§261ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
青年苏格拉底:完全如此。
ΞΕ. οὐκοῦν ἐπειδὴ τοῦτο μετρίως ἀφέστηκεν ἀπʼ ἐκείνων, ἀλλοτριότητι διορισθὲν πρὸς οἰκειότητα, τοῦτο αὐτὸ πάλιν αὖ διαιρεῖν ἀναγκαῖον, εἴ τινα τομὴν ἔτι ἔχομεν ὑπείκουσαν ἐν τούτῳ;
客人:那么,既然这部分与那些相距适度,通过对它们的分离和对自身的亲近而得到了区分,如果我们在这之中还能找到某种服从分割的界限,难道不必须将这本身再次分割吗?
ΝΕ. ΣΩ. πάνυ γε.
青年苏格拉底:当然。
ΞΕ. καὶ μὴν φαινόμεθα ἔχειν·
客人:我们确实似乎拥有这样的分割。
ἀλλʼ ἐπακολουθῶν σύντεμνε.
不过,请跟随着我一起进行划分。
ΝΕ. ΣΩ. πῇ;
青年苏格拉底:怎么划分?
ΞΕ. πάντας ὁπόσους ἂν ἄρχοντας διανοηθῶμεν ἐπιτάξει προσχρωμένους ἆρʼ οὐχ εὑρήσομεν γενέσεώς τινος ἕνεκα προστάττοντας;
客人:难道我们不会发现,在我们所能想到的所有使用命令的统治者中,他们下达指示都是为了某种事物的生成吗?
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
青年苏格拉底:怎么会不是呢?
ΞΕ. καὶ μὴν τά γε γιγνόμενα πάντα δίχα διαλαβεῖν οὐ παντάπασι χαλεπόν.
客人:而且,将所有生成的事物分为两类,其实并完全不难。
ΝΕ. ΣΩ. πῇ;
青年苏格拉底:怎么分?
ΞΕ. τὰ μὲν ἄψυχα αὐτῶν ἐστί που συμπάντων, τὰ δʼ ἔμψυχα.
客人:在所有的事物中,有些想必是无生命的,而另一些是有生命的。
ΝΕ. ΣΩ. ναί.
青年苏格拉底:是的。
ΞΕ. τούτοις δέ γε αὐτοῖς τὸ τοῦ γνωστικοῦ μέρος ἐπιτακτικὸν ὄν, εἴπερ βουλόμεθα τέμνειν, τεμοῦμεν.
客人:那么,对于这些事物本身,如果我们要划分,就划分认知性科学中属于命令的那一部分。
ΝΕ. ΣΩ. κατὰ τί;
青年苏格拉底:根据什么划分?
ΞΕ. τὸ μὲν ἐπὶ ταῖς τῶν ἀψύχων γενέσεσιν αὐτοῦ τάττοντες, τὸ δʼ ἐπὶ ταῖς τῶν ἐμψύχων·
客人:将其中的一部分指派给无生命事物的生成,另一部分指派给有生命事物的生成。
καὶ πᾶν οὕτως ἤδη διαιρήσεται δίχα.
这样,整体马上就被分为了两部分。
ΝΕ. ΣΩ. παντάπασί γε.
青年苏格拉底:完全如此。
ΞΕ. τὸ μὲν τοίνυν αὐτῶν παραλίπωμεν, τὸ δʼ ἀναλάβωμεν, ἀναλαβόντες δὲ μερισώμεθα εἰς δύο τὸ σύμπαν.
客人:那么,我们把其中一个留在一旁,把另一个拿过来。 拿过来之后,再把这个整体一分为二。
ΝΕ. ΣΩ. λέγεις δʼ αὐτοῖν ἀναληπτέον εἶναι πότερον;
青年苏格拉底:你是指我们应该拿过来这二者中的哪一个?
ΞΕ. πάντως που τὸ περὶ τὰ ζῷα ἐπιτακτικόν.
客人:当然是关于动物的命令性部分。
οὐ γὰρ δὴ τό γε τῆς βασιλικῆς ἐπιστήμης ἐστί ποτε τῶν ἀψύχων ἐπιστατοῦν, οἷον ἀρχιτεκτονικόν, ἀλλὰ γενναιότερον, ἐν τοῖς ζῴοις καὶ περὶ αὐτὰ ταῦτα τὴν δύναμιν ἀεὶ κεκτημένον.
因为王道科学绝不可能像建筑术那样去监管无生命的事物,而是更高贵的,它在动物之中并围绕动物本身而始终拥有其力量。
ΝΕ. ΣΩ. ὀρθῶς.
青年苏格拉底:正确。
ΞΕ. τήν γε μὴν τῶν ζῴων γένεσιν καὶ τροφὴν τὴν μέν τις ἂν ἴδοι μονοτροφίαν οὖσαν, τὴν δὲ κοινὴν τῶν ἐν ταῖς ἀγέλαις θρεμμάτων ἐπιμέλειαν.
客人:不过,对于动物的生成与饲育,人们可以说,一类是单一的饲育,另一类则是对群居被饲育者的共同照料。
ΝΕ. ΣΩ. ὀρθῶς.
青年苏格拉底:正确。
ΞΕ. ἀλλʼ οὐ μὴν τόν γε πολιτικὸν εὑρήσομεν ἰδιοτρόφον, ὥσπερ βοηλάτην ἤ τινα ἱπποκόμον, ἀλλʼ ἱπποφορβῷ τε καὶ βουφορβῷ μᾶλλον προσεοικότα.
客人:但我们确实不会发现政治家是像牧牛人或马夫那样的个体饲育者,而是更像牧马人或牧牛人。
ΝΕ. ΣΩ. φαίνεταί γε δὴ ῥηθὲν νῦν.
青年苏格拉底:正如现在所说,看起来确实如此。
ΞΕ. πότερον οὖν τῆς ζῳοτροφίας τὴν τῶν συμπόλλων κοινὴν τροφὴν ἀγελαιοτροφίαν ἢ κοινοτροφικήν τινα ὀνομάζομεν;
客人:那么,在动物饲育中,对于许多动物的共同饲育,我们应该称之为“群育”还是某种“共育”?
ΝΕ. ΣΩ. ὁπότερον ἂν ἐν τῷ λόγῳ συμβαίνῃ.
青年苏格拉底:这取决于讨论中哪一个更方便。
§262ΞΕ. καλῶς γε, ὦ Σώκρατες·
客人:说得很好,苏格拉底。
κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασιν, πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως.
如果你能坚守不在名字上纠缠,那么到了老年,你就会显得拥有更丰富的智慧。
νῦν δὲ τοῦτο μέν, καθάπερ διακελεύῃ, ποιητέον·
但现在,必须照你所建议的去做。
τὴν δὲ ἀγελαιοτροφικὴν ἆρʼ ἐννοεῖς πῇ τις δίδυμον ἀποφήνας τὸ ζητούμενον ἐν διπλασίοισι τὰ νῦν ἐν τοῖς ἡμίσεσιν εἰς τότε ποιήσει ζητεῖσθαι;
不过,关于“群育”,你是否想到要通过何种方式展示出其双重性,从而使现在寻找的一半在那个时候变成寻找双倍的部分?
ΝΕ. ΣΩ. προθυμήσομαι.
青年苏格拉底:我会努力的。
καί μοι δοκεῖ τῶν μὲν ἀνθρώπων ἑτέρα τις εἶναι, τῶν δʼ αὖ θηρίων ἄλλη τροφή.
在我看来,人类的饲育是一类,而野兽的饲育则是另一类。
ΞΕ. παντάπασί γε προθυμότατα καὶ ἀνδρειότατα διῄρησαι·
客人:你确实非常热切且勇敢地进行了划分。
μὴ μέντοι τοῦτό γε εἰς αὖθις κατὰ δύναμιν πάσχωμεν.
然而,我们绝不要在以后,尽力避免再犯同样的错误。
ΝΕ. ΣΩ. τὸ ποῖον;
青年苏格拉底:什么错误?
ΞΕ. μὴ σμικρὸν μόριον ἓν πρὸς μεγάλα καὶ πολλὰ ἀφαιρῶμεν, μηδὲ εἴδους χωρίς·
客人:我们不要把一个微小的部分与巨大且众多的部分剥离开来,也不要脱离形相;而是要让这一部分同时拥有形相。
ἀλλὰ τὸ μέρος ἅμα εἶδος ἐχέτω. κάλλιστον μὲν γὰρ ἀπὸ τῶν ἄλλων εὐθὺς διαχωρίζειν τὸ ζητούμενον, ἂν ὀρθῶς ἔχῃ, καθάπερ ὀλίγον σὺ πρότερον οἰηθεὶς ἔχειν τὴν διαίρεσιν ἐπέσπευσας τὸν λόγον, ἰδὼν ἐπʼ ἀνθρώπους πορευόμενον·
因为,如果它是正确的,那么立即将所寻找的东西从其他东西中分离出来,是一件极其美妙的事,就像你刚才认为自己掌握了划分,看到它朝着人走去,便急于推进论证一样。
ἀλλὰ γάρ, ὦ φίλε, λεπτουργεῖν οὐκ ἀσφαλές, διὰ μέσων δὲ ἀσφαλέστερον ἰέναι τέμνοντας, καὶ μᾶλλον ἰδέαις ἄν τις προστυγχάνοι.
但是,我的朋友,细碎地切割是不安全的,而通过中间进行切割和前进则更为安全,这样人们也更容易遇到形相。
τοῦτο δὲ διαφέρει τὸ πᾶν πρὸς τὰς ζητήσεις.
而这对于探求来说,有着天壤之别。
ΝΕ. ΣΩ. πῶς, ὦ ξένε, λέγεις τοῦτο;
青年苏格拉底:异邦人,你这是什么意思?
ΞΕ. πειρατέον ἔτι σαφέστερον φράζειν εὐνοίᾳ τῆς σῆς φύσεως, ὦ Σώκρατες.
客人:出于对你天资的好意,我必须试着说得更明白一些,苏格拉底。
ἐν τῷ μὲν οὖν παρεστηκότι τὰ νῦν δηλῶσαι μηδὲν ἐνδεῶς ἀδύνατον· ἐπιχειρητέον δέ τι καὶ σμικρῷ πλέον αὐτὸ προαγαγεῖν εἰς τὸ πρόσθεν σαφηνείας ἕνεκα.
在当前的情况下,要毫无欠缺地说明它是是不可能的;但为了清晰起见,我们必须尝试再往前推进一点点。
ΝΕ. ΣΩ. ποῖον οὖν δὴ φράζεις διαιρουμένους ἡμᾶς οὐκ ὀρθῶς ἄρτι δρᾶν;
青年苏格拉底:那么,你所说我们刚才进行的不正确划分,究竟指什么?
ΞΕ. τοιόνδε, οἷον εἴ τις τἀνθρώπινον ἐπιχειρήσας δίχα διελέσθαι γένος διαιροῖ καθάπερ οἱ πολλοὶ τῶν ἐνθάδε διανέμουσι, τὸ μὲν Ἑλληνικὸν ὡς ἓν ἀπὸ πάντων ἀφαιροῦντες χωρίς, σύμπασι δὲ τοῖς ἄλλοις γένεσιν, ἀπείροις οὖσι καὶ ἀμείκτοις καὶ ἀσυμφώνοις πρὸς ἄλληλα, βάρβαρον μιᾷ κλήσει προσειπόντες αὐτὸ διὰ ταύτην τὴν μίαν κλῆσιν καὶ γένος ἓν αὐτὸ εἶναι προσδοκῶσιν· ἢ τὸν ἀριθμόν τις αὖ νομίζοι κατʼ εἴδη δύο διαιρεῖν μυριάδα ἀποτεμνόμενος ἀπὸ πάντων, ὡς ἓν εἶδος ἀποχωρίζων, καὶ τῷ λοιπῷ δὴ παντὶ θέμενος ἓν ὄνομα διὰ τὴν κλῆσιν αὖ καὶ τοῦτʼ ἀξιοῖ γένος ἐκείνου χωρὶς ἕτερον ἓν γίγνεσθαι.
客人:就像这样:如果有人试图将人类这个种族一分为二,他却像这里的多数人分配那样进行划分:把希腊人作为“一”从所有人中剥离出来,而对所有其他种族(这些种族是无限的、不相混杂的且语言互不相通的)统统用“蛮族”这一个称呼来称呼,并且因为这一个称呼,他们便指望它本身也是一个种族;又或者,有人认为自己将数量划分为两个形相,方式是从所有数量中切下“一万”这一数量,将其作为一个形相剥离,并给剩下的所有数量起一个名字,然后因为这个称呼,再次要求它成为独立于那一万的另一个单一的种族。
κάλλιον δέ που καὶ μᾶλλον κατʼ εἴδη καὶ δίχα διαιροῖτʼ ἄν, εἰ τὸν μὲν ἀριθμὸν ἀρτίῳ καὶ περιττῷ τις τέμνοι, τὸ δὲ αὖ τῶν ἀνθρώπων γένος ἄρρενι καὶ θήλει, Λυδοὺς δὲ ἢ Φρύγας ἤ τινας ἑτέρους πρὸς ἅπαντας τάττων ἀποσχίζοι τότε, ἡνίκα ἀποροῖ γένος ἅμα καὶ μέρος εὑρίσκειν ἑκάτερον τῶν σχισθέντων.
但是,想必更美妙、也更符合形相且一分为二的划分法是:把数量划分为偶数和奇数,把人类划分为男性和女性;只有当在划分出来的两个部分中,难以同时找到既是“类”又是“部分”的东西时,才把吕底亚人或弗里吉亚人或其他某些人拿来与所有其他人相对立并剥离出来。