- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:112
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
ソクラテス(発話者パイドン)は、地底の巨大な裂け目であるタルタロスと、底のない液体が引き起こす潮汐運動(ブランコ運動)によって、大地の地下水流や地上すべての海・川・泉がどのように循環し、大地の中心を越えられないかを詳しく説明する。
ΦΑΙΔ. ἕν τι τῶν χασμάτων τῆς γῆς ἄλλως τε μέγιστον τυγχάνει ὂν καὶ διαμπερὲς τετρημένον δι’ ὅλης τῆς γῆς, τοῦτο ὅπερ Ὅμηρος εἶπε, λέγων αὐτό "τῆλε μάλ᾽, ᾗχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον·" ὃ καὶ ἄλλοθι καὶ ἐκεῖνος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν Τάρταρον κεκλήκασιν. εἰς γὰρ τοῦτο τὸ χάσμα συρρέουσί τε πάντες οἱ ποταμοὶ καὶ ἐκ τούτου πάλιν ἐκρέουσιν· γίγνονται δὲ ἕκαστοι τοιοῦτοι δι’ οἵας ἂν καὶ τῆς γῆς ῥέωσιν.1 ἡ δὲ αἰτία ἐστὶν τοῦ ἐκρεῖν τε ἐντεῦθεν καὶ εἰσρεῖν πάντα τὰ ῥεύματα,2 ὅτι πυθμένα οὐκ ἔχει οὐδὲ βάσιν τὸ ὑγρὸν τοῦτο. αἰωρεῖται δὴ καὶ κυμαίνει ἄνω καὶ κάτω, καὶ ὁ ἀὴρ καὶ τὸ πνεῦμα τὸ περὶ αὐτὸ ταὐτὸν ποιεῖ· συνέπεται γὰρ αὐτῷ καὶ ὅταν εἰς τὸ ἐπ’ ἐκεῖνα τῆς γῆς ὁρμήσῃ καὶ ὅταν εἰς τὸ ἐπὶ τάδε, καὶ ὥσπερ τῶν ἀναπνεόντων ἀεὶ ἐκπνεῖ τε καὶ ἀναπνεῖ ῥέον τὸ πνεῦμα, οὕτω καὶ ἐκεῖ συναιωρούμενον τῷ ὑγρῷ τὸ πνεῦμα δεινούς τινας ἀνέμους καὶ ἀμηχάνους παρέχεται καὶ εἰσιὸν καὶ ἐξιόν. ὅταν τε οὖν ὑποχωρήσῃ τὸ ὕδωρ εἰς τὸν τόπον τὸν δὴ κάτω καλούμενον, τοῖς κατ’ ἐκεῖνα τὰ ῥεύματα τῆς γῆς3 εἰσρεῖ τε καὶ πληροῖ αὐτὰ ὥσπερ οἱ ἐπαντλοῦντες· ὅταν τε αὖ ἐκεῖθεν μὲν ἀπολίπῃ, δεῦρο δὲ ὁρμήσῃ, τὰ ἐνθάδε πληροῖ αὖθις, τὰ δὲ πληρωθέντα ῥεῖ διὰ τῶν ὀχετῶν καὶ διὰ τῆς γῆς, καὶ εἰς τοὺς τόπους ἕκαστα ἀφικνούμενα, εἰς οὓς ἑκάστοις ὡδοποίηται, θαλάττας τε καὶ λίμνας καὶ ποταμοὺς καὶ κρήνας ποιεῖ· ἐντεῦθεν δὲ πάλιν δυόμενα κατὰ τῆς γῆς, τὰ μὲν μακροτέρους τόπους περιελθόντα καὶ πλείους, τὰ δὲ ἐλάττους καὶ βραχυτέρους, πάλιν εἰς τὸν Τάρταρον ἐμβάλλει, τὰ μὲν πολὺ κατωτέρω ἢ ᾗ ἐπηντλεῖτο, τὰ δὲ ὀλίγον· πάντα δὲ ὑποκάτω εἰσρεῖ τῆς ἐκροῆς,4 καὶ ἔνια μὲν καταντικρὺ ἢ ᾗ ἐξέπεσεν, ἔνια δὲ κατὰ τὸ αὐτὸ μέρος· ἔστι δὲ ἃ παντάπασιν κύκλῳ περιελθόντα, ἢ ἅπαξ ἢ καὶ πλεονάκις περιελιχθέντα περὶ τὴν γῆν ὥσπερ οἱ ὄφεις, εἰς τὸ δυνατὸν κάτω καθέντα πάλιν ἐμβάλλει. δυνατὸν δέ ἐστιν ἑκατέρωσε μέχρι τοῦ μέσου καθιέναι, πέρα δ’ οὔ· ἄναντες γὰρ ἀμφοτέροις τοῖς ῥεύμασι τὸ ἑκατέρωθεν γίγνεται μέρος.5
パイドン:「大地の数ある裂け目の中で、とりわけ最大のものであり、大地の全体を貫いて穴が穿たれているものが一つある。これこそホメロスが次のように語ったものである。 "はるか遠く、地の下で最も深い奈落があるところ" これを、彼も他の箇所で、また他の多くの詩人たちも、タルタロスと呼んできた。なぜなら、この裂け目にあらゆる川が流れ込み、またここから再び流れ出ていくからである。そしてそれぞれの川は、それが流れる大地の性質に応じたものとなる。 この場所からすべての流れが流れ出たり流れ込んだりする原因は、この液体が底も土台も持たないことにある。実際、それは上下に漂い、波打っており、その周囲にある空気や息も同じことをする。というのも、液体が大地の向こう側へと突進するときも、こちら側へと突進するときも、息はそれに従うからである。そして、呼吸する者たちにおいて息が流れて絶えず吐き出され、また吸い込まれるように、あちらでも、息が液体とともに漂いながら、入り込むときも出ていくときも、激しく手に負えない風を引き起こすのである。 それゆえ、水がいわゆる『下』と呼ばれる場所へと退くとき、大地のあちら側の流路を通って流れ込み、ポンプで水を汲み入れるかのようにそれらを満たす。また他方で、水があちら側から離れて、こちら側へと突進するとき、ここの場所を再び満たす。こうして満たされた水は、水路や地中を通って流れ、それぞれのために道が作られている場所へと至り、海や湖、川や泉を作る。そこから再び地の下へと潜り込み、あるものはより長く多くの場所を巡り、あるものはより少なく短い場所を巡って、再びタルタロスへと流れ込む。あるものは、汲み出された場所よりもはるか下方に、あるものはわずか下方に流れ込むが、すべては流れ出た位置よりも低い位置から流れ込む。そして、あるものは流れ出た場所とは真反対の側から、あるものは同じ側から流れ込む。またあるものは、大地の周りを蛇のように一度あるいは何度も完全にぐるぐると巡り、可能な限り深く下ってから、再び流れ込む。しかし、どちらの側からも中心までしか下ることはできず、それを越えることはできない。なぜなら、どちらの流れにとっても、その先の部分は上り坂になるからである。」
- 112aδι’ οἵας ἂν καὶ τῆς γῆς ῥέωσιν
関係代名詞 οἵας が名詞 γῆς に一致しており、先行詞の同化が起きている。直訳すると「どのような大地の(性質の)中を彼らが流れるにしても、その大地を通じて」となり、個々の川の性質が流れる大地の土壌の性質によって決定されることを意味する。接続法 ῥέωσιν を伴う ἄν は一般化・条件を表す。
- 112bτοῦ ἐκρεῖν τε ἐντεῦθεν καὶ εἰσρεῖν πάντα τὰ ῥεύματα
属格の冠詞付き不定詞句が名詞 αἰτία の補語(説明)として機能している。不定詞 ἐκρεῖν および εἰσρεῖν の意味上の主語は、対格の πάντα τὰ ῥεύματα である。
- 112cτοῖς κατ’ ἐκεῖνα τὰ ῥεύματα τῆς γῆς
動詞 εἰσρεῖ の間接目的語となる与格。中性複数冠詞 τοῖς の後に、前文に出てきた名詞 ῥεύμασιν(流れ、流路)またはそれに類する語が省略されていると解釈できる。すなわち、「大地のあちら側の地域に属する(流路)へ流れ込む」の意。
- 112dτῆς ἐκροῆς
属格 τῆς ἐκροῆς は、場所の副詞として前置詞的に用いられている ὑποκάτω(〜の下に)によって支配されている。意味は「流れ出た箇所よりも低い場所に」となる。
- 112eἄναντες γὰρ ἀμφοτέροις τοῖς ῥεύμασι τὸ ἑκατέρωθεν γίγνεται μέρος
形容詞 ἄναντες(上り坂の)の補語として与格 ἀμφοτέροις τοῖς ῥεύμασι(両方の流れにとって)が置かれている。τὸ ἑκατέρωθεν μέρος は「どちらの側から来てもその先(中心を越えた向こう側)の部分」を指し、地球の中心を越えると重力の方向が変わるため、水流にとっては上り坂になることを説明している。
