§87ΦΑΙΔ. ἐμοὶ γὰρ φαίνεται ἔτι ἐν τῷ αὐτῷ ὁ λόγος εἶναι, καί, ὅπερ ἐν τοῖς πρόσθεν ἐλέγομεν, ταὐτὸν ἔγκλημα ἔχειν.
パイドン:「『というのは、私には、議論は依然として同じところにとどまっており、また、先ほど私たちが述べたのと同じ非難を免れないように思われるからです』とケベスは言った。
ὅτι μὲν γὰρ ἦν ἡμῶν ἡ ψυχὴ καὶ πρὶν εἰς τόδε τὸ εἶδος ἐλθεῖν, οὐκ ἀνατίθεμαι μὴ οὐχὶ πάνυ χαριέντως καί, εἰ μὴ ἐπαχθές ἐστιν εἰπεῖν, πάνυ ἱκανῶς ἀποδεδεῖχθαι·
『私たちの魂が、この形に入る前にも存在していたということについては、非常に優美に、また、言うのがおこがましくなければ、極めて十分に証明されたということを、私は撤回しません。
ὡς δὲ καὶ ἀποθανόντων ἡμῶν ἔτι που ἔστιν, οὔ μοι δοκεῖ τῇδε.
しかし、私たちが死んだ後にも魂が依然としてどこかに存在しているということについては、私にはそのようには思われません。
ὡς μὲν οὐκ ἰσχυρότερον καὶ πολυχρονιώτερον ψυχὴ σώματος, οὐ συγχωρῶ τῇ Σιμμίου ἀντιλήψει·
魂が身体よりも強くなく、また長持ちしないという点については、私はシミアスの反対意見には同意しません。
δοκεῖ γάρ μοι πᾶσι τούτοις πάνυ πολὺ διαφέρειν.
なぜなら、私には魂がこれらすべての点で身体よりはるかに勝っていると思われるからです。
τί οὖν, ἂν φαίη ὁ λόγος, ἔτι ἀπιστεῖς, ἐπειδὴ ὁρᾷς ἀποθανόντος τοῦ ἀνθρώπου τό γε ἀσθενέστερον ἔτι ὄν;
「では、人間が死んだ後、より弱い方がまだ存在しているのを見るというのに、君はなぜまだ信用しないのか?
τὸ δὲ πολυχρονιώτερον οὐ δοκεῖ σοι ἀναγκαῖον εἶναι ἔτι σῴζεσθαι ἐν τούτῳ τῷ χρόνῳ;
より長持ちする方は、この時間において、依然として保存されているのが必然であるとは、君には思われないのか? 」と議論が言うかもしれません。
πρὸς δὴ τοῦτο τόδε ἐπίσκεψαι, εἴ τι λέγω·
これに対して、私が何かまともなことを言っているかどうか、次のことを検討してください。
εἰκόνος γάρ τινος, ὡς ἔοικεν, κἀγὼ ὥσπερ Σιμμίας δέομαι.
どうやら私も、シミアスのように、ある比喩を必要としているようです。
ἐμοὶ γὰρ δοκεῖ ὁμοίως λέγεσθαι ταῦτα ὥσπερ ἄν τις περὶ ἀνθρώπου ὑφάντου πρεσβύτου ἀποθανόντος λέγοι τοῦτον τὸν λόγον, ὅτι οὐκ ἀπόλωλεν ὁ ἄνθρωπος ἀλλ’ ἔστι που σῶς, τεκμήριον δὲ παρέχοιτο θοἰμάτιον ὃ ἠμπείχετο αὐτὸς ὑφηνάμενος ὅτι ἐστὶ σῶν καὶ οὐκ ἀπόλωλεν, καὶ εἴ τις ἀπιστοίη αὐτῷ, ἀνερωτῴη πότερον πολυχρονιώτερόν ἐστι τὸ γένος ἀνθρώπου ἢ ἱματίου ἐν χρείᾳ τε ὄντος καὶ φορουμένου, ἀποκριναμένου δή ὅτι πολὺ τὸ τοῦ ἀνθρώπου, οἴοιτο ἀποδεδεῖχθαι ὅτι παντὸς ἄρα μᾶλλον ὅ γε ἄνθρωπος σῶς ἐστιν, ἐπειδὴ τό γε ὀλιγοχρονιώτερον οὐκ ἀπόλωλεν.
私には、これらのことが、あたかも誰かが年老いて死んだ織工について次のような議論を語るのと同様に語られていると思われるからです。 すなわち、「その男は滅びてはおらず、どこかに無事でいる。 その証拠として、彼が自分で織って身にまとっていた上着が、無事であって滅びていないことを提示しよう」と言い、もし誰かが彼を信用しないなら、「人間の類と、使用され着用されている上着の類とでは、どちらがより長持ちするか」と問い質し、「人間の類の方がはるかに長持ちする」と相手が答えたのを受けて、それなら何よりも確かに人間は無事である、なぜならより短命な上着が滅びていないのだから、と証明されたと思うようなものです。
τὸ δ’ οἶμαι, ὦ Σιμμία, οὐχ οὕτως ἔχει·
しかし、シミアスよ、私の思うに、事実はそうではありません。
σκόπει γὰρ καὶ σὺ ἃ λέγω.
私が言うことを君も考えてみてください。
πᾶς ἂν ὑπολάβοι ὅτι εὔηθες λέγει ὁ τοῦτο λέγων·
このようなことを言う者は愚かなことを言っていると、誰もが察するでしょう。
ὁ γὰρ ὑφάντης οὗτος πολλὰ κατατρίψας τοιαῦτα ἱμάτια καὶ ὑφηνάμενος ἐκείνων μὲν ὕστερος ἀπόλωλεν πολλῶν ὄντων, τοῦ δὲ τελευταίου οἶμαι πρότερος, καὶ οὐδέν τι μᾶλλον τούτου ἕνεκα ἄνθρωπός ἐστιν ἱματίου φαυλότερον οὐδ’ ἀσθενέστερον.
なぜなら、この織工は、そのような上着を数多く織って使い古した末に、それら多くのものよりは後に死んだのですが、最後のものよりは、私の思うに、先に死んだからです。 そして、そのことのゆえに、人間が上着よりも劣っているとか、あるいは弱いということには少しもなりません。
τὴν αὐτὴν δὲ ταύτην οἶμαι εἰκόνα δέξαιτ’ ἂν ψυχὴ πρὸς σῶμα, καί τις λέγων αὐτὰ ταῦτα περὶ αὐτῶν μέτρι’ ἄν μοι φαίνοιτο λέγειν, ὡς ἡ μὲν ψυχὴ πολυχρόνιόν ἐστι, τὸ δὲ σῶμα ἀσθενέστερον καὶ ὀλιγοχρονιώτερον·
これとまったく同じ比喩を、魂と身体の関係も受け入れることができると私は思います。 さらちって、それらについてまさにこれらと同じことを語る人は、私には適切なことを言っているように思われます。 すなわち、魂は長持ちするものであり、身体はより弱く、より短命である、と。
ἀλλὰ γὰρ ἂν φαίη ἑκάστην τῶν ψυχῶν πολλὰ σώματα κατατρίβειν, ἄλλως τε κἂν πολλὰ ἔτη βιῷ — εἰ γὰρ ῥέοι τὸ σῶμα καὶ ἀπολλύοιτο ἔτι ζῶντος τοῦ ἀνθρώπου, ἀλλ’ ἡ ψυχὴ ἀεὶ τὸ κατατριβόμενον ἀνυφαίνοι — ἀναγκαῖον μεντἂν εἴη, ὁπότε ἀπολλύοιτο ἡ ψυχή, τὸ τελευταῖον ὕφασμα τυχεῖν αὐτὴν ἔχουσαν καὶ τούτου μόνου προτέραν ἀπόλλυσθαι, ἀπολομένης δὲ τῆς ψυχῆς τότ’ ἤδη τὴν φύσιν τῆς ἀσθενείας ἐπιδεικνύοι τὸ σῶμα καὶ ταχὺ σαπὲν διοίχοιτο.
しかし、それぞれの魂は多くの身体を使い古すのだ、と人は言うかもしれません。 特に、もし多くの年数を生きるならば。 というのも、もし人間がまだ生きている間にも身体が流動し消滅していくとしても、魂は常にその使い古されていく部分を新しく織り直すからです。 しかし、魂が滅びるときには、魂は最後の織物を身にまとっており、これだけよりは先に滅びることが必然でしょう。 そして魂が滅びたとき、そのときになって初めて、身体はその本来の弱さを露呈し、速やかに腐敗して消え去る(滅びる)ことになるでしょう』」