§112ΦΑΙΔ. ἕν τι τῶν χασμάτων τῆς γῆς ἄλλως τε μέγιστον τυγχάνει ὂν καὶ διαμπερὲς τετρημένον δι’ ὅλης τῆς γῆς, τοῦτο ὅπερ Ὅμηρος εἶπε, λέγων αὐτό
"
τῆλε μάλ᾽, ᾗχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον· "
ὃ καὶ ἄλλοθι καὶ ἐκεῖνος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν Τάρταρον κεκλήκασιν.
ΦΑΙΔ. 「大地の数ある裂け目の中で、とりわけ最大のものであり、大地の全体を貫いて穴が穿たれているものが一つある。 これこそホメロスが次のように語ったものである。 \n\"\nはるか遠く、地の下で最も深い奈落があるところ\n\"\nこれを、彼も他の箇所で、また他の多くの詩人たちも、タルタロスと呼んできた。
εἰς γὰρ τοῦτο τὸ χάσμα συρρέουσί τε πάντες οἱ ποταμοὶ καὶ ἐκ τούτου πάλιν ἐκρέουσιν·
なぜなら、この裂け目にあらゆる川が流れ込み、またここから再び流れ出ていくからである。
γίγνονται δὲ ἕκαστοι τοιοῦτοι δι’ οἵας ἂν καὶ τῆς γῆς ῥέωσιν.
そしてそれぞれの川は、それが流れる大地の性質に応じたものとなる。
ἡ δὲ αἰτία ἐστὶν τοῦ ἐκρεῖν τε ἐντεῦθεν καὶ εἰσρεῖν πάντα τὰ ῥεύματα, ὅτι πυθμένα οὐκ ἔχει οὐδὲ βάσιν τὸ ὑγρὸν τοῦτο.
\nこの場所からすべての流れが流れ出たり流れ込んだりする原因は、この液体が底も土台も持たないことにある。
αἰωρεῖται δὴ καὶ κυμαίνει ἄνω καὶ κάτω, καὶ ὁ ἀὴρ καὶ τὸ πνεῦμα τὸ περὶ αὐτὸ ταὐτὸν ποιεῖ·
実際、それは上下に漂い、波打っており、その周囲にある空気や息も同じことをする。
συνέπεται γὰρ αὐτῷ καὶ ὅταν εἰς τὸ ἐπ’ ἐκεῖνα τῆς γῆς ὁρμήσῃ καὶ ὅταν εἰς τὸ ἐπὶ τάδε, καὶ ὥσπερ τῶν ἀναπνεόντων ἀεὶ ἐκπνεῖ τε καὶ ἀναπνεῖ ῥέον τὸ πνεῦμα, οὕτω καὶ ἐκεῖ συναιωρούμενον τῷ ὑγρῷ τὸ πνεῦμα δεινούς τινας ἀνέμους καὶ ἀμηχάνους παρέχεται καὶ εἰσιὸν καὶ ἐξιόν.
というのも、液体が大地の向こう側へと突進するときも、こちら側へと突進するときも、息はそれに従うからである。 そして、呼吸する者たちにおいて息が流れて絶えず吐き出され、また吸い込まれるように、あちらでも、息が液体とともに漂いながら、入り込むときも出ていくときも、激しく手に負えない風を引き起こすのである。
ὅταν τε οὖν ὑποχωρήσῃ τὸ ὕδωρ εἰς τὸν τόπον τὸν δὴ κάτω καλούμενον, τοῖς κατ’ ἐκεῖνα τὰ ῥεύματα τῆς γῆς εἰσρεῖ τε καὶ πληροῖ αὐτὰ ὥσπερ οἱ ἐπαντλοῦντες·
\n それゆえ、水がいわゆる『下』と呼ばれる場所へと退くとき、大地のあちら側の流路を通って流れ込み、ポンプで水を汲み入れるかのようにそれらを満たす。
ὅταν τε αὖ ἐκεῖθεν μὲν ἀπολίπῃ, δεῦρο δὲ ὁρμήσῃ, τὰ ἐνθάδε πληροῖ αὖθις, τὰ δὲ πληρωθέντα ῥεῖ διὰ τῶν ὀχετῶν καὶ διὰ τῆς γῆς, καὶ εἰς τοὺς τόπους ἕκαστα ἀφικνούμενα, εἰς οὓς ἑκάστοις ὡδοποίηται, θαλάττας τε καὶ λίμνας καὶ ποταμοὺς καὶ κρήνας ποιεῖ·
また他方で、水があちら側から離れて、こちら側へと突進するとき、ここの場所を再び満たす。 こうして満たされた水は、水路や地中を通って流れ、それぞれのために道が作られている場所へと至り、海や湖、川や泉を作る。
ἐντεῦθεν δὲ πάλιν δυόμενα κατὰ τῆς γῆς, τὰ μὲν μακροτέρους τόπους περιελθόντα καὶ πλείους, τὰ δὲ ἐλάττους καὶ βραχυτέρους, πάλιν εἰς τὸν Τάρταρον ἐμβάλλει, τὰ μὲν πολὺ κατωτέρω ἢ ᾗ ἐπηντλεῖτο, τὰ δὲ ὀλίγον·
そこから再び地の下へと潜り込み、あるものはより長く多くの場所を巡り、あるものはより少なく短い場所を巡って、再びタルタロスへと流れ込む。 あるものは、汲み出された場所よりもはるか下方に、あるものはわずか下方に流れ込むが、すべては流れ出た位置よりも低い位置から流れ込む。
πάντα δὲ ὑποκάτω εἰσρεῖ τῆς ἐκροῆς, καὶ ἔνια μὲν καταντικρὺ ἢ ᾗ ἐξέπεσεν, ἔνια δὲ κατὰ τὸ αὐτὸ μέρος·
そして、あるものは流れ出た場所とは真反対の側から、あるものは同じ側から流れ込む。
ἔστι δὲ ἃ παντάπασιν κύκλῳ περιελθόντα, ἢ ἅπαξ ἢ καὶ πλεονάκις περιελιχθέντα περὶ τὴν γῆν ὥσπερ οἱ ὄφεις, εἰς τὸ δυνατὸν κάτω καθέντα πάλιν ἐμβάλλει.
またあるものは、大地の周りを蛇のように一度あるいは何度も完全にぐるぐると巡り、可能な限り深く下ってから、再び流れ込む。
δυνατὸν δέ ἐστιν ἑκατέρωσε μέχρι τοῦ μέσου καθιέναι, πέρα δ’ οὔ·
しかし、どちらの側からも中心までしか下ることはできず、それを越えることはできない。
ἄναντες γὰρ ἀμφοτέροις τοῖς ῥεύμασι τὸ ἑκατέρωθεν γίγνεται μέρος.
なぜなら、どちらの流れにとっても、その先の部分は上り坂になるからである。 」