§112ΦΑΙΔ. ἕν τι τῶν χασμάτων τῆς γῆς ἄλλως τε μέγιστον τυγχάνει ὂν καὶ διαμπερὲς τετρημένον δι’ ὅλης τῆς γῆς, τοῦτο ὅπερ Ὅμηρος εἶπε, λέγων αὐτό
"
τῆλε μάλ᾽, ᾗχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον· "
ὃ καὶ ἄλλοθι καὶ ἐκεῖνος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν Τάρταρον κεκλήκασιν.
PHADO. "One of the chasms of the earth is especially the greatest, and is bored straight through the whole earth; this is the one which Homer spoke of, saying:\n\"\nFar, far away, where is the deepest gulf beneath the earth;\n\"\nwhich both he elsewhere and many other poets have called Tartarus.
εἰς γὰρ τοῦτο τὸ χάσμα συρρέουσί τε πάντες οἱ ποταμοὶ καὶ ἐκ τούτου πάλιν ἐκρέουσιν· γίγνονται δὲ ἕκαστοι τοιοῦτοι δι’ οἵας ἂν καὶ τῆς γῆς ῥέωσιν. ἡ δὲ αἰτία ἐστὶν τοῦ ἐκρεῖν τε ἐντεῦθεν καὶ εἰσρεῖν πάντα τὰ ῥεύματα, ὅτι πυθμένα οὐκ ἔχει οὐδὲ βάσιν τὸ ὑγρὸν τοῦτο.
For into this chasm all the rivers flow together, and from it they flow out again; and each of them becomes of such a character as the nature of the land through which they flow.\nAnd the cause of all the streams flowing out from here and flowing in is that this liquid has no bottom or base.
αἰωρεῖται δὴ καὶ κυμαίνει ἄνω καὶ κάτω, καὶ ὁ ἀὴρ καὶ τὸ πνεῦμα τὸ περὶ αὐτὸ ταὐτὸν ποιεῖ· συνέπεται γὰρ αὐτῷ καὶ ὅταν εἰς τὸ ἐπ’ ἐκεῖνα τῆς γῆς ὁρμήσῃ καὶ ὅταν εἰς τὸ ἐπὶ τάδε, καὶ ὥσπερ τῶν ἀναπνεόντων ἀεὶ ἐκπνεῖ τε καὶ ἀναπνεῖ ῥέον τὸ πνεῦμα, οὕτω καὶ ἐκεῖ συναιωρούμενον τῷ ὑγρῷ τὸ πνεῦμα δεινούς τινας ἀνέμους καὶ ἀμηχάνους παρέχεται καὶ εἰσιὸν καὶ ἐξιόν. ὅταν τε οὖν ὑποχωρήσῃ τὸ ὕδωρ εἰς τὸν τόπον τὸν δὴ κάτω καλούμενον, τοῖς κατ’ ἐκεῖνα τὰ ῥεύματα τῆς γῆς εἰσρεῖ τε καὶ πληροῖ αὐτὰ ὥσπερ οἱ ἐπαντλοῦντες· ὅταν τε αὖ ἐκεῖθεν μὲν ἀπολίπῃ, δεῦρο δὲ ὁρμήσῃ, τὰ ἐνθάδε πληροῖ αὖθις, τὰ δὲ πληρωθέντα ῥεῖ διὰ τῶν ὀχετῶν καὶ διὰ τῆς γῆς, καὶ εἰς τοὺς τόπους ἕκαστα ἀφικνούμενα, εἰς οὓς ἑκάστοις ὡδοποίηται, θαλάττας τε καὶ λίμνας καὶ ποταμοὺς καὶ κρήνας ποιεῖ·
It oscillates and waves up and down, and the air and wind around it do the same; for the wind follows it both when it rushes to the far side of the earth and when it rushes to this side, and just as in breathing animals the breath is always flowing out and in, so there too the wind, oscillating together with the liquid, causes terrible and monstrous winds both as it enters and as it goes out.\nSo when the water retreats into the region called 'below', it flows into the streams on the other side of the earth and fills them as if they were pumped in; and when, on the other hand, it leaves those parts and rushes towards this side, it fills the regions here again, and the filled waters flow through the channels and through the earth, and arriving at the places to which a way has been made for each, they make seas and lakes and rivers and springs.
ἐντεῦθεν δὲ πάλιν δυόμενα κατὰ τῆς γῆς, τὰ μὲν μακροτέρους τόπους περιελθόντα καὶ πλείους, τὰ δὲ ἐλάττους καὶ βραχυτέρους, πάλιν εἰς τὸν Τάρταρον ἐμβάλλει, τὰ μὲν πολὺ κατωτέρω ἢ ᾗ ἐπηντλεῖτο, τὰ δὲ ὀλίγον· πάντα δὲ ὑποκάτω εἰσρεῖ τῆς ἐκροῆς, καὶ ἔνια μὲν καταντικρὺ ἢ ᾗ ἐξέπεσεν, ἔνια δὲ κατὰ τὸ αὐτὸ μέρος· ἔστι δὲ ἃ παντάπασιν κύκλῳ περιελθόντα, ἢ ἅπαξ ἢ καὶ πλεονάκις περιελιχθέντα περὶ τὴν γῆν ὥσπερ οἱ ὄφεις, εἰς τὸ δυνατὸν κάτω καθέντα πάλιν ἐμβάλλει.
And going down from there again beneath the earth, some having encircled longer and more numerous places, others fewer and shorter, they empty again into Tartarus, some much lower down than where they were pumped out, others only a little; but all flow in below their point of outflow. And some flow in opposite to where they came out, others on the same side; and there are some which, having encircled the earth completely in a circle, winding around it like snakes once or even several times, go down as far as possible and empty back in.
δυνατὸν δέ ἐστιν ἑκατέρωσε μέχρι τοῦ μέσου καθιέναι, πέρα δ’ οὔ· ἄναντες γὰρ ἀμφοτέροις τοῖς ῥεύμασι τὸ ἑκατέρωθεν γίγνεται μέρος.
But it is possible to go down from either side only as far as the center, and no further; for to both streams the region on the other side becomes uphill."