§302ΞΕ. θαυμάζομεν δῆτα, ὦ Σώκρατες, ἐν ταῖς τοιαύταις πολιτείαις ὅσα συμβαίνει γίγνεσθαι κακὰ καὶ ὅσα συμβήσεται, τοιαύτης τῆς κρηπῖδος ὑποκειμένης αὐταῖς, τῆς κατὰ γράμματα καὶ ἔθη μὴ μετὰ ἐπιστήμης πραττούσης τὰς πράξεις, ᾗ ἑτέρα προσχρωμένη παντὶ κατάδηλος ὡς πάντʼ ἂν διολέσειε τὰ ταύτῃ γιγνόμενα;
异邦人:那么,苏格拉底啊,在这些政体中,当奠定在它们之下的是这样的基础——即在没有知识的情况下,根据成文规则和习俗来进行各种行动的基础时,我们难道还会对其中所发生的以及将要发生的如此多的恶感到惊讶吗? 如果另一个基础利用了这个基础,显然它会彻底毁掉以这种方式产生的一切。
ἢ ἐκεῖνο ἡμῖν θαυμαστέον μᾶλλον, ὡς ἰσχυρόν τι πόλις ἐστὶ φύσει;
或者,我们更应该对那件事感到惊讶,即城邦在天性上是多么强固的东西?
πάσχουσαι γὰρ δὴ τοιαῦτα αἱ πόλεις νῦν χρόνον ἀπέραντον, ὅμως ἔνιαί τινες αὐτῶν μόνιμοί τέ εἰσι καὶ οὐκ ἀνατρέπονται· πολλαὶ μὴν ἐνίοτε καὶ καθάπερ πλοῖα καταδυόμεναι διόλλυνται καὶ διολώλασι καὶ ἔτι διολοῦνται διὰ τὴν τῶν κυβερνητῶν καὶ ναυτῶν μοχθηρίαν τῶν περὶ τὰ μέγιστα μεγίστην ἄγνοιαν εἰληφότων, οἳ περὶ τὰ πολιτικὰ κατʼ οὐδὲν γιγνώσκοντες ἡγοῦνται κατὰ πάντα σαφέστατα πασῶν ἐπιστημῶν ταύτην εἰληφέναι.
因为城邦现如今在无限的时间里遭受着这样的痛苦,然而它们中的某些城邦依然稳定且没有被颠覆;但是,许多城邦有时就像沉没的船只一样,由于舵手和船员的邪恶而灭亡、已经灭亡并且还将继续灭亡,这些舵手和船员对最重大的事情抱有极大的无知,他们对政治事务一无所知,却认为自己已经在所有方面、在一切知识中最清晰地掌握了这门科学。
ΝΕ. ΣΩ. ἀληθέστατα.
年轻苏格拉底:确实如此。
ΞΕ. τίς οὖν δὴ τῶν οὐκ ὀρθῶν πολιτειῶν τούτων ἥκιστα χαλεπὴ συζῆν, πασῶν χαλεπῶν οὐσῶν, καὶ τίς βαρυτάτη;
异邦人:那么,在这些不正确的政体中(虽然它们都是困难的),哪一种最不难共处,哪一种最沉重?
δεῖ τι κατιδεῖν ἡμᾶς, καίπερ πρός γε τὸ νῦν προτεθὲν ἡμῖν πάρεργον λεγόμενον;
我们必须看清这一点,尽管这对于我们现在提出的主题来说是作为旁支被提及的。
οὐ μὴν ἀλλʼ εἴς γε τὸ ὅλον ἴσως ἅπανθʼ ἕνεκα τοῦ τοιούτου πάντες δρῶμεν χάριν.
然而,从整体来看,或许我们所有人做一切事情都是为了类似这样的缘故。
ΝΕ. ΣΩ. δεῖ· πῶς δʼ οὔ;
年轻苏格拉底:必须看清,怎么会不如此呢?
ΞΕ. τὴν αὐτὴν τοίνυν φάθι τριῶν οὐσῶν χαλεπὴν διαφερόντως γίγνεσθαι καὶ ῥᾴστην.
异邦人:那么,请承认在三种政体中,同一种政体会变得极其困难,也会变得最容易。
ΝΕ. ΣΩ. πῶς φῄς;
年轻苏格拉底:您怎么说?
ΞΕ. οὐκ ἄλλως, πλὴν μοναρχίαν φημὶ καὶ ὀλίγων ἀρχὴν καὶ πολλῶν, εἶναι τρεῖς ταύτας ἡμῖν λεγομένας τοῦ νῦν ἐπικεχυμένου λόγου κατʼ ἀρχάς.
异邦人:不是别的,我是指君主政、少数人的统治和多数人的统治;这三者就是我们在这篇现在已经溢出来的讨论开始时所说的三种政体。
ΝΕ. ΣΩ. ἦσαν γὰρ οὖν.
年轻苏格拉底:确实是这三者。
ΞΕ. ταύτας τοίνυν δίχα τέμνοντες μίαν ἑκάστην ἓξ ποιῶμεν, τὴν ὀρθὴν χωρὶς ἀποκρίναντες τούτων ἑβδόμην.
异邦人:那么,我们将这三者一分为二,使每一种变成两种,从而得到六种,并把那唯一的正确政体作为第七种从它们中分离出来。
ΝΕ. ΣΩ. πῶς;
年轻苏格拉底:如何划分?
ΞΕ. ἐκ μὲν τῆς μοναρχίας βασιλικὴν καὶ τυραννικήν, ἐκ δʼ αὖ τῶν μὴ πολλῶν τήν τε εὐώνυμον ἔφαμεν ἀριστοκρατίαν καὶ ὀλιγαρχίαν· ἐκ δʼ αὖ τῶν πολλῶν τότε μὲν ἁπλῆν ἐπονομάζοντες ἐτίθεμεν δημοκρατίαν, νῦν δʼ αὖ καὶ ταύτην ἡμῖν θετέον ἐστὶ διπλῆν.
异邦人:我们曾说,从君主政中分出王政和僭主政,从非多数人的统治中分出被称为美名的贵族制和寡头制;而从多数人的统治中,那时我们将其设定为具有单一名称的民主制,但现在我们也必须将其设定为双重的。
ΝΕ. ΣΩ. πῶς δή;
年轻苏格拉底:怎么会这样呢?
καὶ τίνι διαιροῦντες ταύτην;
我们用什么来划分它?
ΞΕ. οὐδὲν διαφέροντι τῶν ἄλλων, οὐδʼ εἰ τοὔνομα ἤδη διπλοῦν ἐστι ταύτης· ἀλλὰ τό γε κατὰ νόμους ἄρχειν καὶ παρανόμως ἔστι καὶ ταύτῃ καὶ ταῖς ἄλλαις.
异邦人:用与其他政体毫无区别的标准,即使这种政体现在的名称并不是双重的;但在这种政体和其它政体中,都存在着依法统治和违法统治。
ΝΕ. ΣΩ. ἔστι γὰρ οὖν.
年轻苏格拉底:确实如此。
ΞΕ. τότε μὲν τοίνυν τὴν ὀρθὴν ζητοῦσι τοῦτο τὸ τμῆμα οὐκ ἦν χρήσιμον, ὡς ἐν τοῖς πρόσθεν ἀπεδείξαμεν· ἐπειδὴ δὲ ἐξείλομεν ἐκείνην, τὰς δʼ ἄλλας ἔθεμεν ἀναγκαίας, ἐν ταύταις δὴ τὸ παράνομον καὶ ἔννομον ἑκάστην διχοτομεῖ τούτων.
异邦人:那么,那时在寻找正确政体时,这种划分是没有用的,正如我们之前所证明的那样;但既然我们已经把那一种排除在外,并把其他政体设定为必然的,那么在这些政体中,违法和守法确实将它们中的每一种一分为二。
ΝΕ. ΣΩ. ἔοικεν τούτου νῦν ῥηθέντος τοῦ λόγου.
年轻苏格拉底:根据现在所说的这番话,看来确实如此。
ΞΕ. μοναρχία τοίνυν ζευχθεῖσα μὲν ἐν γράμμασιν ἀγαθοῖς, οὓς νόμους λέγομεν, ἀρίστη πασῶν τῶν ἕξ· ἄνομος δὲ χαλεπὴ καὶ βαρυτάτη συνοικῆσαι.
异邦人:因此,君主政如果与好的成文规则(我们称之为法律)结合在一起,就是这六种中最好的;但如果是无法的,那就难以共处且最为沉重。
§303ΝΕ. ΣΩ. κινδυνεύει.
年轻苏格拉底:确实如此。
ΞΕ. τὴν δέ γε τῶν μὴ πολλῶν, ὥσπερ ἑνὸς καὶ πλήθους τὸ ὀλίγον μέσον, οὕτως ἡγησώμεθα μέσην ἐπʼ ἀμφότερα· τὴν δʼ αὖ τοῦ πλήθους κατὰ πάντα ἀσθενῆ καὶ μηδὲν μήτε ἀγαθὸν μήτε κακὸν μέγα δυναμένην ὡς πρὸς τὰς ἄλλας διὰ τὸ τὰς ἀρχὰς ἐν ταύτῃ διανενεμῆσθαι κατὰ σμικρὰ εἰς πολλούς.
异邦人:至于非多数人的统治,正如少数介于一人和多数之间一样,我们也将其视为介于两者之间;而多数人的统治,在所有方面都是软弱的,与其它政体相比,既不能行大善也不能作大恶,因为在这种政体中,官职被细分并分配给许多人。
διὸ γέγονε πασῶν μὲν νομίμων τῶν πολιτειῶν οὐσῶν τούτων χειρίστη, παρανόμων δὲ οὐσῶν συμπασῶν βελτίστη·
因此,在这些政体全部依法运行的情况下,它成了其中最坏的;而在全部违法运行的情况下,它成了最好的。
καὶ ἀκολάστων μὲν πασῶν οὐσῶν ἐν δημοκρατίᾳ νικᾷ ζῆν, κοσμίων δʼ οὐσῶν ἥκιστα ἐν ταύτῃ βιωτέον, ἐν τῇ πρώτῃ δὲ πολὺ πρῶτόν τε καὶ ἄριστον, πλὴν τῆς ἑβδόμης·
在全部无节制的情况下,生活在民主制中胜出;而在规规矩矩的情况下,最不应该生活在其中;但在第一种政体中生活,显然是首选也是最好的,除了第七种政体以外。
πασῶν γὰρ ἐκείνην γε ἐκκριτέον, οἷον θεὸν ἐξ ἀνθρώπων, ἐκ τῶν ἄλλων πολιτειῶν.
因为必须把那第七种政体从其他政体中挑选出来,就像把神从人中挑选出来一样。
ΝΕ. ΣΩ. φαίνεται ταῦθʼ οὕτω συμβαίνειν τε καὶ γίγνεσθαι, καὶ ποιητέον ᾗπερ λέγεις.
年轻苏格拉底:这些事情看来确实是这样发生和发展的,我们必须按照您所说的那样做。
ΞΕ. οὐκοῦν δὴ καὶ τοὺς κοινωνοὺς τούτων τῶν πολιτειῶν πασῶν πλὴν τῆς ἐπιστήμονος ἀφαιρετέον ὡς οὐκ ὄντας πολιτικοὺς ἀλλὰ στασιαστικούς, καὶ εἰδώλων μεγίστων προστάτας ὄντας καὶ αὐτοὺς εἶναι τοιούτους, μεγίστους δὲ ὄντας μιμητὰς καὶ γόητας μεγίστους γίγνεσθαι τῶν σοφιστῶν σοφιστάς.
异邦人:那么,除了那具有知识的政体之外,我们难道不也应该把所有这些政体的参与者排除在外吗? 因为他们不是政治家,而是党派分子,是最大幻影的维护者,他们自己也是这样的人,并且由于他们是最大的模仿者和巫师,他们成了诡辩家中的最大诡辩家。
ΝΕ. ΣΩ. κινδυνεύει τοῦτο εἰς τοὺς πολιτικοὺς λεγομένους περιεστράφθαι τὸ ῥῆμα ὀρθότατα.
年轻苏格拉底:这个词看来最正确地转向了那些被称为政治家的人。
ΞΕ. εἶεν· τοῦτο μὲν ἀτεχνῶς ἡμῖν ὥσπερ δρᾶμα, καθάπερ ἐρρήθη νυνδὴ Κενταυρικὸν ὁρᾶσθαι καὶ Σατυρικόν τινα θίασον, ὃν δὴ χωριστέον ἀπὸ πολιτικῆς εἴη τέχνης· νῦν δʼ οὕτω πάνυ μόγις ἐχωρίσθη.
异邦人:好吧;这于我们而言简直像是一出戏,正如刚才所说,看到了一个像肯陶洛斯或萨提罗斯那样的群体,这确实是应该与政治艺术相分离的;而现在,如此费尽周折,它们终于被分离出来了。
ΝΕ. ΣΩ. φαίνεται.
年轻苏格拉底:看来确实如此。
ΞΕ. τούτου δέ γʼ ἕτερον ἔτι χαλεπώτερον λείπεται τῷ συγγενές τε ὁμοῦ τʼ εἶναι μᾶλλον τῷ βασιλικῷ γένει καὶ δυσκαταμαθητότερον· καί μοι φαινόμεθα τοῖς τὸν χρυσὸν καθαίρουσι πάθος ὅμοιον πεπονθέναι.
异邦人:但还有一个比这更困难的任务留了下来,因为它既与王者的种属更相似,又更难被看清;我觉得我们所遭受的经历,与那些提炼黄金的人非常相似。
ΝΕ. ΣΩ. πῶς;
年轻苏格拉底:怎么说?
ΞΕ. Γῆν που καὶ λίθους καὶ πόλλʼ ἄττα ἕτερα ἀποκρίνουσι καὶ ἐκεῖνοι πρῶτον οἱ δημιουργοί· μετὰ δὲ ταῦτα λείπεται συμμεμειγμένα τὰ συγγενῆ τοῦ χρυσοῦ τίμια καὶ πυρὶ μόνον ἀφαιρετά, χαλκὸς καὶ ἄργυρος, ἔστι δʼ ὅτε καὶ ἀδάμας, ἃ μετὰ βασάνων ταῖς ἑψήσεσι μόγις ἀφαιρεθέντα τὸν λεγόμενον ἀκήρατον χρυσὸν εἴασεν ἡμᾶς ἰδεῖν αὐτὸν μόνον ἐφʼ ἑαυτοῦ.
异邦人:那些工匠们也是首先分离出泥土、石头和许多其他的东西;而在那之后,还留下了与黄金相混杂的贵重之物,它们只能通过火来分离,即铜、银,有时还有金刚石,这些东西在经过融化和试金的痛苦考验后,勉强被分离出来,才使我们能够看到那被称为纯净的黄金本身孤立地存在。
ΝΕ. ΣΩ. λέγεται γὰρ οὖν δὴ ταῦτα οὕτω γίγνεσθαι.
年轻苏格拉底:确实,人们说这些事情就是这样发生的。