Humanitext Reader

柏拉图 · 斐多篇 §88

听众因凯贝斯的异议而动摇与埃克拉底的提问

第 30 段,共 55 段 · 希腊语

内容简介

斐多描述了听完凯贝斯的反对意见后大家陷入深深怀疑的心情,听故事的埃克拉底也坦承自己失去了先前的信心,并询问苏格拉底是如何应对这一危机的。

§88ΦΑΙΔ. ὥστε τούτῳ τῷ λόγῳ οὔπω ἄξιον πιστεύσαντα θαρρεῖν ὡς ἐπειδὰν ἀποθάνωμεν ἔτι που ἡμῶν ἡ ψυχὴ ἔστιν.
“因此,单凭这个论点,信赖它并确信当我们死后灵魂依然存在于某处,这还是不值得的。
εἰ γάρ τις καὶ πλέον ἔτι τῷ λέγοντι ἢ ἃ σὺ λέγεις συγχωρήσειεν, δοὺς αὐτῷ μὴ μόνον ἐν τῷ πρὶν καὶ γενέσθαι ἡμᾶς χρόνῳ εἶναι ἡμῶν τὰς ψυχάς, ἀλλὰ μηδὲν κωλύειν καὶ ἐπειδὰν ἀποθάνωμεν ἐνίων ἔτι εἶναι καὶ ἔσεσθαι καὶ πολλάκις γενήσεσθαι καὶ ἀποθανεῖσθαι αὖθις — οὕτω γὰρ αὐτὸ φύσει ἰσχυρὸν εἶναι, ὥστε πολλάκις γιγνομένην ψυχὴν ἀντέχειν — δοὺς δὲ ταῦτα ἐκεῖνο μηκέτι συγχωροῖ, μὴ οὐ πονεῖν αὐτὴν ἐν ταῖς πολλαῖς γενέσεσιν καὶ τελευτῶσάν γε ἔν τινι τῶν θανάτων παντάπασιν ἀπόλλυσθαι, τοῦτον δὲ τὸν θάνατον καὶ ταύτην τὴν διάλυσιν τοῦ σώματος ἣ τῇ ψυχῇ φέρει ὄλεθρον μηδένα φαίη εἰδέναι — ἀδύνατον γὰρ εἶναι ὁτῳοῦν αἰσθέσθαι ἡμῶν — εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐδενὶ προσήκει θάνατον θαρροῦντι μὴ οὐκ ἀνοήτως θαρρεῖν, ὃς ἂν μὴ ἔχῃ ἀποδεῖξαι ὅτι ἔστι ψυχὴ παντάπασιν ἀθάνατόν τε καὶ ἀνώλεθρον· εἰ δὲ μή, ἀνάγκην εἶναι ἀεὶ τὸν μέλλοντα ἀποθανεῖσθαι δεδιέναι ὑπὲρ τῆς αὑτοῦ ψυχῆς μὴ ἐν τῇ νῦν τοῦ σώματος διαζεύξει παντάπασιν ἀπόληται.
因为,即使有人向说话者让步,甚至比你所说的还要多,不仅承认在我们在世之前的时期里我们的灵魂就已经存在,而且承认即使在我们死后,某些灵魂依然存在、并且将要存在,并多次诞生且再次死去也毫无阻碍——因为灵魂在本性上是如此强健,以至于在多次诞生中依然能坚持下去——但即便承认了这些,他却不再让步承认它在多次诞生中不会疲惫,并最终在某一次死亡中彻底消亡,并且声称没有人知道究竟是哪一次死亡以及身体的哪一次解体给灵魂带来了毁灭——因为我们中的任何人都不可能察觉到这一点——如果情况确实如此,那么任何对死亡抱有信心的人,除非他能够证明灵魂是完全不死且不灭的,否则他的信心必定是愚蠢的;否则,将死之人必然总是为自己的灵魂感到担忧,害怕在这一次与身体的分离中它会彻底消亡。
πάντες οὖν ἀκούσαντες εἰπόντων αὐτῶν ἀηδῶς διετέθημεν, ὡς ὕστερον ἐλέγομεν πρὸς ἀλλήλους, ὅτι ὑπὸ τοῦ ἔμπροσθεν λόγου σφόδρα πεπεισμένους ἡμᾶς πάλιν ἐδόκουν ἀναταράξαι καὶ εἰς ἀπιστίαν καταβαλεῖν οὐ μόνον τοῖς προειρημένοις λόγοις, ἀλλὰ καὶ εἰς τὰ ὕστερον μέλλοντα ῥηθήσεσθαι, μὴ οὐδενὸς ἄξιοι εἶμεν κριταὶ ἢ καὶ τὰ πράγματα αὐτὰ ἄπιστα ᾖ.
” 于是,我们大家听了他们的话后,心里都很不好受,正如我们事后相互谈起的那样:在被先前的论点深深说服之后,他们似乎又把我们搅乱了,使我们陷入了怀疑之中,不仅对已经说过的论点,而且对以后将要说的论点都产生了怀疑,担心我们是不称职的评判者,甚至事情本身就是不可信的。
ΕΧ. νὴ τοὺς θεούς, ὦ Φαίδων, συγγνώμην γε ἔχω ὑμῖν.
埃克拉底:“天哪,斐多,我真同情你们。
καὶ γὰρ αὐτόν με νῦν ἀκούσαντά σου τοιοῦτόν τι λέγειν πρὸς ἐμαυτὸν ἐπέρχεται· τίνι οὖν ἔτι πιστεύσομεν λόγῳ;
因为就在刚才听你说话时,我自己也产生了类似的想法:『那么,我们今后还能相信什么论点呢?
ὡς γὰρ σφόδρα πιθανὸς ὤν, ὃν ὁ Σωκράτης ἔλεγε λόγον, νῦν εἰς ἀπιστίαν καταπέπτωκεν.
因为苏格拉底所说的论点本来是如此有说服力,现在却落入了不可信的境地。
θαυμαστῶς γάρ μου ὁ λόγος οὗτος ἀντιλαμβάνεται καὶ νῦν καὶ ἀεί, τὸ ἁρμονίαν τινὰ ἡμῶν εἶναι τὴν ψυχήν, καὶ ὥσπερ ὑπέμνησέν με ῥηθεὶς ὅτι καὶ αὐτῷ μοι ταῦτα προυδέδοκτο.
』因为灵魂是我们的一种和谐这一说法,无论现在还是过去都惊人地吸引着我,一旦说出来,它就像是在提醒我,我自己以前也是这么认为的。
καὶ πάνυ δέομαι πάλιν ὥσπερ ἐξ ἀρχῆς ἄλλου τινὸς λόγου ὅς με πείσει ὡς τοῦ ἀποθανόντος οὐ συναποθνῄσκει ἡ ψυχή.
我现在极其需要像从头开始一样,有另一个论点来让我相信,人死时灵魂并不会随之死去。
λέγε οὖν πρὸς Διὸς πῇ ὁ Σωκράτης μετῆλθε τὸν λόγον;
那么请因宙斯之名告诉我,苏格拉底是如何继续推导这个论点的?
καὶ πότερον κἀκεῖνος, ὥσπερ ὑμᾶς φῄς, ἔνδηλός τι ἐγένετο ἀχθόμενος ἢ οὔ, ἀλλὰ πρᾴως ἐβοήθει τῷ λόγῳ;
而且,他是否也像你刚才说你们那样,表现出了沮丧,还是说没有,而是温和地捍卫了这一论点?
καὶ ἱκανῶς ἐβοήθησεν ἢ ἐνδεῶς;
他捍卫得足够充分,还是有所欠缺?
πάντα ἡμῖν δίελθε ὡς δύνασαι ἀκριβέστατα.
请尽可能准确地把一切都向我们娓娓道来。 ”

词汇与语法注释

  1. 88aμὴ οὐ πονεῖν — 双重否定词 `μὴ οὐ` 与不定式 `πονεῖν` 连用,因为它依赖于一个带否定意向的主句动词(`μηκέτι συγχωροῖ`,“不再让步/承认”)。它表示灵魂在多次诞生中“不会不遭受痛苦”(即必定遭受痛苦)。
  2. 88bεἰ δὲ τοῦτο οὕτως ἔχει — 该短语重新承接了 §88a 中使用希求法(`εἰ ... συγχωρήσειεν ... μηκέτι συγχωροῖ`)的冗长复杂的条件句。通过转换到直说现在时(`εἰ ... ἔχει`,“如果情况确实如此”),说话者将假设性的讨论引入到主句(`οὐδενὶ προσήκει`)的具体逻辑结论中。
  3. 88dτὸ ἁρμονίαν τινὰ ἡμῶν εἶναι τὴν ψυχήν — 中性单数冠词 `τὸ` 将“对格+不定式”结构(`ἁρμονίαν τινὰ ἡμῶν εἶναι τὴν ψυχήν`)名词化。它作为同位语从句,具体解释了主语 `ὁ λόγος οὗτος`(“这一论点”)的实质内容。

引用这一段

柏拉图, 斐多篇 §88. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:88

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。