← プラトン

パイドン

§88

ケベスの反論による聴衆の動揺とエケクラテスの問い

ケベスの反論を聞いてパイドンたちが当惑し、これまでの確信が崩れて懐疑に陥った様子と、その物語を聞いたエケクラテスも同様の不信を吐露し、ソクラテスがどう応答したかを尋ねる場面。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§88

ΦΑΙΔ. ὥστε τούτῳ τῷ λόγῳ οὔπω ἄξιον πιστεύσαντα θαρρεῖν ὡς ἐπειδὰν ἀποθάνωμεν ἔτι που ἡμῶν ἡ ψυχὴ ἔστιν. εἰ γάρ τις καὶ πλέον ἔτι τῷ λέγοντι ἢ ἃ σὺ λέγεις συγχωρήσειεν, δοὺς αὐτῷ μὴ μόνον ἐν τῷ πρὶν καὶ γενέσθαι ἡμᾶς χρόνῳ εἶναι ἡμῶν τὰς ψυχάς, ἀλλὰ μηδὲν κωλύειν καὶ ἐπειδὰν ἀποθάνωμεν ἐνίων ἔτι εἶναι καὶ ἔσεσθαι καὶ πολλάκις γενήσεσθαι καὶ ἀποθανεῖσθαι αὖθις — οὕτω γὰρ αὐτὸ φύσει ἰσχυρὸν εἶναι, ὥστε πολλάκις γιγνομένην ψυχὴν ἀντέχειν — δοὺς δὲ ταῦτα ἐκεῖνο μηκέτι συγχωροῖ, μὴ οὐ πονεῖν1 αὐτὴν ἐν ταῖς πολλαῖς γενέσεσιν καὶ τελευτῶσάν γε ἔν τινι τῶν θανάτων παντάπασιν ἀπόλλυσθαι, τοῦτον δὲ τὸν θάνατον καὶ ταύτην τὴν διάλυσιν τοῦ σώματος ἣ τῇ ψυχῇ φέρει ὄλεθρον μηδένα φαίη εἰδέναι — ἀδύνατον γὰρ εἶναι ὁτῳοῦν αἰσθέσθαι ἡμῶν — εἰ δὲ τοῦτο οὕτως ἔχει,2 οὐδενὶ προσήκει θάνατον θαρροῦντι μὴ οὐκ ἀνοήτως θαρρεῖν, ὃς ἂν μὴ ἔχῃ ἀποδεῖξαι ὅτι ἔστι ψυχὴ παντάπασιν ἀθάνατόν τε καὶ ἀνώλεθρον· εἰ δὲ μή, ἀνάγκην εἶναι ἀεὶ τὸν μέλλοντα ἀποθανεῖσθαι δεδιέναι ὑπὲρ τῆς αὑτοῦ ψυχῆς μὴ ἐν τῇ νῦν τοῦ σώματος διαζεύξει παντάπασιν ἀπόληται. πάντες οὖν ἀκούσαντες εἰπόντων αὐτῶν ἀηδῶς διετέθημεν, ὡς ὕστερον ἐλέγομεν πρὸς ἀλλήλους, ὅτι ὑπὸ τοῦ ἔμπροσθεν λόγου σφόδρα πεπεισμένους ἡμᾶς πάλιν ἐδόκουν ἀναταράξαι καὶ εἰς ἀπιστίαν καταβαλεῖν οὐ μόνον τοῖς προειρημένοις λόγοις, ἀλλὰ καὶ εἰς τὰ ὕστερον μέλλοντα ῥηθήσεσθαι, μὴ οὐδενὸς ἄξιοι εἶμεν κριταὶ ἢ καὶ τὰ πράγματα αὐτὰ ἄπιστα ᾖ. ΕΧ. νὴ τοὺς θεούς, ὦ Φαίδων, συγγνώμην γε ἔχω ὑμῖν. καὶ γὰρ αὐτόν με νῦν ἀκούσαντά σου τοιοῦτόν τι λέγειν πρὸς ἐμαυτὸν ἐπέρχεται· τίνι οὖν ἔτι πιστεύσομεν λόγῳ; ὡς γὰρ σφόδρα πιθανὸς ὤν, ὃν ὁ Σωκράτης ἔλεγε λόγον, νῦν εἰς ἀπιστίαν καταπέπτωκεν. θαυμαστῶς γάρ μου ὁ λόγος οὗτος ἀντιλαμβάνεται καὶ νῦν καὶ ἀεί, τὸ ἁρμονίαν τινὰ ἡμῶν εἶναι τὴν ψυχήν,3 καὶ ὥσπερ ὑπέμνησέν με ῥηθεὶς ὅτι καὶ αὐτῷ μοι ταῦτα προυδέδοκτο. καὶ πάνυ δέομαι πάλιν ὥσπερ ἐξ ἀρχῆς ἄλλου τινὸς λόγου ὅς με πείσει ὡς τοῦ ἀποθανόντος οὐ συναποθνῄσκει ἡ ψυχή. λέγε οὖν πρὸς Διὸς πῇ ὁ Σωκράτης μετῆλθε τὸν λόγον; καὶ πότερον κἀκεῖνος, ὥσπερ ὑμᾶς φῄς, ἔνδηλός τι ἐγένετο ἀχθόμενος ἢ οὔ, ἀλλὰ πρᾴως ἐβοήθει τῷ λόγῳ; καὶ ἱκανῶς ἐβοήθησεν ἢ ἐνδεῶς; πάντα ἡμῖν δίελθε ὡς δύνασαι ἀκριβέστατα.

「したがって、この議論を信じて、私たちが死んだときに魂がまだどこかに存在していると確信することは、未だに値しないことです。というのも、もし誰かが、あなたの言うこと以上に、それを主張する者に多くを譲歩し、私たちが生まれる前の時間においても私たちの魂が存在していたことだけでなく、私たちが死んだ後にもいくつかの魂が依然として存在し、これからも存在し、何度も生まれ、再び死ぬことを何ら妨げないということ――なぜなら、魂は本性上非常に強固であるため、何度も生まれ変わりながらも持ちこたえることができるからですが――を認めたとしても、これらのことを認めた上で、その魂が何度も生まれ変わるうちに疲れ果てて、ついにはいずれかの死において完全に滅びてしまうのではないか、ということはもはや譲歩しないとしたら、そして、魂に破滅をもたらすような、この身体の死と解体がいずれであるかを誰も知ることはできない――なぜなら、私たちの誰もそれを感知することは不可能だからです――と主張するならば、もしこれがそのようであるなら、魂が完全に不死であり不滅であることを証明できない限り、死に対して確信を持っている者が愚かにも確信しているのでないということはあり得ません。さもなければ、死のうとしている者は、現在の身体との分離において自分の魂が完全に滅びてしまうのではないかと、常に自らの魂のために恐れざるを得ないのです。」 さて、彼らが語るを聞いて、私たちは皆、重苦しい気持ちになりました。それは後で私たちが互いに語り合ったことですが、前の議論によって非常に説得されていた私たちを、彼らが再びかき乱し、すでに語られた議論に対してだけでなく、後に語られるであろう議論に対しても、不信へと突き落としたように思われたからです。私たちは何ら信頼に値する判定者ではないのではないか、あるいは、事柄そのものが不確かなのではないかと。 エケクラテス:「神々に誓って、パイドン、君たちに同情せざるを得ない。というのも、今君の話を聞いている私自身にも、次のような思いが心に湧き起こってくるからだ。『私たちはこれから、いったいどの議論を信じたらよいのだろうか。ソクラテスが語っていた議論は、あれほど強力に説得力があったのに、今や不信へと転落してしまったのだから。』魂が私たちの何らかの調和であるという考えは、今も昔も驚くほど私を捉えて離さず、それが語られたとき、私自身も以前からそのように考えていたことを思い出させてくれた。そして、人間が死んでも魂は一緒に死ぬわけではないということを私に納得させてくれるような、何か別の議論が、あたかも最初からやり直すかのように是非とも再び必要だ。だからゼウスにかけて語ってくれ、ソクラテスはどのように議論を追究したのか。そして、彼もまた、君が自分たちについて言ったように、当惑している様子をいくらか見せたのか、それともそうではなく、穏やかに自分の議論を助けたのか。また、十分に助けたのか、それとも不十分だったのか。できる限り正確に、すべてを私たちに語り尽くしてほしい。」

構文注3 件
  1. 88aμὴ οὐ πονεῖν

    否定の動詞(ここでは μηκέτι συγχωροῖ「これ以上認めない」)に導かれる不定詞句において、否定の強意または「〜しないということはない」を意味する μὴ οὐ が用いられている。ここでは「魂が(多くの生まれ変わりの中で)苦しまないということはない」という意味になる。

  2. 88bεἰ δὲ τοῦτο οὕτως ἔχει

    前文の長い条件節(εἰ γάρ τις ... συγχωρήσειεν ... μηκέτι συγχωροῖ という希求法による仮定)を、直説法現在(εἰ δὲ τοῦτο οὕτως ἔχει「もしこれがそのようであるなら」)で受け直すことで、仮定的な議論を現実的な帰結(οὐδενὶ προσήκει「誰にもふさわしくない」)へと論理的に移行させている。

  3. 88dτὸ ἁρμονίαν τινὰ ἡμῶν εἶναι τὴν ψυχήν

    中性単数対格の冠詞 τὸ によって対格不定詞句全体が名詞化され、主語である ὁ λόγος οὗτος(この議論)の具体的内容を示す同格節(説明的付加)として機能している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:88