§261ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
若きソクラテス:まったくその通りです。
ΞΕ. οὐκοῦν ἐπειδὴ τοῦτο μετρίως ἀφέστηκεν ἀπʼ ἐκείνων, ἀλλοτριότητι διορισθὲν πρὸς οἰκειότητα, τοῦτο αὐτὸ πάλιν αὖ διαιρεῖν ἀναγκαῖον, εἴ τινα τομὴν ἔτι ἔχομεν ὑπείκουσαν ἐν τούτῳ;
客人:それゆえ、これが彼らから適度にかけ離れており、彼らへの異質性と自分たちへの同質性によって区分されたからには、もしこの中にまだ従うべき分割があるなら、これ自体を再び分割することが必然ではないだろうか。
ΝΕ. ΣΩ. πάνυ γε.
若きソクラテス:もちろんです。
ΞΕ. καὶ μὴν φαινόμεθα ἔχειν·
客人:そして現に、私たちはそれを持っているように思われる。
ἀλλʼ ἐπακολουθῶν σύντεμνε.
しかし、私の言うことに付いてきて、一緒に進め。
ΝΕ. ΣΩ. πῇ;
若きソクラテス:どのようにですか。
ΞΕ. πάντας ὁπόσους ἂν ἄρχοντας διανοηθῶμεν ἐπιτάξει προσχρωμένους ἆρʼ οὐχ εὑρήσομεν γενέσεώς τινος ἕνεκα προστάττοντας;
客人:私たちが考えるすべての支配者のうち、命令を用いる人々は、何らかの生成のために命令を下しているということを、私たちは見いだすのではないか。
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
若きソクラテス:どうしてそうではないでしょう。
ΞΕ. καὶ μὴν τά γε γιγνόμενα πάντα δίχα διαλαβεῖν οὐ παντάπασι χαλεπόν.
客人:現に、生成するものすべてを二つに分類することは、全く難しいことではない。
ΝΕ. ΣΩ. πῇ;
若きソクラテス:どのようにですか。
ΞΕ. τὰ μὲν ἄψυχα αὐτῶν ἐστί που συμπάντων, τὰ δʼ ἔμψυχα.
客人:それらの全体のうち、一方は無生のものであり、他方は有生のものである。
ΝΕ. ΣΩ. ναί.
若きソクラテス:はい。
ΞΕ. τούτοις δέ γε αὐτοῖς τὸ τοῦ γνωστικοῦ μέρος ἐπιτακτικὸν ὄν, εἴπερ βουλόμεθα τέμνειν, τεμοῦμεν.
客人:そしてこれらに対して、認知的知識の命令的な部分を、もし私たちが分割したいと望むなら、分割することにしよう。
ΝΕ. ΣΩ. κατὰ τί;
若きソクラテス:何に従ってですか。
ΞΕ. τὸ μὲν ἐπὶ ταῖς τῶν ἀψύχων γενέσεσιν αὐτοῦ τάττοντες, τὸ δʼ ἐπὶ ταῖς τῶν ἐμψύχων·
客人:一方を無生のものの生成に配し、他方を有生のものの生成に配するのだ。
καὶ πᾶν οὕτως ἤδη διαιρήσεται δίχα.
こうして全体はすぐに二つに分割されるだろう。
ΝΕ. ΣΩ. παντάπασί γε.
若きソクラテス:完全にその通りです。
ΞΕ. τὸ μὲν τοίνυν αὐτῶν παραλίπωμεν, τὸ δʼ ἀναλάβωμεν, ἀναλαβόντες δὲ μερισώμεθα εἰς δύο τὸ σύμπαν.
客人:それでは、それらのうち一方はそのままにして、他方を取り上げよう。 そして、それを取り上げた上で、全体を二つに分割しよう。
ΝΕ. ΣΩ. λέγεις δʼ αὐτοῖν ἀναληπτέον εἶναι πότερον;
若きソクラテス:あなたは、その二つのうちどちらを取り上げるべきだと言っているのですか。
ΞΕ. πάντως που τὸ περὶ τὰ ζῷα ἐπιτακτικόν.
客人:何としても、動物に関する命令的な部分だ。
οὐ γὰρ δὴ τό γε τῆς βασιλικῆς ἐπιστήμης ἐστί ποτε τῶν ἀψύχων ἐπιστατοῦν, οἷον ἀρχιτεκτονικόν, ἀλλὰ γενναιότερον, ἐν τοῖς ζῴοις καὶ περὶ αὐτὰ ταῦτα τὴν δύναμιν ἀεὶ κεκτημένον.
というのも、王者たる知識が、例えば建築術のように無生のものたちを監督することは決してなく、より高貴なものとして、動物たちのなかで、またそれら自体に関して、常にその力を所有しているからだ。
ΝΕ. ΣΩ. ὀρθῶς.
若きソクラテス:正しいです。
ΞΕ. τήν γε μὴν τῶν ζῴων γένεσιν καὶ τροφὴν τὴν μέν τις ἂν ἴδοι μονοτροφίαν οὖσαν, τὴν δὲ κοινὴν τῶν ἐν ταῖς ἀγέλαις θρεμμάτων ἐπιμέλειαν.
客人:ところで、動物の生成と飼育に関して、ある者はそれを個別の飼育と見なし、別の者は群れの中の被育物の共同の世話と見なすだろう。
ΝΕ. ΣΩ. ὀρθῶς.
若きソクラテス:正しいです。
ΞΕ. ἀλλʼ οὐ μὴν τόν γε πολιτικὸν εὑρήσομεν ἰδιοτρόφον, ὥσπερ βοηλάτην ἤ τινα ἱπποκόμον, ἀλλʼ ἱπποφορβῷ τε καὶ βουφορβῷ μᾶλλον προσεοικότα.
客人:しかし、私たちは政治家を、牛追いだとか馬丁のような個別の飼育者として見いだすことはなく、むしろ馬の群れを飼う者や牛の群れを飼う者に似た者として見いだすだろう。
ΝΕ. ΣΩ. φαίνεταί γε δὴ ῥηθὲν νῦν.
若きソクラテス:今言われたことで、そのように思われます。
ΞΕ. πότερον οὖν τῆς ζῳοτροφίας τὴν τῶν συμπόλλων κοινὴν τροφὴν ἀγελαιοτροφίαν ἢ κοινοτροφικήν τινα ὀνομάζομεν;
客人:それでは、動物飼育のうち、多くの者たちへの共同の飼育を、私たちは「群れ飼育」と呼ぶべきか、あるいは何か「共同飼育」と呼ぶべきだろうか。
ΝΕ. ΣΩ. ὁπότερον ἂν ἐν τῷ λόγῳ συμβαίνῃ.
若きソクラテス:議論の中で都合のよい方を。
§262ΞΕ. καλῶς γε, ὦ Σώκρατες·
客人:実によいぞ、ソクラテス。
κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασιν, πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως.
もしお前が名前にこだわらないことを守り通すなら、老年において、より豊かな知恵を持っていることが明らかになるだろう。
νῦν δὲ τοῦτο μέν, καθάπερ διακελεύῃ, ποιητέον·
だが今は、お前が勧めるようにこれをすべきだ。
τὴν δὲ ἀγελαιοτροφικὴν ἆρʼ ἐννοεῖς πῇ τις δίδυμον ἀποφήνας τὸ ζητούμενον ἐν διπλασίοισι τὰ νῦν ἐν τοῖς ἡμίσεσιν εἰς τότε ποιήσει ζητεῖσθαι;
ところで、群れ飼育を、ある人がどのように二倍に示して見せることで、現在探求されている半分ずつのものを二重のものとし、その時(後で)探求されるようにするか、お前は気づいているか。
ΝΕ. ΣΩ. προθυμήσομαι.
若きソクラテス:努力してみます。
καί μοι δοκεῖ τῶν μὲν ἀνθρώπων ἑτέρα τις εἶναι, τῶν δʼ αὖ θηρίων ἄλλη τροφή.
そして、私には、人間への飼育と、他方、野獣への飼育とは別のもののように思われます。
ΞΕ. παντάπασί γε προθυμότατα καὶ ἀνδρειότατα διῄρησαι·
客人:まったく、極めて意欲的かつ勇敢に分割したね。
μὴ μέντοι τοῦτό γε εἰς αὖθις κατὰ δύναμιν πάσχωμεν.
しかし、これと同じことを、できる限り今後は被らないようにしよう。
ΝΕ. ΣΩ. τὸ ποῖον;
若きソクラテス:どのようなことですか。
ΞΕ. μὴ σμικρὸν μόριον ἓν πρὸς μεγάλα καὶ πολλὰ ἀφαιρῶμεν, μηδὲ εἴδους χωρίς·
客人:一つの小さな部分を、大きくて多くのものから切り離してはならないし、形相を伴わない形であってはならない。
ἀλλὰ τὸ μέρος ἅμα εἶδος ἐχέτω.
むしろ、部分は同時に形相を持っていなければならない。
κάλλιστον μὲν γὰρ ἀπὸ τῶν ἄλλων εὐθὺς διαχωρίζειν τὸ ζητούμενον, ἂν ὀρθῶς ἔχῃ, καθάπερ ὀλίγον σὺ πρότερον οἰηθεὶς ἔχειν τὴν διαίρεσιν ἐπέσπευσας τὸν λόγον, ἰδὼν ἐπʼ ἀνθρώπους πορευόμενον·
というのも、探求されているものを他のものから直ちに区別することは、それが正しければ極めて美しいことであり、先ほどお前が分割が正しいと考えて議論を急がせ、人間へと向かうのを見た時のようだが。
ἀλλὰ γάρ, ὦ φίλε, λεπτουργεῖν οὐκ ἀσφαλές, διὰ μέσων δὲ ἀσφαλέστερον ἰέναι τέμνοντας, καὶ μᾶλλον ἰδέαις ἄν τις προστυγχάνοι.
しかし、友よ、細かく切り刻むことは安全ではなく、中間を通って切り分けながら進む方がより安全であり、より形相に出会うことになるのだ。
τοῦτο δὲ διαφέρει τὸ πᾶν πρὸς τὰς ζητήσεις.
そして、このことは探求においてまったく異なる。
ΝΕ. ΣΩ. πῶς, ὦ ξένε, λέγεις τοῦτο;
若きソクラテス:異邦人よ、それはどういう意味ですか。
ΞΕ. πειρατέον ἔτι σαφέστερον φράζειν εὐνοίᾳ τῆς σῆς φύσεως, ὦ Σώκρατες.
客人:お前の素質に好意を抱いているからこそ、よりいっそう明確に語るよう試みなければならない、ソクラテス。
ἐν τῷ μὲν οὖν παρεστηκότι τὰ νῦν δηλῶσαι μηδὲν ἐνδεῶς ἀδύνατον· ἐπιχειρητέον δέ τι καὶ σμικρῷ πλέον αὐτὸ προαγαγεῖν εἰς τὸ πρόσθεν σαφηνείας ἕνεκα.
現時点において、一切の不足なく明らかにすることは不可能だが、明確さのために、それをもう少し前に進めるよう試みるべきだ。
ΝΕ. ΣΩ. ποῖον οὖν δὴ φράζεις διαιρουμένους ἡμᾶς οὐκ ὀρθῶς ἄρτι δρᾶν;
若きソクラテス:では、私たちが先ほど正しくない分割をしたというのは、どのようなことですか。
ΞΕ. τοιόνδε, οἷον εἴ τις τἀνθρώπινον ἐπιχειρήσας δίχα διελέσθαι γένος διαιροῖ καθάπερ οἱ πολλοὶ τῶν ἐνθάδε διανέμουσι, τὸ μὲν Ἑλληνικὸν ὡς ἓν ἀπὸ πάντων ἀφαιροῦντες χωρίς, σύμπασι δὲ τοῖς ἄλλοις γένεσιν, ἀπείροις οὖσι καὶ ἀμείκτοις καὶ ἀσυμφώνοις πρὸς ἄλληλα, βάρβαρον μιᾷ κλήσει προσειπόντες αὐτὸ διὰ ταύτην τὴν μίαν κλῆσιν καὶ γένος ἓν αὐτὸ εἶναι προσδοκῶσιν·
客人:こういうことだ。 例えば、誰かが人類を二つに分割しようとして、この地の多くの人々が分けているように分割するようなものだ。 つまり、ギリシア人をすべてのものから一つのものとして切り離し、それ以外のすべての種族(これらは無限であり、交わらず、互いに調和しない言葉を話すのだが)に対しては、ただ一つの「野蛮人」という呼び名で呼び、この一つの呼び名のゆえに、それ自体が一つの種族であると期待するようなものだ。
ἢ τὸν ἀριθμόν τις αὖ νομίζοι κατʼ εἴδη δύο διαιρεῖν μυριάδα ἀποτεμνόμενος ἀπὸ πάντων, ὡς ἓν εἶδος ἀποχωρίζων, καὶ τῷ λοιπῷ δὴ παντὶ θέμενος ἓν ὄνομα διὰ τὴν κλῆσιν αὖ καὶ τοῦτʼ ἀξιοῖ γένος ἐκείνου χωρὶς ἕτερον ἓν γίγνεσθαι.
あるいはまた、誰かが数を二つの形相に分割しようと思って、一万という数を全体から切り離し、これを一つの形相として区別し、残りのすべてに一つの名前を与え、その呼び名のゆえに、それ(残りのすべて)が一万とは別の、もう一つの類になると主張するようなものだ。
κάλλιον δέ που καὶ μᾶλλον κατʼ εἴδη καὶ δίχα διαιροῖτʼ ἄν, εἰ τὸν μὲν ἀριθμὸν ἀρτίῳ καὶ περιττῷ τις τέμνοι, τὸ δὲ αὖ τῶν ἀνθρώπων γένος ἄρρενι καὶ θήλει, Λυδοὺς δὲ ἢ Φρύγας ἤ τινας ἑτέρους πρὸς ἅπαντας τάττων ἀποσχίζοι τότε, ἡνίκα ἀποροῖ γένος ἅμα καὶ μέρος εὑρίσκειν ἑκάτερον τῶν σχισθέντων.
しかし、数を偶数と奇数に分けること、あるいは人間を男と女に分けることの方が、より美しく、より形相に従って二つに分割することになるだろう。 そして、リュディア人やフリュギア人などの特定の者たちを他すべてに対して配して切り離すのは、分割されたもののそれぞれが、類であると同時に部分でもあるようなものを、見いだすのに困った時にだけにするべきなのだ。