← プラトン

政治家

§261-262

群れ飼育の術の定義と正しい分割の方法

客人と若きソクラテスは、支配の知識を「動物の群れ飼育」のための命令的知識として規定する。続いて客人は、全体から人間だけを拙速に切り離す若きソクラテスの分割手法を戒め、部分が常に固有の形相を備えているべきことをギリシア人と野蛮人の区分などの例を挙げて説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§261

ΝΕ. ΣΩ. πάνυ μὲν οὖν. ΞΕ. οὐκοῦν ἐπειδὴ τοῦτο μετρίως ἀφέστηκεν ἀπʼ ἐκείνων, ἀλλοτριότητι διορισθὲν πρὸς οἰκειότητα,1 τοῦτο αὐτὸ πάλιν αὖ διαιρεῖν ἀναγκαῖον, εἴ τινα τομὴν ἔτι ἔχομεν ὑπείκουσαν ἐν τούτῳ; ΝΕ. ΣΩ. πάνυ γε. ΞΕ. καὶ μὴν φαινόμεθα ἔχειν· ἀλλʼ ἐπακολουθῶν σύντεμνε. ΝΕ. ΣΩ. πῇ; ΞΕ. πάντας ὁπόσους ἂν ἄρχοντας διανοηθῶμεν ἐπιτάξει προσχρωμένους ἆρʼ οὐχ εὑρήσομεν γενέσεώς τινος ἕνεκα προστάττοντας; ΝΕ. ΣΩ. πῶς δʼ οὔ; ΞΕ. καὶ μὴν τά γε γιγνόμενα πάντα δίχα διαλαβεῖν οὐ παντάπασι χαλεπόν. ΝΕ. ΣΩ. πῇ; ΞΕ. τὰ μὲν ἄψυχα αὐτῶν ἐστί που συμπάντων, τὰ δʼ ἔμψυχα. ΝΕ. ΣΩ. ναί. ΞΕ. τούτοις δέ γε αὐτοῖς τὸ τοῦ γνωστικοῦ μέρος ἐπιτακτικὸν ὄν, εἴπερ βουλόμεθα τέμνειν, τεμοῦμεν. ΝΕ. ΣΩ. κατὰ τί; ΞΕ. τὸ μὲν ἐπὶ ταῖς τῶν ἀψύχων γενέσεσιν αὐτοῦ τάττοντες, τὸ δʼ ἐπὶ ταῖς τῶν ἐμψύχων· καὶ πᾶν οὕτως ἤδη διαιρήσεται δίχα. ΝΕ. ΣΩ. παντάπασί γε. ΞΕ. τὸ μὲν τοίνυν αὐτῶν παραλίπωμεν, τὸ δʼ ἀναλάβωμεν, ἀναλαβόντες δὲ μερισώμεθα εἰς δύο τὸ σύμπαν. ΝΕ. ΣΩ. λέγεις δʼ αὐτοῖν ἀναληπτέον εἶναι πότερον; ΞΕ. πάντως που τὸ περὶ τὰ ζῷα ἐπιτακτικόν. οὐ γὰρ δὴ τό γε τῆς βασιλικῆς ἐπιστήμης ἐστί ποτε τῶν ἀψύχων ἐπιστατοῦν, οἷον ἀρχιτεκτονικόν, ἀλλὰ γενναιότερον, ἐν τοῖς ζῴοις καὶ περὶ αὐτὰ ταῦτα τὴν δύναμιν ἀεὶ κεκτημένον. ΝΕ. ΣΩ. ὀρθῶς. ΞΕ. τήν γε μὴν τῶν ζῴων γένεσιν καὶ τροφὴν τὴν μέν τις ἂν ἴδοι μονοτροφίαν οὖσαν, τὴν δὲ κοινὴν τῶν ἐν ταῖς ἀγέλαις θρεμμάτων ἐπιμέλειαν. ΝΕ. ΣΩ. ὀρθῶς. ΞΕ. ἀλλʼ οὐ μὴν τόν γε πολιτικὸν εὑρήσομεν ἰδιοτρόφον, ὥσπερ βοηλάτην ἤ τινα ἱπποκόμον, ἀλλʼ ἱπποφορβῷ τε καὶ βουφορβῷ μᾶλλον προσεοικότα. ΝΕ. ΣΩ. φαίνεταί γε δὴ ῥηθὲν νῦν. ΞΕ. πότερον οὖν τῆς ζῳοτροφίας τὴν τῶν συμπόλλων κοινὴν τροφὴν ἀγελαιοτροφίαν ἢ κοινοτροφικήν τινα ὀνομάζομεν; ΝΕ. ΣΩ. ὁπότερον ἂν ἐν τῷ λόγῳ συμβαίνῃ.

若きソクラテス:まったくその通りです。 客人:それゆえ、これが彼らから適度にかけ離れており、彼らへの異質性と自分たちへの同質性によって区分されたからには、もしこの中にまだ従うべき分割があるなら、これ自体を再び分割することが必然ではないだろうか。 若きソクラテス:もちろんです。 客人:そして現に、私たちはそれを持っているように思われる。しかし、私の言うことに付いてきて、一緒に進め。 若きソクラテス:どのようにですか。 客人:私たちが考えるすべての支配者のうち、命令を用いる人々は、何らかの生成のために命令を下しているということを、私たちは見いだすのではないか。 若きソクラテス:どうしてそうではないでしょう。 客人:現に、生成するものすべてを二つに分類することは、全く難しいことではない。 若きソクラテス:どのようにですか。 客人:それらの全体のうち、一方は無生のものであり、他方は有生のものである。 若きソクラテス:はい。 客人:そしてこれらに対して、認知的知識の命令的な部分を、もし私たちが分割したいと望むなら、分割することにしよう。 若きソクラテス:何に従ってですか。 客人:一方を無生のものの生成に配し、他方を有生のものの生成に配するのだ。こうして全体はすぐに二つに分割されるだろう。 若きソクラテス:完全にその通りです。 客人:それでは、それらのうち一方はそのままにして、他方を取り上げよう。そして、それを取り上げた上で、全体を二つに分割しよう。 若きソクラテス:あなたは、その二つのうちどちらを取り上げるべきだと言っているのですか。 客人:何としても、動物に関する命令的な部分だ。というのも、王者たる知識が、例えば建築術のように無生のものたちを監督することは決してなく、より高貴なものとして、動物たちのなかで、またそれら自体に関して、常にその力を所有しているからだ。 若きソクラテス:正しいです。 客人:ところで、動物の生成と飼育に関して、ある者はそれを個別の飼育と見なし、別の者は群れの中の被育物の共同の世話と見なすだろう。 若きソクラテス:正しいです。 客人:しかし、私たちは政治家を、牛追いだとか馬丁のような個別の飼育者として見いだすことはなく、むしろ馬の群れを飼う者や牛の群れを飼う者に似た者として見いだすだろう。 若きソクラテス:今言われたことで、そのように思われます。 客人:それでは、動物飼育のうち、多くの者たちへの共同の飼育を、私たちは「群れ飼育」と呼ぶべきか、あるいは何か「共同飼育」と呼ぶべきだろうか。 若きソクラテス:議論の中で都合のよい方を。

§262

ΞΕ. καλῶς γε, ὦ Σώκρατες· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασιν, πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως. νῦν δὲ τοῦτο μέν, καθάπερ διακελεύῃ, ποιητέον· τὴν δὲ ἀγελαιοτροφικὴν ἆρʼ ἐννοεῖς πῇ τις δίδυμον ἀποφήνας τὸ ζητούμενον ἐν διπλασίοισι τὰ νῦν ἐν τοῖς ἡμίσεσιν εἰς τότε ποιήσει ζητεῖσθαι;2 ΝΕ. ΣΩ. προθυμήσομαι. καί μοι δοκεῖ τῶν μὲν ἀνθρώπων ἑτέρα τις εἶναι, τῶν δʼ αὖ θηρίων ἄλλη τροφή. ΞΕ. παντάπασί γε προθυμότατα καὶ ἀνδρειότατα διῄρησαι· μὴ μέντοι τοῦτό γε εἰς αὖθις κατὰ δύναμιν πάσχωμεν. ΝΕ. ΣΩ. τὸ ποῖον; ΞΕ. μὴ σμικρὸν μόριον ἓν πρὸς μεγάλα καὶ πολλὰ ἀφαιρῶμεν, μηδὲ εἴδους χωρίς·3 ἀλλὰ τὸ μέρος ἅμα εἶδος ἐχέτω. κάλλιστον μὲν γὰρ ἀπὸ τῶν ἄλλων εὐθὺς διαχωρίζειν τὸ ζητούμενον, ἂν ὀρθῶς ἔχῃ, καθάπερ ὀλίγον σὺ πρότερον οἰηθεὶς ἔχειν τὴν διαίρεσιν ἐπέσπευσας τὸν λόγον, ἰδὼν ἐπʼ ἀνθρώπους πορευόμενον· ἀλλὰ γάρ, ὦ φίλε, λεπτουργεῖν οὐκ ἀσφαλές, διὰ μέσων δὲ ἀσφαλέστερον ἰέναι τέμνοντας, καὶ μᾶλλον ἰδέαις ἄν τις προστυγχάνοι. τοῦτο δὲ διαφέρει τὸ πᾶν πρὸς τὰς ζητήσεις. ΝΕ. ΣΩ. πῶς, ὦ ξένε, λέγεις τοῦτο; ΞΕ. πειρατέον ἔτι σαφέστερον φράζειν εὐνοίᾳ τῆς σῆς φύσεως, ὦ Σώκρατες. ἐν τῷ μὲν οὖν παρεστηκότι τὰ νῦν δηλῶσαι μηδὲν ἐνδεῶς ἀδύνατον· ἐπιχειρητέον δέ τι καὶ σμικρῷ πλέον αὐτὸ προαγαγεῖν εἰς τὸ πρόσθεν σαφηνείας ἕνεκα. ΝΕ. ΣΩ. ποῖον οὖν δὴ φράζεις διαιρουμένους ἡμᾶς οὐκ ὀρθῶς ἄρτι δρᾶν; ΞΕ. τοιόνδε, οἷον εἴ τις τἀνθρώπινον ἐπιχειρήσας δίχα διελέσθαι γένος διαιροῖ καθάπερ οἱ πολλοὶ τῶν ἐνθάδε διανέμουσι, τὸ μὲν Ἑλληνικὸν ὡς ἓν ἀπὸ πάντων ἀφαιροῦντες χωρίς,4 σύμπασι δὲ τοῖς ἄλλοις γένεσιν, ἀπείροις οὖσι καὶ ἀμείκτοις καὶ ἀσυμφώνοις πρὸς ἄλληλα, βάρβαρον μιᾷ κλήσει προσειπόντες αὐτὸ διὰ ταύτην τὴν μίαν κλῆσιν καὶ γένος ἓν αὐτὸ εἶναι προσδοκῶσιν· ἢ τὸν ἀριθμόν τις αὖ νομίζοι κατʼ εἴδη δύο διαιρεῖν μυριάδα ἀποτεμνόμενος ἀπὸ πάντων, ὡς ἓν εἶδος ἀποχωρίζων, καὶ τῷ λοιπῷ δὴ παντὶ θέμενος ἓν ὄνομα διὰ τὴν κλῆσιν αὖ καὶ τοῦτʼ ἀξιοῖ γένος ἐκείνου χωρὶς ἕτερον ἓν γίγνεσθαι. κάλλιον δέ που καὶ μᾶλλον κατʼ εἴδη καὶ δίχα διαιροῖτʼ ἄν, εἰ τὸν μὲν ἀριθμὸν ἀρτίῳ καὶ περιττῷ τις τέμνοι, τὸ δὲ αὖ τῶν ἀνθρώπων γένος ἄρρενι καὶ θήλει, Λυδοὺς δὲ ἢ Φρύγας ἤ τινας ἑτέρους πρὸς ἅπαντας τάττων ἀποσχίζοι τότε, ἡνίκα ἀποροῖ γένος ἅμα καὶ μέρος εὑρίσκειν ἑκάτερον τῶν σχισθέντων.

客人:実によいぞ、ソクラテス。もしお前が名前にこだわらないことを守り通すなら、老年において、より豊かな知恵を持っていることが明らかになるだろう。だが今は、お前が勧めるようにこれをすべきだ。ところで、群れ飼育を、ある人がどのように二倍に示して見せることで、現在倍のもののなかで探求されているものを、その時(後で)半分のもののなかで探求されるようにするか、お前は気づいているか。 若きソクラテス:努力してみます。そして、私には、人間への飼育と、他方、野獣への飼育とは別のもののように思われます。 客人:まったく、極めて意欲的かつ勇敢に分割したね。しかし、これと同じことを、できる限り今後は被らないようにしよう。 若きソクラテス:どのようなことですか。 客人:一つの小さな部分を、大きくて多くのものから切り離してはならないし、形相を伴わない形であってはならない。むしろ、部分は同時に形相を持っていなければならない。というのも、探求されているものを他のものから直ちに区別することは、それが正しければ極めて美しいことであり、先ほどお前が分割が正しいと考えて議論を急がせ、人間へと向かうのを見た時のようだが。しかし、友よ、細かく切り刻むことは安全ではなく、中間を通って切り分けながら進む方がより安全であり、より形相に出会うことになるのだ。そして、このことは探求においてまったく異なる。 若きソクラテス:客人よ、それはどういう意味ですか。 客人:お前の素質に好意を抱いているからこそ、よりいっそう明確に語るよう試みなければならない、ソクラテス。現時点において、一切の不足なく明らかにすることは不可能だが、明確さのために、それをもう少し前に進めるよう試みるべきだ。 若きソクラテス:では、私たちが先ほど正しくない分割をしたというのは、どのようなことですか。 客人:こういうことだ。例えば、誰かが人類を二つに分割しようとして、この地の多くの人々が分けているように分割するようなものだ。つまり、ギリシア人をすべてのものから一つのものとして切り離し、それ以外のすべての種族(これらは無限であり、交わらず、互いに調和しない言葉を話すのだが)に対しては、ただ一つの「野蛮人」という呼び名で呼び、この一つの呼び名のゆえに、それ自体が一つの種族であると期待するようなものだ。あるいはまた、誰かが数を二つの形相に分割しようと思って、一万という数を全体から切り離し、これを一つの形相として区別し、残りのすべてに一つの名前を与え、その呼び名のゆえに、それ(残りのすべて)が一万とは別の、もう一つの類になると主張するようなものだ。しかし、数を偶数と奇数に分けること、あるいは人間を男と女に分けることの方が、より美しく、より形相に従って二つに分割することになるだろう。そして、リュディア人やフリュギア人などの特定の者たちを他すべてに対して配して切り離すのは、分割されたもののそれぞれが、類であると同時に部分でもあるようなものを、見いだすのに困った時にだけにするべきなのだ。

構文注4 件
  1. 261ἀλλοτριότητι διορισθὲν πρὸς οἰκειότητα

    異質性と同質性の対比。手段を示す与格の ἀλλοτριότητι(異質性によって)と、対比の基準を示す前置詞句 πρὸς οἰκειότητα(同質性に対して)が組み合わさり、他者との相違と自己との類似に基づいた区分の根拠を論理的に構成している。

  2. 262aτὸ ζητούμενον ἐν διπλασίοισι τὰ νῦν ἐν τοῖς ἡμίσεσιν εἰς τότε ποιήσει ζητεῖσθαι

    複雑な対比・使役構造。 副詞的対格 τὰ νῦν(現在)を伴う τὸ ζητούμενον ἐν διπλασίοισι τὰ νῦν(現在、倍のもののなかで探求されているもの)と、εἰς τότε(その時には)を伴う ἐν τοῖς ἡμίσεσιν(半分のもののなかで)が対比される。 ποιήσει は ζητεῖσθαι を目的語(対格不定詞構文に準ずる構造)として従え、「探求されるように仕向けるだろう」という使役的意味を表す。

  3. 262bμηδὲ εἴδους χωρίς

    脱格的属格を支配する前置詞的副詞 χωρίς(〜なしに)が、名詞 εἴδους と結合している。前文の禁止の接続法 ἀφαιρῶμεν に連なり、「実質的な形相(eidos)を伴わない(便宜的な)切り離しをしてはならない」という方法的戒めを強調する。

  4. 262dτὸ μὲν Ἑλληνικὸν ὡς ἓν ἀπὸ πάντων ἀφαιροῦντες χωρίς

    分離の強調。分詞 ἀφαιροῦντες(切り離しつつ)に加えて、さらに副詞 χωρίς(別個に)を重ねることで、希臘人を人類全体から完全に隔離する恣意的な分割行為を強調している。 ὡς ἓν(一つのものとして)は、便宜的に一括りにする主観的な態度を示す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-07-22 読者の報告(校訂者が修正) — 訳文 2 件
urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:261-262