§59ΦΑΙΔ. διὰ δὴ ταῦτα οὐδὲν πάνυ μοι ἐλεινὸν εἰσῄει, ὡς εἰκὸς ἂν δόξειεν εἶναι παρόντι πένθει, οὔτε αὖ ἡδονὴ ὡς ἐν φιλοσοφίᾳ ἡμῶν ὄντων ὥσπερ εἰώθεμεν — καὶ γὰρ οἱ λόγοι τοιοῦτοί τινες ἦσαν — ἀλλ᾽ ἀτεχνῶς ἄτοπόν τί μοι πάθος παρῆν καί τις ἀήθης κρᾶσις ἀπό τε τῆς ἡδονῆς συγκεκραμένη ὁμοῦ καὶ ἀπὸ τῆς λύπης, ἐνθυμουμένῳ ὅτι αὐτίκα ἐκεῖνος ἔμελλε τελευτᾶν.
パイドン:まさにそれゆえ、悲哀に立ち会う者にとって当然と思われるような同情の念は、まったく私に生じなかった。 また一方、私たちがいつものように哲学に没頭していることによる快さも生じなかった。 ――というのも、語られた議論もそのような性質のものだったのだが――そうではなく、全く奇妙な感情が私にあり、快さと同時に悲しみとが混ざり合った、ある普通ではない混合状態の中に私はいたのだ。 あの人が間もなく亡くなろうとしていることを思っていたので。
καὶ πάντες οἱ παρόντες σχεδόν τι οὕτω διεκείμεθα, τοτὲ μὲν γελῶντες, ἐνίοτε δὲ δακρύοντες, εἷς δὲ ἡμῶν καὶ διαφερόντως, Ἀπολλόδωρος — οἶσθα γάρ που τὸν ἄνδρα καὶ τὸν τρόπον αὐτοῦ.
そしてそこにいた全員がほぼ同じような状態で、ある時は笑い、またある時は涙を流していた。 とりわけ私たちのうちの一人、アポロドロスがそうだった。 君も彼の人物とその気性を知っているだろう。
ΕΧ. πῶς γὰρ οὔ;
エケクラテス:もちろんだとも。
ΦΑΙΔ. ἐκεῖνός τε τοίνυν παντάπασιν οὕτως εἶχεν, καὶ αὐτὸς ἔγωγε ἐτεταράγμην καὶ οἱ ἄλλοι.
パイドン:そこで彼(アポロドロス)は完全にそのような状態でしたし、私自身も他の者たちも動揺していました。
ΕΧ. ἔτυχον δέ, ὦ Φαίδων, τίνες παραγενόμενοι;
エケクラテス:パイドン、たまたま立ち会っていたのは誰だったのか。
ΦΑΙΔ. οὗτός τε δὴ ὁ Ἀπολλόδωρος τῶν ἐπιχωρίων παρῆν καὶ Κριτόβουλος καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἔτι Ἑρμογένης καὶ Ἐπιγένης καὶ Αἰσχίνης καὶ Ἀντισθένης·
パイドン:地元のアテナイ人のうちでは、まさにこのアポロドロスが立ち会っていましたし、クリトブロスとその父親、さらにヘルモゲネス、エピゲネス、アイスキネス、アンティステネスがいました。
ἦν δὲ καὶ Κτήσιππος ὁ Παιανιεὺς καὶ Μενέξενος καὶ ἄλλοι τινὲς τῶν ἐπιχωρίων.
また、ペイアニア区のクテシッポスや、メネクセノス、そして他にも地元の人たちが何人かいました。
Πλάτων δὲ οἶμαι ἠσθένει.
しかし、プラトンは病気だったと思います。
ΕΧ. ξένοι δέ τινες παρῆσαν;
エケクラテス:他邦の者も誰か立ち会っていたのか。
ΦΑΙΔ. ναί, Σιμμίας τέ γε ὁ Θηβαῖος καὶ Κέβης καὶ Φαιδώνδης καὶ Μεγαρόθεν Εὐκλείδης τε καὶ Τερψίων.
パイドン:はい、テーバイ人のシミアスとケベス、そしてパイドンデスが、またメガラからはエウクレイデスとテルプシオンがいました。
ΕΧ. τί δέ; Ἀρίστιππος καὶ Κλεόμβροτος παρεγένοντο;
エケクラテス:それでは、アリスティッポスとクレオンブロトスは立ち会ったのか。
ΦΑΙΔ. οὐ δῆτα·
パイドン:いいえ、まったく。
ἐν Αἰγίνῃ γὰρ ἐλέγοντο εἶναι.
彼らはアイギナ島にいると言われていましたから。
ΕΧ. ἄλλος δέ τις παρῆν;
エケクラテス:ほかに誰か立ち会っていたか。
ΦΑΙΔ. σχεδόν τι οἶμαι τούτους παραγενέσθαι.
パイドン:ほぼ彼らが立ち会ったすべてだと思います。
ΕΧ. τί οὖν δή; τίνες φῂς ἦσαν οἱ λόγοι;
エケクラテス:それでは、どのような議論がなされたというのか。
ΦΑΙΔ. ἐγώ σοι ἐξ ἀρχῆς πάντα πειράσομαι διηγήσασθαι.
パイドン:私は最初からすべてを君に説明するよう努めましょう。
ἀεὶ γὰρ δὴ καὶ τὰς πρόσθεν ἡμέρας εἰώθεμεν φοιτᾶν καὶ ἐγὼ καὶ οἱ ἄλλοι παρὰ τὸν Σωκράτη, συλλεγόμενοι ἕωθεν εἰς τὸ δικαστήριον ἐν ᾧ καὶ ἡ δίκη ἐγένετο·
というのも、前の数日間も常に、私や他の者たちはソクラテスのもとへ通うのを習慣にしており、朝早くに、あの裁判が行われた裁判所に集まっていたからです。
πλησίον γὰρ ἦν τοῦ δεσμωτηρίου.
そこは牢獄に近かったので。
περιεμένομεν οὖν ἑκάστοτε ἕως ἀνοιχθείη τὸ δεσμωτήριον, διατρίβοντες μετ’ ἀλλήλων, ἀνεῴγετο γὰρ οὐ πρῴ·
そこで、私たちは毎回、牢獄が開くのを互いに時を過ごしながら待っていたのです。 朝早くには開かなかったからです。
ἐπειδὴ δὲ ἀνοιχθείη, εἰσῇμεν παρὰ τὸν Σωκράτη καὶ τὰ πολλὰ διημερεύομεν μετ’ αὐτοῦ.
そして開くと、私たちはソクラテスのもとへ入って行き、一日の大半を彼とともに過ごしていました。
καὶ δὴ καὶ τότε πρῳαίτερον συνελέγημεν·
そして、まさにその日には、いつもより早く集まりました。
τῇ γὰρ προτεραίᾳ ἐπειδὴ ἐξήλθομεν ἐκ τοῦ δεσμωτηρίου ἑσπέρας, ἐπυθόμεθα ὅτι τὸ πλοῖον ἐκ Δήλου ἀφιγμένον εἴη.
前日の夕方に私たちが牢獄を出たとき、デロス島からの船が到着したということを知ったからです。
παρηγγείλαμεν οὖν ἀλλήλοις ἥκειν ὡς πρῳαίτατα εἰς τὸ εἰωθός.
そこで私たちは、いつもの場所にできるだけ早く来るようにと互いに連絡し合いました。
καὶ ἥκομεν καὶ ἡμῖν ἐξελθὼν ὁ θυρωρός, ὅσπερ εἰώθει ὑπακούειν, εἶπεν περιμένειν καὶ μὴ πρότερον παριέναι ἕως ἂν αὐτὸς κελεύσῃ·
そして私たちが到着すると、いつものように応対していた門番が出てきて、自分で指示するまでは中に入らずに待っているようにと言いました。
λύουσι γάρ,
ἔφη,
οἱ ἕνδεκα Σωκράτη καὶ παραγγέλλουσιν ὅπως ἂν τῇδε τῇ ἡμέρᾳ τελευτᾷ.
「というのも」と彼は言いました。 「十一人の刑吏たちがソクラテスの枷を外し、彼が今日中に死ぬように指示を与えているところだからだ。 」