Humanitext Reader

柏拉图 · 斐多篇 §59

斐多杂糅的情感与在场的送终者

第 2 段,共 55 段 · 希腊语

内容简介

斐多回忆起在苏格拉底临终时,心中产生了一种快乐与痛苦交织的奇妙情感。他列举了在场的本地及外邦友人,并开始叙述最后一天早晨的情况。

§59ΦΑΙΔ. διὰ δὴ ταῦτα οὐδὲν πάνυ μοι ἐλεινὸν εἰσῄει, ὡς εἰκὸς ἂν δόξειεν εἶναι παρόντι πένθει, οὔτε αὖ ἡδονὴ ὡς ἐν φιλοσοφίᾳ ἡμῶν ὄντων ὥσπερ εἰώθεμεν — καὶ γὰρ οἱ λόγοι τοιοῦτοί τινες ἦσαν — ἀλλ᾽ ἀτεχνῶς ἄτοπόν τί μοι πάθος παρῆν καί τις ἀήθης κρᾶσις ἀπό τε τῆς ἡδονῆς συγκεκραμένη ὁμοῦ καὶ ἀπὸ τῆς λύπης, ἐνθυμουμένῳ ὅτι αὐτίκα ἐκεῖνος ἔμελλε τελευτᾶν.
斐多:正因为这些,我心里完全没有产生像陪伴在悲哀身旁的人所理所应当会有的怜悯之情,另一方面,也没有因为像我们往常那样讨论哲学而产生快乐——因为当时的话题确实是那一类的——而是我身上确实存在着一种奇妙的情感,一种由快乐和痛苦同时混合而成的不同寻常的混合物,因为我想到他即将死去。
καὶ πάντες οἱ παρόντες σχεδόν τι οὕτω διεκείμεθα, τοτὲ μὲν γελῶντες, ἐνίοτε δὲ δακρύοντες, εἷς δὲ ἡμῶν καὶ διαφερόντως, Ἀπολλόδωρος — οἶσθα γάρ που τὸν ἄνδρα καὶ τὸν τρόπον αὐτοῦ.
而在场的几乎所有人也都是这样的状态,时而发笑,时而流泪,我们当中的一个人更是格外如此,那就是阿波罗多洛—— 你大概也了解这个人以及他的脾气。
ΕΧ. πῶς γὰρ οὔ;
埃克克拉底:当然知道。
ΦΑΙΔ. ἐκεῖνός τε τοίνυν παντάπασιν οὕτως εἶχεν, καὶ αὐτὸς ἔγωγε ἐτεταράγμην καὶ οἱ ἄλλοι.
斐多:所以他完全处于那种状态,而我自己和其余的人也都很心烦意乱。
ΕΧ. ἔτυχον δέ, ὦ Φαίδων, τίνες παραγενόμενοι;
埃克克拉底:那么,斐多,碰巧在场的都有哪些人呢?
ΦΑΙΔ. οὗτός τε δὴ ὁ Ἀπολλόδωρος τῶν ἐπιχωρίων παρῆν καὶ Κριτόβουλος καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἔτι Ἑρμογένης καὶ Ἐπιγένης καὶ Αἰσχίνης καὶ Ἀντισθένης· ἦν δὲ καὶ Κτήσιππος ὁ Παιανιεὺς καὶ Μενέξενος καὶ ἄλλοι τινὲς τῶν ἐπιχωρίων.
斐多:本地人当中,除了这位阿波罗多洛在场,还有克里托布洛和他的父亲,此外还有赫谟根尼、埃庇革涅、埃斯奇内斯和安提斯泰尼;还有拜阿尼亚的克特西普、美涅克塞奴,以及其他几位本地人。
Πλάτων δὲ οἶμαι ἠσθένει.
不过柏拉图,我想,是病倒了。
ΕΧ. ξένοι δέ τινες παρῆσαν;
埃克克拉底:有外邦人在场吗?
ΦΑΙΔ. ναί, Σιμμίας τέ γε ὁ Θηβαῖος καὶ Κέβης καὶ Φαιδώνδης καὶ Μεγαρόθεν Εὐκλείδης τε καὶ Τερψίων.
斐多:有的,底比斯人锡米亚斯和策贝斯,还有斐多恩德,以及来自麦加拉的欧克里德和德普西翁。
ΕΧ. τί δέ; Ἀρίστιππος καὶ Κλεόμβροτος παρεγένοντο;
埃克克拉底:那么,亚里斯提卜和克勒翁布罗托到场了吗?
ΦΑΙΔ. οὐ δῆτα· ἐν Αἰγίνῃ γὰρ ἐλέγοντο εἶναι.
斐多:没有,因为据说他们在埃吉纳。
ΕΧ. ἄλλος δέ τις παρῆν;
埃克克拉底:还有其他人到场吗?
ΦΑΙΔ. σχεδόν τι οἶμαι τούτους παραγενέσθαι.
斐多:我想,到场的差不多就是这些人了。
ΕΧ. τί οὖν δή; τίνες φῂς ἦσαν οἱ λόγοι;
埃克克拉底:那么,你所说的讨论到底是什么内容呢?
ΦΑΙΔ. ἐγώ σοι ἐξ ἀρχῆς πάντα πειράσομαι διηγήσασθαι.
斐多:我会尽力从头开始向你讲述一切。
ἀεὶ γὰρ δὴ καὶ τὰς πρόσθεν ἡμέρας εἰώθεμεν φοιτᾶν καὶ ἐγὼ καὶ οἱ ἄλλοι παρὰ τὸν Σωκράτη, συλλεγόμενοι ἕωθεν εἰς τὸ δικαστήριον ἐν ᾧ καὶ ἡ δίκη ἐγένετο· πλησίον γὰρ ἦν τοῦ δεσμωτηρίου.
因为在先前的那些日子里,我和其他人也经常习惯去拜访苏格拉底,清晨聚集在举行过审判的法庭里;因为法庭就在监狱附近。
περιεμένομεν οὖν ἑκάστοτε ἕως ἀνοιχθείη τὸ δεσμωτήριον, διατρίβοντες μετ’ ἀλλήλων, ἀνεῴγετο γὰρ οὐ πρῴ·
因此,我们每次都会互相作伴等待监狱开门,因为门开得并不早。
ἐπειδὴ δὲ ἀνοιχθείη, εἰσῇμεν παρὰ τὸν Σωκράτη καὶ τὰ πολλὰ διημερεύομεν μετ’ αὐτοῦ.
一旦开门,我们就进去见苏格拉底,大半天都和他在一起度过。
καὶ δὴ καὶ τότε πρῳαίτερον συνελέγημεν·
而就在那一天,我们聚集得比平时更早。
τῇ γὰρ προτεραίᾳ ἐπειδὴ ἐξήλθομεν ἐκ τοῦ δεσμωτηρίου ἑσπέρας, ἐπυθόμεθα ὅτι τὸ πλοῖον ἐκ Δήλου ἀφιγμένον εἴη.
因为在前一天傍晚我们离开监狱时,得知从德洛斯岛来的船已经到了。
παρηγγείλαμεν οὖν ἀλλήλοις ἥκειν ὡς πρῳαίτατα εἰς τὸ εἰωθός.
于是我们互相叮嘱,要尽可能早地到老地方集合。
καὶ ἥκομεν καὶ ἡμῖν ἐξελθὼν ὁ θυρωρός, ὅσπερ εἰώθει ὑπακούειν, εἶπεν περιμένειν καὶ μὴ πρότερον παριέναι ἕως ἂν αὐτὸς κελεύσῃ·
我们到了之后,平时负责开门的守门人出来,告诉我们先等等,在他叫我们之前不要进去。
λύουσι γάρ, ἔφη, οἱ ἕνδεκα Σωκράτη καὶ παραγγέλλουσιν ὅπως ἂν τῇδε τῇ ἡμέρᾳ τελευτᾷ.
他说:“因为十一执政官正在解开苏格拉底的锁链,并下达指示,让他今天受死。 ”

词汇与语法注释

  1. 59aπαρόντι πένθει — 现在分词 παρόντι(“对于在场的人”)为与格。由于 πένθει(名词 πένθος“悲哀、悲痛”的单数与格)作为动词 παρεῖναι(“在场、陪伴”)的与格补语,因此在此构成“对于陪伴在悲痛场面的人”的与格结构。或者也可以解释为伴随或状况与格(“在悲痛存在的情况下”),无论如何,这都是表达一般性常理。
  2. 59aἐνθυμουμένῳ — 此为动词 ἐνθυμέομαι(“心想、思考”)的现在分词、阳性、单数、与格,与主句中表示心理体验主体的 μοι(“对我而言”)相呼应,起到了修饰整个句子的状语功能(“由于想到、在想到……时”)。
  3. 59dἕως ἀνοιχθείη — 在连词 ἕως(“直到”)引导的时间从句中,使用了动词 ἀνοίγω 的被动语态不定过去时希求式 ἀνοιχθείη。这与主句未完成过去时 περιεμένομεν 所表示的过去重复性习惯相呼应,表示在过去重复发生的情况下的期待或目的(“每次我们都会等待,直到门被打开”)。
  4. 59eὅπως ἂν ... τελευᾷ — 这是跟在表示传达或督促的动词 παραγγέλλουσιν(“下达指示”)后面的目的/努力从句。连词 ὅπως ἂν 与现在时虚拟式 τελευᾷ(“死、结束生命”)相结合,表示指示的内容或目的,即“让他们安排使他于今日受死”。

引用这一段

柏拉图, 斐多篇 §59. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:59

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。