Humanitext Reader

柏拉图 · 斐多篇 §112

塔尔塔罗斯深渊与地下水流的循环

第 51 段,共 55 段 · 希腊语

内容简介

苏格拉底(由斐多转述)详细解释了地下最大的深渊塔尔塔罗斯,以及无底的液体如何通过类似秋千的上下振荡产生风与潮汐,使地上所有的海洋、河流和泉水在各种通道中循环,但无法越过地心。

§112ΦΑΙΔ. ἕν τι τῶν χασμάτων τῆς γῆς ἄλλως τε μέγιστον τυγχάνει ὂν καὶ διαμπερὲς τετρημένον δι’ ὅλης τῆς γῆς, τοῦτο ὅπερ Ὅμηρος εἶπε, λέγων αὐτό " τῆλε μάλ᾽, ᾗχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον· " ὃ καὶ ἄλλοθι καὶ ἐκεῖνος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν Τάρταρον κεκλήκασιν.
斐多。 “在大地的众多裂口中,有一个格外巨大,并且彻底穿透了整个大地;这正是荷马所说的那一个,他说道:\n\"\n极遥远处,那地底最深邃的深渊所在;\n\"\n他以及其他许多诗人在别处也都称之为塔尔塔罗斯。
εἰς γὰρ τοῦτο τὸ χάσμα συρρέουσί τε πάντες οἱ ποταμοὶ καὶ ἐκ τούτου πάλιν ἐκρέουσιν· γίγνονται δὲ ἕκαστοι τοιοῦτοι δι’ οἵας ἂν καὶ τῆς γῆς ῥέωσιν.
因为所有的河流都汇入这个裂口,又从这里再次流出;而每条河流的性质都取决于它们所流经的大地的性质。
ἡ δὲ αἰτία ἐστὶν τοῦ ἐκρεῖν τε ἐντεῦθεν καὶ εἰσρεῖν πάντα τὰ ῥεύματα, ὅτι πυθμένα οὐκ ἔχει οὐδὲ βάσιν τὸ ὑγρὸν τοῦτο.
\n而所有水流从这里流出和流入的原因,在于这种液体没有底,也没有支点。
αἰωρεῖται δὴ καὶ κυμαίνει ἄνω καὶ κάτω, καὶ ὁ ἀὴρ καὶ τὸ πνεῦμα τὸ περὶ αὐτὸ ταὐτὸν ποιεῖ· συνέπεται γὰρ αὐτῷ καὶ ὅταν εἰς τὸ ἐπ’ ἐκεῖνα τῆς γῆς ὁρμήσῃ καὶ ὅταν εἰς τὸ ἐπὶ τάδε, καὶ ὥσπερ τῶν ἀναπνεόντων ἀεὶ ἐκπνεῖ τε καὶ ἀναπνεῖ ῥέον τὸ πνεῦμα, οὕτω καὶ ἐκεῖ συναιωρούμενον τῷ ὑγρῷ τὸ πνεῦμα δεινούς τινας ἀνέμους καὶ ἀμηχάνους παρέχεται καὶ εἰσιὸν καὶ ἐξιόν.
它确实在上下飘荡和波动,而它周围的空气和气息也做着同样的事情;因为无论液体是冲向大地的彼端还是冲向此端,气息都跟随着它,就像呼吸的生物中气息不断流动、呼出和吸入一样,那里的气息与液体共同飘荡,在涌入和涌出时,都会引起一些可怕而难以承受的狂风。
ὅταν τε οὖν ὑποχωρήσῃ τὸ ὕδωρ εἰς τὸν τόπον τὸν δὴ κάτω καλούμενον, τοῖς κατ’ ἐκεῖνα τὰ ῥεύματα τῆς γῆς εἰσρεῖ τε καὶ πληροῖ αὐτὰ ὥσπερ οἱ ἐπαντλοῦντες· ὅταν τε αὖ ἐκεῖθεν μὲν ἀπολίπῃ, δεῦρο δὲ ὁρμήσῃ, τὰ ἐνθάδε πληροῖ αὖθις, τὰ δὲ πληρωθέντα ῥεῖ διὰ τῶν ὀχετῶν καὶ διὰ τῆς γῆς, καὶ εἰς τοὺς τόπους ἕκαστα ἀφικνούμενα, εἰς οὓς ἑκάστοις ὡδοποίηται, θαλάττας τε καὶ λίμνας καὶ ποταμοὺς καὶ κρήνας ποιεῖ·
\n因此,当水退向那被称为‘下方’的地方时,它就通过大地彼端的水流通道流入并充满它们,就像用泵汲水一样;而当它再次离开那里、冲向此端时,它又重新填满这里的地方。 被填满的水通过水道和地底流动,到达各自开辟了道路的地方,形成了海洋、湖泊、河流和泉水。
ἐντεῦθεν δὲ πάλιν δυόμενα κατὰ τῆς γῆς, τὰ μὲν μακροτέρους τόπους περιελθόντα καὶ πλείους, τὰ δὲ ἐλάττους καὶ βραχυτέρους, πάλιν εἰς τὸν Τάρταρον ἐμβάλλει, τὰ μὲν πολὺ κατωτέρω ἢ ᾗ ἐπηντλεῖτο, τὰ δὲ ὀλίγον· πάντα δὲ ὑποκάτω εἰσρεῖ τῆς ἐκροῆς, καὶ ἔνια μὲν καταντικρὺ ἢ ᾗ ἐξέπεσεν, ἔνια δὲ κατὰ τὸ αὐτὸ μέρος· ἔστι δὲ ἃ παντάπασιν κύκλῳ περιελθόντα, ἢ ἅπαξ ἢ καὶ πλεονάκις περιελιχθέντα περὶ τὴν γῆν ὥσπερ οἱ ὄφεις, εἰς τὸ δυνατὸν κάτω καθέντα πάλιν ἐμβάλλει.
接着,它们再次从那里潜入地下,有的绕过较长且较多的地方,有的绕过较少且较短的地方,重新注入塔尔塔罗斯。 有的注入处比被汲出的地方深得多,有的只深一点;但所有水流都在低于其流出处的地方注入。 有的在流出处的正对面注入,有的在同一侧注入;还有一些水流完全绕着大地转一圈,像蛇一样缠绕一次甚至多次之后,在尽可能深的下方重新注入。
δυνατὸν δέ ἐστιν ἑκατέρωσε μέχρι τοῦ μέσου καθιέναι, πέρα δ’ οὔ· ἄναντες γὰρ ἀμφοτέροις τοῖς ῥεύμασι τὸ ἑκατέρωθεν γίγνεται μέρος.
然而,从任何一侧都只能下到中心,而不能更进一步;因为对于两边的水流来说,过了中心之后的部分都会变成上坡。 ”

词汇与语法注释

  1. 112aδι’ οἵας ἂν καὶ τῆς γῆς ῥέωσιν — 关系代词 οἵας 与名词 γῆς 在性、数、格上一致,发生了先行词的同化。字面意思是“无论它们流经何种性质的大地,通过该大地”,意指每条河流的性质取决于其流经的大地的土壌性质。无定小词 ἄν 配合虚拟语气 ῥέωσιν 表示一般性条件。
  2. 112bτοῦ ἐκρεῖν τε ἐντεῦθεν καὶ εἰσρεῖν πάντα τὰ ῥεύματα — 带属格冠词的不定式短语用作名词 αἰτία 的补语(解释)。宾格的 πάντα τὰ ῥεύματα 作为不定式 ἐκρεῖν 和 εἰσρεῖν 的逻辑主语。
  3. 112cτοῖς κατ’ ἐκεῖνα τὰ ῥεύματα τῆς γῆς — 用作动词 εἰσρεῖ 间接宾语的与格。中性复数冠词 τοῖς 后面省略了前文出现的名词 ῥεύμασιν(水流/流路)或类似词汇,意为“流入属于大地下那端的流路中”。
  4. 112dτῆς ἐκροῆς — 属格 τῆς ἐκροῆς 由作前置词使用的地点副词 ὑποκάτω(在……下方)支配。意思是“在流出处的下方”。
  5. 112eἄναντες γὰρ ἀμφοτέροις τοῖς ῥεύμασι τὸ ἑκατέρωθεν γίγνεται μέρος — 与格 ἀμφοτέροις τοῖς ῥεύμασι(对于两边的水流)用作形容词 ἄναντες(上坡的)的补语。短语 τὸ ἑκατέρωθεν μέρος 指“(越过中心后的)彼端部分”,解释了由于越过地心后重力方向发生改变,对于水流来说其前路都会变成上坡。

引用这一段

柏拉图, 斐多篇 §112. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:112

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。