§88ΦΑΙΔ. ὥστε τούτῳ τῷ λόγῳ οὔπω ἄξιον πιστεύσαντα θαρρεῖν ὡς ἐπειδὰν ἀποθάνωμεν ἔτι που ἡμῶν ἡ ψυχὴ ἔστιν.
「したがって、この議論を信じて、私たちが死んだときに魂がまだどこかに存在していると確信することは、未だに値しないことです。
εἰ γάρ τις καὶ πλέον ἔτι τῷ λέγοντι ἢ ἃ σὺ λέγεις συγχωρήσειεν, δοὺς αὐτῷ μὴ μόνον ἐν τῷ πρὶν καὶ γενέσθαι ἡμᾶς χρόνῳ εἶναι ἡμῶν τὰς ψυχάς, ἀλλὰ μηδὲν κωλύειν καὶ ἐπειδὰν ἀποθάνωμεν ἐνίων ἔτι εἶναι καὶ ἔσεσθαι καὶ πολλάκις γενήσεσθαι καὶ ἀποθανεῖσθαι αὖθις — οὕτω γὰρ αὐτὸ φύσει ἰσχυρὸν εἶναι, ὥστε πολλάκις γιγνομένην ψυχὴν ἀντέχειν — δοὺς δὲ ταῦτα ἐκεῖνο μηκέτι συγχωροῖ, μὴ οὐ πονεῖν αὐτὴν ἐν ταῖς πολλαῖς γενέσεσιν καὶ τελευτῶσάν γε ἔν τινι τῶν θανάτων παντάπασιν ἀπόλλυσθαι, τοῦτον δὲ τὸν θάνατον καὶ ταύτην τὴν διάλυσιν τοῦ σώματος ἣ τῇ ψυχῇ φέρει ὄλεθρον μηδένα φαίη εἰδέναι — ἀδύνατον γὰρ εἶναι ὁτῳοῦν αἰσθέσθαι ἡμῶν — εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐδενὶ προσήκει θάνατον θαρροῦντι μὴ οὐκ ἀνοήτως θαρρεῖν, ὃς ἂν μὴ ἔχῃ ἀποδεῖξαι ὅτι ἔστι ψυχὴ παντάπασιν ἀθάνατόν τε καὶ ἀνώλεθρον·
というのも、もし誰かが、あなたの言うこと以上に、それを主張する者に多くを譲歩し、私たちが生まれる前の時間においても私たちの魂が存在していたことだけでなく、私たちが死んだ後にもいくつかの魂が依然として存在し、これからも存在し、何度も生まれ、再び死ぬことを何ら妨げないということ――なぜなら、魂は本性上非常に強固であるため、何度も生まれ変わりながらも持ちこたえることができるからですが――を認めたとしても、これらのことを認めた上で、その魂が何度も生まれ変わるうちに疲れ果てて、ついにはいずれかの死において完全に滅びてしまうのではないか、ということはもはや譲歩しないとしたら、そして、魂に破滅をもたらすような、この身体の死と解体がいずれであるかを誰も知ることはできない――なぜなら、私たちの誰もそれを感知することは不可能だからです――と主張するならば、もしこれがそのようであるなら、魂が完全に不死であり不滅であることを証明できない限り、死に対して確信を持っている者が愚かにも確信しているのでないということはあり得ません。
εἰ δὲ μή, ἀνάγκην εἶναι ἀεὶ τὸν μέλλοντα ἀποθανεῖσθαι δεδιέναι ὑπὲρ τῆς αὑτοῦ ψυχῆς μὴ ἐν τῇ νῦν τοῦ σώματος διαζεύξει παντάπασιν ἀπόληται.
さもなければ、死のうとしている者は、現在の身体との分離において自分の魂が完全に滅びてしまうのではないかと、常に自らの魂のために恐れざるを得ないのです。
πάντες οὖν ἀκούσαντες εἰπόντων αὐτῶν ἀηδῶς διετέθημεν, ὡς ὕστερον ἐλέγομεν πρὸς ἀλλήλους, ὅτι ὑπὸ τοῦ ἔμπροσθεν λόγου σφόδρα πεπεισμένους ἡμᾶς πάλιν ἐδόκουν ἀναταράξαι καὶ εἰς ἀπιστίαν καταβαλεῖν οὐ μόνον τοῖς προειρημένοις λόγοις, ἀλλὰ καὶ εἰς τὰ ὕστερον μέλλοντα ῥηθήσεσθαι, μὴ οὐδενὸς ἄξιοι εἶμεν κριταὶ ἢ καὶ τὰ πράγματα αὐτὰ ἄπιστα ᾖ.
」さて、彼らが語るを聞いて、私たちは皆、重苦しい気持ちになりました。 それは後で私たちが互いに語り合ったことですが、前の議論によって非常に説得されていた私たちを、彼らが再びかき乱し、すでに語られた議論に対してだけでなく、後に語られるであろう議論に対しても、不信へと突き落としたように思われたからです。 私たちは何ら信頼に値する判定者ではないのではないか、あるいは、事柄そのものが不確かなのではないかと。
ΕΧ. νὴ τοὺς θεούς, ὦ Φαίδων, συγγνώμην γε ἔχω ὑμῖν.
エケクラテス:「神々に誓って、パイドン、君たちに同情せざるを得ない。
καὶ γὰρ αὐτόν με νῦν ἀκούσαντά σου τοιοῦτόν τι λέγειν πρὸς ἐμαυτὸν ἐπέρχεται·
というのも、今君の話を聞いている私自身にも、次のような思いが心に湧き起こってくるからだ。
τίνι οὖν ἔτι πιστεύσομεν λόγῳ;
『私たちはこれから、いったいどの議論を信じたらよいのだろうか。
ὡς γὰρ σφόδρα πιθανὸς ὤν, ὃν ὁ Σωκράτης ἔλεγε λόγον, νῦν εἰς ἀπιστίαν καταπέπτωκεν.
ソクラテスが語っていた議論は、あれほど強力に説得力があったのに、今や不信へと転落してしまったのだから。
θαυμαστῶς γάρ μου ὁ λόγος οὗτος ἀντιλαμβάνεται καὶ νῦν καὶ ἀεί, τὸ ἁρμονίαν τινὰ ἡμῶν εἶναι τὴν ψυχήν, καὶ ὥσπερ ὑπέμνησέν με ῥηθεὶς ὅτι καὶ αὐτῷ μοι ταῦτα προυδέδοκτο.
』魂が私たちの何らかの調和であるという考えは、今も昔も驚くほど私を捉えて離さず、それが語られたとき、私自身も以前からそのように考えていたことを思い出させてくれた。
καὶ πάνυ δέομαι πάλιν ὥσπερ ἐξ ἀρχῆς ἄλλου τινὸς λόγου ὅς με πείσει ὡς τοῦ ἀποθανόντος οὐ συναποθνῄσκει ἡ ψυχή.
そして、人間が死んでも魂は一緒に死ぬわけではないということを私に納得させてくれるような、何か別の議論が、あたかも最初からやり直すかのように是非とも再び必要だ。
λέγε οὖν πρὸς Διὸς πῇ ὁ Σωκράτης μετῆλθε τὸν λόγον;
だからゼウスにかけて語ってくれ、ソクラテスはどのように議論を追究したのか。
καὶ πότερον κἀκεῖνος, ὥσπερ ὑμᾶς φῄς, ἔνδηλός τι ἐγένετο ἀχθόμενος ἢ οὔ, ἀλλὰ πρᾴως ἐβοήθει τῷ λόγῳ;
そして、彼もまた、君が自分たちについて言ったように、当惑している様子をいくらか見せたのか、それともそうではなく、穏やかに自分の議論を助けたのか。
καὶ ἱκανῶς ἐβοήθησεν ἢ ἐνδεῶς;
また、十分に助けたのか、それとも不十分だったのか。
πάντα ἡμῖν δίελθε ὡς δύνασαι ἀκριβέστατα.
できる限り正確に、すべてを私たちに語り尽くしてほしい。 」