΞΕ. οὐκ ἄλλως, πλὴν μοναρχίαν φημὶ καὶ ὀλίγων ἀρχὴν καὶ πολλῶν, εἶναι τρεῖς ταύτας ἡμῖν λεγομένας τοῦ νῦν ἐπικεχυμένου λόγου κατʼ ἀρχάς. ΝΕ. ΣΩ. ἦσαν γὰρ οὖν. ΞΕ. ταύτας τοίνυν δίχα τέμνοντες μίαν ἑκάστην ἓξ ποιῶμεν, τὴν ὀρθὴν χωρὶς ἀποκρίναντες τούτων ἑβδόμην. ΝΕ. ΣΩ. πῶς; ΞΕ. ἐκ μὲν τῆς μοναρχίας βασιλικὴν καὶ τυραννικήν, ἐκ δʼ αὖ τῶν μὴ πολλῶν τήν τε εὐώνυμον ἔφαμεν ἀριστοκρατίαν καὶ ὀλιγαρχίαν· ἐκ δʼ αὖ τῶν πολλῶν τότε μὲν ἁπλῆν ἐπονομάζοντες ἐτίθεμεν δημοκρατίαν, νῦν δʼ αὖ καὶ ταύτην ἡμῖν θετέον ἐστὶ διπλῆν. ΝΕ. ΣΩ. πῶς δή; καὶ τίνι διαιροῦντες ταύτην; ΞΕ. οὐδὲν διαφέροντι τῶν ἄλλων, οὐδʼ εἰ τοὔνομα ἤδη διπλοῦν ἐστι ταύτης· ἀλλὰ τό γε κατὰ νόμους ἄρχειν καὶ παρανόμως ἔστι καὶ ταύτῃ καὶ ταῖς ἄλλαις. ΝΕ. ΣΩ. ἔστι γὰρ οὖν. ΞΕ. τότε μὲν τοίνυν τὴν ὀρθὴν ζητοῦσι τοῦτο τὸ τμῆμα οὐκ ἦν χρήσιμον, ὡς ἐν τοῖς πρόσθεν ἀπεδείξαμεν· ἐπειδὴ δὲ ἐξείλομεν ἐκείνην, τὰς δʼ ἄλλας ἔθεμεν ἀναγκαίας, ἐν ταύταις δὴ τὸ παράνομον καὶ ἔννομον ἑκάστην διχοτομεῖ τούτων. ΝΕ. ΣΩ. ἔοικεν τούτου νῦν ῥηθέντος τοῦ λόγου. ΞΕ. μοναρχία τοίνυν ζευχθεῖσα μὲν ἐν γράμμασιν ἀγαθοῖς, οὓς νόμους λέγομεν, ἀρίστη πασῶν τῶν ἕξ· ἄνομος δὲ χαλεπὴ καὶ βαρυτάτη συνοικῆσαι.
客人:ソクラテスよ、私たちは驚くだろうか、このような国制において、どれほど多くの悪が生じ、またこれから生じることになるかに。成文の規則や慣習に基づき、知識を伴わずに諸々の行動を行うという、このような基礎がそれらの下にあるのだ。これに他の基礎が従うなら、それによって生じるすべてのことが台無しにされることは、誰の目にも明らかであるのに。それとも、むしろ私たちが驚くべきなのは、国家というものが本性上いかに強固なものであるか、ということだろうか。というのも、都市国家は現に無限の時間をこのような困難を被りながらも、それらのうちのあるものは存続し、覆されることがないからだ。しかし、多くは時として、船のように沈没して破滅し、破滅してしまい、またこれからも破滅するだろう。それは、舵手や船乗りたちの邪悪さによるものであり、彼らは最も重大な事柄に関して最大の無知を抱え込み、政治的なことについて何も知らないのに、あらゆる点において、あらゆる知識の中でこれを最も明確に手に入れたと考えているのだ。 若きソクラテス:まったくその通りです。 客人:では、これらの正しくない国制(すべて困難なものであるが)のうちで、共に暮らすのに最も困難でないものはどれで、最も過酷なものはどれだろうか。私たちはこれを見極めなければならないのではないか。たとえ今の私たちの主題にとっては余談として語られることであるとしても。いや、むしろ、全体から見れば、おそらく私たちは皆、このようなことのためにすべてのことを行っているのだが。 若きソクラテス:見極めなければなりません。どうしてそうでありませんか。 客人:それでは、三つの国制がある中で、同じ国制が際立って困難にもなり、また最も容易にもなると言いなさい。 若きソクラテス:どういうことですか。 客人:他でもない、君主政、少数の支配、多数の支配という、これら三つが、今溢れ出ている議論の最初に私たちの間で語られたものだ、ということだ。 若きソクラテス:確かにそうでした。 客人:そこで、これらを二つに分割してそれぞれを六つにし、これらとは別に正しい国制を第七のものとして区別しよう。 若きソクラテス:どのようにですか。 客人:君主政からは王政と僭主政を、少数の支配からは、私たちが美名で呼んだ貴族政と寡頭政を分ける。さらに、多数の支配からは、あの時は単純に民主政と名付けて設定していたが、今やこれを私たちは二重のものとして設定しなければならない。 若きソクラテス:どのようにですか。そして、何によってこれを分割するのですか。 客人:他のものと何ら変わらない基準によってだ。たとえ、この国制の名前がすでに二重になっていなくても。しかし、法律に従って支配することと、違法に支配することは、この国制にも他の国制にも存するのだから。 若きソクラテス:確かにそうです。 客人:それゆえ、あの時は正しい国制を探求していたので、この分割は有用ではなかった。前に示したようにね。しかし、あれを私たちが除外し、他のものを必然的なものとして設定した以上、今やこれらの国制においては、違法であることと適法であることが、それぞれの国制を二分するのだ。 若きソクラテス:今この議論が述べられたことで、そのように思われます。 客人:そうすると、君主政は、私たちが法律と呼ぶ優れた成文規則と結びついているならば、六つのうちで最も優れている。しかし、無法であるならば、共に暮らすのが困難で最も過酷なものとなる。
ΝΕ. ΣΩ. κινδυνεύει. ΞΕ. τὴν δέ γε τῶν μὴ πολλῶν, ὥσπερ ἑνὸς καὶ πλήθους τὸ ὀλίγον μέσον, οὕτως ἡγησώμεθα μέσην ἐπʼ ἀμφότερα· τὴν δʼ αὖ τοῦ πλήθους κατὰ πάντα ἀσθενῆ καὶ μηδὲν μήτε ἀγαθὸν μήτε κακὸν μέγα δυναμένην ὡς πρὸς τὰς ἄλλας διὰ τὸ τὰς ἀρχὰς ἐν ταύτῃ διανενεμῆσθαι κατὰ σμικρὰ εἰς πολλούς. διὸ γέγονε πασῶν μὲν νομίμων τῶν πολιτειῶν οὐσῶν τούτων χειρίστη, παρανόμων δὲ οὐσῶν συμπασῶν βελτίστη· καὶ ἀκολάστων μὲν πασῶν οὐσῶν ἐν δημοκρατίᾳ νικᾷ ζῆν, κοσμίων δʼ οὐσῶν ἥκιστα ἐν ταύτῃ βιωτέον, ἐν τῇ πρώτῃ δὲ πολὺ πρῶτόν τε καὶ ἄριστον, πλὴν τῆς ἑβδόμης· πασῶν γὰρ ἐκείνην γε ἐκκριτέον,3 οἷον θεὸν ἐξ ἀνθρώπων, ἐκ τῶν ἄλλων πολιτειῶν. ΝΕ. ΣΩ. φαίνεται ταῦθʼ οὕτω συμβαίνειν τε καὶ γίγνεσθαι, καὶ ποιητέον ᾗπερ λέγεις. ΞΕ. οὐκοῦν δὴ καὶ τοὺς κοινωνοὺς τούτων τῶν πολιτειῶν πασῶν πλὴν τῆς ἐπιστήμονος ἀφαιρετέον4 ὡς οὐκ ὄντας πολιτικοὺς ἀλλὰ στασιαστικούς, καὶ εἰδώλων μεγίστων προστάτας ὄντας καὶ αὐτοὺς εἶναι τοιούτους, μεγίστους δὲ ὄντας μιμητὰς καὶ γόητας μεγίστους γίγνεσθαι τῶν σοφιστῶν σοφιστάς. ΝΕ. ΣΩ. κινδυνεύει τοῦτο εἰς τοὺς πολιτικοὺς λεγομένους περιεστράφθαι τὸ ῥῆμα ὀρθότατα. ΞΕ. εἶεν· τοῦτο μὲν ἀτεχνῶς ἡμῖν ὥσπερ δρᾶμα, καθάπερ ἐρρήθη νυνδὴ Κενταυρικὸν ὁρᾶσθαι καὶ Σατυρικόν τινα θίασον, ὃν δὴ χωριστέον ἀπὸ πολιτικῆς εἴη τέχνης· νῦν δʼ οὕτω πάνυ μόγις ἐχωρίσθη. ΝΕ. ΣΩ. φαίνεται. ΞΕ. τούτου δέ γʼ ἕτερον ἔτι χαλεπώτερον λείπεται τῷ συγγενές τε ὁμοῦ τʼ εἶναι μᾶλλον τῷ βασιλικῷ γένει καὶ δυσκαταμαθητότερον· καί μοι φαινόμεθα τοῖς τὸν χρυσὸν καθαίρουσι πάθος ὅμοιον πεπονθέναι. ΝΕ. ΣΩ. πῶς; ΞΕ. Γῆν που καὶ λίθους καὶ πόλλʼ ἄττα ἕτερα ἀποκρίνουσι καὶ ἐκεῖνοι πρῶτον οἱ δημιουργοί· μετὰ δὲ ταῦτα λείπεται συμμεμειγμένα τὰ συγγενῆ τοῦ χρυσοῦ τίμια καὶ πυρὶ μόνον ἀφαιρετά, χαλκὸς καὶ ἄργυρος, ἔστι δʼ ὅτε καὶ ἀδάμας, ἃ μετὰ βασάνων ταῖς ἑψήσεσι μόγις ἀφαιρεθέντα τὸν λεγόμενον ἀκήρατον χρυσὸν εἴασεν ἡμᾶς ἰδεῖν αὐτὸν μόνον ἐφʼ ἑαυτοῦ. ΝΕ. ΣΩ. λέγεται γὰρ οὖν δὴ ταῦτα οὕτω γίγνεσθαι.
若きソクラテス:そのようです。 客人:少数の支配は、一人の支配と多数の支配の中間に少数があるように、両者に対して中間的なものであると考えよう。他方、多数の支配はあらゆる点において弱体であり、他の国制に比べて、良くも悪くも大した力を持つことができない。それは、支配権がこの国制においては細分化されて多くの人々に分配されているからだ。それゆえ、これらの国制がすべて適法であるならば、民主政は最悪のものとなり、反対にすべてが違法であるならば、最善のものとなる。また、すべてが無節制であるならば、民主政において生きるのが勝っており、規律正しいものであるならば、この国制において生きるべきでは最もない。他方、最初の国制においては、生きるのが群を抜いて第一であり、最善である。ただし、第七の国制を除いてはね。というのも、あの第七の国制は、人間の中から神を区別するように、他のすべての国制から区別して除外しなければならないからだ。 若きソクラテス:そのように結果が生じ、またそのようになっているように思われます。あなたの言う通りに受け入れなければなりません。 客人:それでは、知識に基づく国制を除くこれらすべての国制の担い手たちを、彼らは政治家ではなく党派分子であり、最大の幻影の主導者であって彼ら自身もそのような者であり、最大の模倣者かつ最大の魔術師であって、ソフィストたちのうちの最大のソフィストであるとして、排除しなければならないね。 若きソクラテス:いわゆる政治家たちに対して、この言葉がこの上なく正しく向けられているようです。 客人:よろしい。これは私たちにとって、まさに劇のように、先ほど言われたケンタウロス的あるいはサテュロス的な何らかの集団が目の前に現れたかのようであり、これこそ政治の技術から切り離されるべきものだったのだ。そして今、このようにしてようやく切り離された。 若きソクラテス:そのように見えます。 客人:しかし、これよりもさらに困難な別のものが残されている。それは、王者の血統により近く、同時にまたより見極めがたいものだからだ。どうやら私たちは、金を精錬する人々と同様の経験を被っているように思われる。 若きソクラテス:どのようにですか。 客人:あの職人たちも、おそらくまずは土や石や、その他多くの別のものを取り除く。その後、金に類した貴重なもの、すなわち火によってのみ取り除くことのできる銅や銀、時にはダイヤモンドが混ざり合って残る。これらが試金と融解によって辛うじて取り除かれて初めて、いわゆる不純物のない純金そのものを私たちが単独で見ることを許してくれるのだ。 若きソクラテス:確かに、それらはそのように行われると言われています。
- 302aᾗ ἑτέρα προσχρωμένη παντὶ κατάδηλος ὡς πάντʼ ἂν διολέσειε τὰ ταύτῃ γιγνόμενα
関係代名詞 ᾗ の先行詞は、直前の κρηπῖδος (基礎、土台)か、あるいは手段の与格(その手段・方法によって)と解釈される。後続の ἑτέρα は、これとは異なる別の(不適当な)原理や権力がこれを利用することを意味し、その結果、政治体制が完全に破壊されることを ὡς ἄν +希求法によって警告している。
- 302bδεῖ τι κατιδεῖν ἡμᾶς
非人称動詞 δεῖ に対格不定詞構文(ἡμᾶς κατιδεῖν)が続いている。接続詞 καίπερ が分詞 λεγόμενον にかかって「たとえ〜と言われているとしても」という譲歩を表し、主文の必要性を強調している。
- 303bπασῶν γὰρ ἐκείνην γε ἐκκριτέον
形容詞的動詞(動形容詞)ἐκκριτέον は中性単数形であり、非人称的に用いられている。対格 ἐκείνην(あの国制を)を直接目的語としてとり、「あの第七の国制を排除(区別)しなければならない」という意味を表す。
- 303bτοὺς κοινωνοὺς τούτων τῶν πολιτειῶν πασῶν πλὴν τῆς ἐπιστήμονος ἀφαιρετέον
動形容詞 ἀφαιρετέον も非人称的に用いられており、対格の τοὺς κοινωνοὺς...(〜の参与者たちを)を目的語とする。真の政治的知識をもたないすべての支配者や政治の参与者を、国制から除外すべき対象として指定している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 3 件
