Humanitext Reader

プラトン · パイドン §113

冥界の四つの川と魂への審判および処遇

52 / 55 箇所 · ギリシア語

要旨

地下を流れる四つの主要な川の流路や特徴と、死後の魂が生前の行いに応じて受ける審判とアケロンやタルタロスへの送致について説明される。

§113ΦΑΙΔ. τὰ μὲν οὖν δὴ ἄλλα πολλά τε καὶ μεγάλα καὶ παντοδαπὰ ῥεύματά ἐστι· τυγχάνει δ’ ἄρα ὄντα ἐν τούτοις τοῖς πολλοῖς τέτταρ’ ἄττα ῥεύματα, ὧν τὸ μὲν μέγιστον καὶ ἐξωτάτω ῥέον περὶ κύκλῳ ὁ καλούμενος Ὠκεανός ἐστιν, τούτου δὲ καταντικρὺ καὶ ἐναντίως ῥέων Ἀχέρων, ὃς δι’ ἐρήμων τε τόπων ῥεῖ ἄλλων καὶ δὴ καὶ ὑπὸ γῆν ῥέων εἰς τὴν λίμνην ἀφικνεῖται τὴν Ἀχερουσιάδα, οὗ αἱ τῶν τετελευτηκότων ψυχαὶ τῶν πολλῶν ἀφικνοῦνται καί τινας εἱμαρμένους χρόνους μείνασαι, αἱ μὲν μακροτέρους, αἱ δὲ βραχυτέρους, πάλιν ἐκπέμπονται εἰς τὰς τῶν ζῴων γενέσεις.
ΦΑΙΔ. 「このように、他の多くの大きくて多様な流れが存在するが、それら多くの流れの中に、どうやら四つの特別な流れがあるらしい。 そのうち最大のもので、最も外側を円を描いて流れているのが、オケアノスと呼ばれるものである。 これの真向かいを逆方向に流れているのがアケロンであり、これは他の荒涼とした場所を流れるだけでなく、特に地の下を流れてアケロウシアス湖へと至る。 そこには、死者のうち多くの者の魂がやってきて、定められたある期間、あるものはより長く、あるものはより短く留まった後に、再び生き物たちの誕生へと送り出される。
τρίτος δὲ ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει, καὶ ἐγγὺς τῆς ἐκβολῆς ἐκπίπτει εἰς τόπον μέγαν πυρὶ πολλῷ καόμενον, καὶ λίμνην ποιεῖ μείζω τῆς παρ᾽ ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ·
第三の川は、これらの川の中間から流れ出て、その流出口の近くで、多くの火で燃え盛る広大な場所へと流れ込み、私たちのところにある海よりも大きく、水と泥で沸き立っている湖を作る。
ἐντεῦθεν δὲ χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης, περιελιττόμενος δὲ τῇ γῇ ἄλλοσέ τε ἀφικνεῖται καὶ παρ’ ἔσχατα τῆς Ἀχερουσιάδος λίμνης, οὐ συμμειγνύμενος τῷ ὕδατι·
そこから濁って泥にまみれたまま円を描いて進み、大地の周りを曲がりくねりながら、他の場所へ、またアケロウシアス湖の端へと至るが、その水と混ざり合うことはない。
περιελιχθεὶς δὲ πολλάκις ὑπὸ γῆς ἐμβάλλει κατωτέρω τοῦ Ταρτάρου·
そして地の下で何度もとぐろを巻いた後、タルタロスのより深いところへと流れ込む。
οὗτος δ’ ἐστὶν ὃν ἐπονομάζουσιν Πυριφλεγέθοντα, οὗ καὶ οἱ ῥύακες ἀποσπάσματα ἀναφυσῶσιν ὅπῃ ἂν τύχωσι τῆς γῆς.
これが、人々がピュリプレゲトンと呼ぶ川であり、その溶岩流は、大地のあちこちでその破片を噴き出している。
τούτου δὲ αὖ καταντικρὺ ὁ τέταρτος ἐκπίπτει εἰς τόπον πρῶτον δεινόν τε καὶ ἄγριον, ὡς λέγεται, χρῶμα δ’ ἔχοντα ὅλον οἷον ὁ κυανός, ὃν δὴ ἐπονομάζουσι Στύγιον, καὶ τὴν λίμνην ἣν ποιεῖ ὁ ποταμὸς ἐμβάλλων, Στύγα·
この川のさらに真向かいに、第四の川が流れ出る。 そこは、語られるところによれば、まずは恐ろしくて荒涼とした場所であり、全体がキュアノスのような色をしており、人々はこれをスチューギオス川と呼び、川が流れ込んで作る湖をステュクスと呼んでいる。
ὁ δ’ ἐμπεσὼν ἐνταῦθα καὶ δεινὰς δυνάμεις λαβὼν ἐν τῷ ὕδατι, δὺς κατὰ τῆς γῆς, περιελιττόμενος χωρεῖ ἐναντίος τῷ Πυριφλεγέθοντι καὶ ἀπαντᾷ ἐν τῇ Ἀχερουσιάδι λίμνῃ ἐξ ἐναντίας·
この川はそこに流れ込み、その水の中で恐るべき力を得て、地の下に潜り、ピュリプレゲトンとは逆方向に曲がりくねりながら進み、アケロウシアス湖で反対側から合流する。
καὶ οὐδὲ τὸ τούτου ὕδωρ οὐδενὶ μείγνυται, ἀλλὰ καὶ οὗτος κύκλῳ περιελθὼν ἐμβάλλει εἰς τὸν Τάρταρον ἐναντίος τῷ Πυριφλεγέθοντι·
そしてこの川の水もまた他の何とも混ざり合わず、円を描いて巡り、ピュリプレゲトンの真向かいからタルタロスへと流れ込む。
ὄνομα δὲ τούτῳ ἐστίν, ὡς οἱ ποιηταὶ λέγουσιν, κωκυτός.
この川の名は、詩人たちが言うには、コキュトスである。
τούτων δὲ οὕτως πεφυκότων, ἐπειδὰν ἀφίκωνται οἱ τετελευτηκότες εἰς τὸν τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει, πρῶτον μὲν διεδικάσαντο οἵ τε καλῶς καὶ ὁσίως βιώσαντες καὶ οἱ μή.
これらのことがこのように定まっているため、死者たちがそれぞれの守護霊に導かれてその場所へ至ると、まず、美しく敬虔に生きた者たちと、そうでない者たちとの裁判が行われる。
καὶ οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα, ἀναβάντες ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην, καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκηκεν, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος·
そして、中程度に生きたと判定された者たちは、アケロンへと赴き、彼らのための乗り物に乗って、それらで湖へと至る。 そしてそこに住み、浄化され、悪行の報いを支払うことで、もし何か悪行を働いていたならば罪を解かれ、また善行については、それぞれその価値に応じて報いを受け取る。
οἳ δ’ ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμους πολλοὺς ἐξειργασμένοι ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔποτε ἐκβαίνουσιν.
他方で、罪の大きさゆえに不治の状態にあると判定された者たち、すなわち多くの重大な神殿荒らしや、不当で不法な殺人を数多く犯した者、あるいはその他それと同等のことを行った者たちは、しかるべき運命によってタルタロスへと投げ込まれ、そこから二度と出てくることはない。 」

語釈・文法注

  1. 113aὧν τὸ μὲν μέγιστον καὶ ἐξωτάτω ῥέον περὶ κύκλῳ ὁ καλούμενος Ὠκεανός ἐστιν — 関係代名詞属格 ὧν は τέτταρ’ ἄττα ῥεύματα を先行詞とし、続く四つの川の説明の全体に係る。τὸ μὲν ... ἐστιν の構文で、τὸ μέγιστον καὶ ἐξωτάτω ῥέον が主語(実体化された分詞句)、ὁ καλούμενος Ὠκεανός が述語。
  2. 113bοὗ καὶ οἱ ῥύακες ἀποσπάσματα ἀναφυσῶσιν ὅπῃ ἂν τύχωσι τῆς γῆς — οὗ は関係副詞で、先行詞はピュリプレゲトン。ἀποσπάσματα は 「大地のあちこちに吹き出す溶岩(ピュリプレゲトンの一部)」を意味する。ὅπῃ ἂν τύχωσι τῆς γῆς は、接続法を用いた一般関係節で、「大地の彼らがたまたま位置するいかなる場所でも」の意味。τῆς γῆς は場所の部分属格で ὅπῃ ἂν τύχωσι に依存する。
  3. 113dπρῶτον μὲν διεδικάσαντο οἵ τε καλῶς καὶ ὁσίως βιώσαντες καὶ οἱ μή — 動詞 διεδικάσαντο は相互中動態、あるいは「(裁判官を介して)裁判を受けさせられる」という使役・受動的ニュアンスを持つ中動態。ここでは死者たちが互いに、あるいは裁判において裁かれるプロセスを表す。οἱ μή は οἱ μὴ καλῶς καὶ ὁσίως βιώσαντες の省略。
  4. 113eτούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον — ギリシア語散文で典型的な破格(アナコルトン)の例。前文は οἳ δ’ ἂν δόξωσιν...(〜と判定された者たちは)と関係節が主語であるかのように始まっているが、文末の主節で対格の指示代名詞 τούτους が導入され、真の主語は ἡ προσήκουσα μοῖρα(しかるべき運命)に変化している。

この箇所を引用する

プラトン, パイドン §113. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:113

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。