§1#4τὰ μὲν σιτία καὶ ποτὰ καὶ τἄλλα πάν-τα σκοπὸν ἐθέτω τό θ᾿ ὑγρὸν καὶ τὸ θερμὸν, ὡς δέον ὑγραίνειν τε καὶ θερμαίνειν τῶν γερόντων τὰ στερεὰ μόρια τοῦ σώματος, ἅπερ καὶ μόνα κυρίως ὀνομαζόντων ἐστὶ μό-ρια.
食べ物や飲み物、およびその他すべてのものは、湿りと温かさを目標とするように。 老人の身体の固体部位を湿らせ温める必要があるからである。 これら固体部位こそ、厳密な意味でそう呼ぶ人々にとって、唯一の「部位」なのである。
προνοητέον δὲ πάλιν ἐπὶ τῆς τῶν φλεγματωδῶν περιτ-τωμάτων κενώσεως.
しかし一方で、粘液質の余剰物の排出に対しても、再び配慮しなければならない。
εἴπερ οὖν ἐκ μὲν τῆς περὶ κράσεων πραγματείας ἀναλέξαις τε καὶ μάθοις ἐπιστημονικῶς ψυχρὰν καὶ ξηρὰν εἶναι τὴν οἰκείαν τῶν γερόντων κρᾶσιν, ἐπίκτητον δὲ ἴσχειν αὐτοὺς ὑγρότητα, διὰ τὴν τῶν φλεγματωδῶν περιττωμάτων γένεσιν, ἐλθὼν δὲ ἀπ᾿ ἐκείνων ἐπὶ τὰ τῶν ὑγιεινῶν ὑπομνήματα προσεπιμάθοις ὅπως χρὴ διαιτᾷν τοὺς γέροντας, εὔδηλον ἔσται σοι τὸ τῆς νῦν προκειμένης ῥήσεως ἀδιόριστον.
したがって、もし君が『気質について』の論考から、老人の本来の気質は冷たく乾燥しているということ、しかし彼らは粘液質の余剰物の生成のために付帯的な湿り気を持っているということを、拾い集めて学理的に学び、それらの書物から『健康論』の注解へと進んで、どのように老人を養生させるべきかをさらに学ぶならば、君にとって、いま提示されている言説の不分明さは明白になるであろう。
οὔτε γὰρ εἰς δύο ἐχρῆν διαιρεῖσθαι τὸν ἀν-θρώπινον βίον οὔτε ἐπὶ τῶν γερόντων ὑγρὰ καὶ μαλακὰ σώματα εἰρῆσθαι, οὔθ᾿ ὅτι ξηροῖς τὴν κρᾶσιν ἐδέσμασι διαι-τητέον αὐτούς.
なぜなら、人間の生涯は二つに分割されるべきではなかったし、老人について身体が湿っていて柔らかいと言われるべきでもなかったし、彼らをその気質において乾燥した食べ物で養生させるべきでもなかったからである。
τοὺς μέντοι νέους πεπηγότα φήσας ἔχειν τὰ σώματα καὶ τὴν κρᾶσιν εἶναι ξηροὺς εὔδηλός ἐστιν ἐπὶ τῶν ἀκμαζόντων μόνων τὸν λόγον πεποιημένος καὶ τού-τους ὀνομάσας νέους.
しかしながら、若い人々は身体が固まっており気質において乾燥していると言ったことで、彼が全盛期の人々だけについて議論を行い、彼らを「若い人々」と呼んだことは明白である。
παρέλιπεν οὖν τήν τε τῶν παίδων ἡλικίαν καὶ τὴν τῶν παρακμαζόντων, ὡς δὲ ἐγώ φημι καὶ τὴν εὐκρατοτάτην γε, ἥτις ἐστὶν ἐν τῷ μεταξὺ τῶν παιδίων τε καὶ τῶν ἀκμαζόντων.
したがって、彼は子供の年代と衰退期の人々の年代を省いており、また、私が言うように、子供と全盛期の人々の中間にある、最もよく調和した年代をも省いている。
εὔδηλος δ᾿ ἐστὶ καὶ αὐτὸς ὑπο-πτεύων τὸν ἑαυτοῦ λόγον.
そして、彼自身も自分の議論を疑わしく思っていることは明白である。
οὐ γὰρ ἁπλῶς εἶπε τοὺς πρεσβυ-τέρους τῷ ξηροτέρῳ χρὴ τρόπῳ διαιτᾷν, ἀλλὰ προσέθηκε, τὸ πλέον τοῦ χρόνου.
なぜなら、彼は単に「高齢の人々はより乾燥した方法で養生すべきである」と言ったのではなく、「一年の大半の時間」を付け加えたからである。
τοῦτο δὲ ταὐτόν ἐστι τῷ φάναι μὴ διὰ παντὸς, ὅπερ οὔτε τῇ ἕξει τοῦ σώματος οὔτε τῇ ἡλικίᾳ προσέθηκεν ἑτέρᾳ, διὰ παντὸς γὰρ χρὴ τὴν οἰ-κείαν ἑκάστῳ σώματι δίαιταν αἱρεῖσθαι.
これは、常にというわけではないと言うのと同じことであるが、彼はこの限定を身体の素質にも他の年代にも付け加えなかった。 なぜなら、各々の身体に本来適した養生法は、常に選ばれるべきだからである。
"Δεῖ οὖν πρὸς τὴν ἡλικίην καὶ τὴν ὥρην καὶ τὸ ἔθος καὶ τὴν χώρην καὶ τὰ εἴδεα τὰ διαιτήματα ποιέεσθαι ἐναντιούμενον τοῖσι καθισταμένοισι καὶ θάλπεσι καὶ χει-μῶσιν.
"それゆえ、年代、季節、習慣、土地、および身体のタイプに合わせて、確立された暑さや寒さに反対するように養生法を立てるべきである。
οὕτως γὰρ ἂν μάλιστα ὑγιαίνοιεν.
そうすれば、彼らは最も健康でいられるであろう。
"[q. 1]
Καθόλου ὁ λόγος οὗτος εἴρηται πρὸς αὐτοῦ καὶ σαφῶς καὶ ἀληθῶς ἤδη πολλάκις ἐν πολλοῖς ἡμῖν διηνυσμένος.
"[q.1] この言説は、彼によって一般的、明確、かつ真実として語られており、すでに何度も、多くの箇所で私たちによって詳しく論じられている。
"Καὶ ὁδοιπορέειν τοῦ μὲν χειμῶνος ταχέως χρὴ, τοῦ δὲ θέ-ρεος ἡσυχῇ ἔχειν, ἢν μὴ διὰ καύματος ὁδοιπορέῃ.
"あるいは、冬には速く歩くべきであり、夏には静かにしているべきである、ただし、激しい暑さの中を歩くのでなければ。
"[q. 2]
Πῶς ὁδοιπορεῖν χρὴ διδάσκει καθ᾿ ἑκάστην τῶν ὡρῶν.
"[q.2] それぞれの季節においてどのように歩くべきかを彼は教えている。
τοῦ μὲν χειμῶνος αἱρούμενον τὸν ξηραίνοντά τε καὶ θερ-μαίνοντα π ερίπατον, τοῦ θέρους δὲ τὸν ἐναντίον σκοπὸν ποιεῖν, ἢ μὴ δι᾿ ἡλίου, φησὶν, ὁδοιπορεῖν.
冬には乾燥させ温める散歩を選び、夏には反対の目標を設定すること、あるいは日の下を歩くのではない散歩を選ぶこと、と彼は言う。
τηνικαῦτα γὰρ ἐπείγεσθαι χρὴ θᾶττον ἀπαλλαγῆναι τῆς γιγνομένης κατὰ τὴν τοιαύτην ὁδοιπορίαν ξηρότητός τε καὶ θερμότητος ἐν τῷ σώματι.
なぜなら、そのような時には、そのような歩行の間に身体の中に生じる乾燥と熱から、より速く逃れるために急ぐべきだからである。
"Δεῖ δὲ καὶ τοὺς μὲν σαρκώδεας θᾶττον ὁδοιπορέειν, τοὺς δὲ ἰσχνοὺς ἡσυχέστερον.
"また、肉付きの良い人々はより速く歩くべきであり、痩せた人々はより静かに歩くべきである。
λουτροῖσι δὲ χρὴ πολλοῖσι χρέεσθαι τοῦ θέρεος, τοῦ δὲ χειμῶνος ἐλάσσοσι.
また、夏には多くの入浴を用いるべきであり、冬にはより少なくすべきである。
χρὴ δὲ τοὺς στρυφνοὺς μᾶλλον λούεσθαι τῶν σαρκωδέων.
そして、引き締まった人々は、肉付きの良い人々よりも多く入浴すべきである。
"[q. 3]
Ἡ ταχεῖα κίνησις τὴν θερμασίαν ἐπὶ πλεῖον αὐξάνουσα τήκει τὸ σῶμα.
"[q.3] 速い運動は熱をさらに増加させて身体を消耗させる。
κατὰ δὲ τὰς βραχείας κινήσεις ἡ σύμμε-τρος θερμασία καὶ τὴν αἱμάτωσιν καὶ τὴν θρέψιν ἐργάζε-ται βελτίονα καὶ διὰ τοῦτο συναίρεται τοῖς ζώοις εἰς εὐτρο-φίαν.
一方で、穏やかな運動においては、適度な熱が造血と栄養摂取をより良くし、このため動物の良好な栄養状態に貢献するのである。
"Ἠμφιέσθαι δὲ χρὴ τοῦ μὲν χειμῶνος καθαρὰ ἱμάτια, τοῦ δὲ θέρεος ἐλαιοπινέα.
"また、冬には清潔な衣服を、夏には油で汚れた衣服を身につけるべきである。
"[q. 4]
Τὶ μὲν συνετώτερον ἐπενόησεν ὁ γράψας τοῦ τοῖς ἐξη-γηταῖς εἰρημένου πᾶσιν αὐτὸς ἂν εἰδείη.
"[q.4] このテキストを書いた者が、すべての註釈家たちによって言われていることよりも何か賢明なことを考え出したのかどうかは、彼自身が知っていることであろう。
εἰ δὲ τὰ μὲν καθαρὰ διὰ τὸ μᾶλλον θερμαίνειν ἢ καὶ τὸ τὰς διαπνοὰς μὴ κωλύειν ἀξιοῖ τοῦ χειμῶνος ἀμφιέννυσθαι, τὰ δὲ ἐλαιο-πινῆ τοῦ θέρους ἢ διὰ τὸ ψύχειν ἢ τὰς διαπνοὰς ἀπο-φράττειν, οὐκ ἐπαινῶ τὸν λόγον.
しかし、もし彼が、清潔な衣服はより温めるから、あるいは発散を妨げないからという理由で冬に着用されるべきだと考え、油で汚れた衣服は冷ますから、あるいは発散を遮断するからという理由で夏に着用されるべきだと考えているのなら、私はその議論を称賛しない。
καὶ γὰρ τῶν καθαρῶν ἱματίων ὅσα πυκνὴν ἔχει τὴν ὑφὴν, καὶ μάλιστα δὲ ἂν ᾖ τριβακὰ, ψύχει, τούτων οὖν ἄμεινον χρῆσθαι.
なぜなら、清潔な衣服であっても、織り目が詰まっており、特に古びているものは冷ます効果があるからであり、それゆえこれらを用いる方が良いからである。
τὰ γὰρ ἐλαιο-πινῆ ῥυπαρὰ πάντως ἐστίν.
油で汚れた衣服は、どう考えても不潔だからである。
οὐδεὶς δὲ τῶν καθαρείων ἀν-θρώπων ἀνέχεται ῥυπαρῶν ἱματίων καὶ μάλιστα θέρους.
そして、清潔好きな人は誰も、不潔な衣服に耐えられないし、特に夏にはそうである。
καὶ μέντοι θερμαίνει χρονίσαντα τὰ ἐλαιοπινῆ μᾶλλον τῶν κα-θαρῶν, εἰ καὶ κατὰ τὴν πρώτην πρόπτωσιν εἴη ψυχρό-τατα.
その上、油で汚れた衣服は、最初に肌に触れたときには非常に冷たいとしても、時間が経てば清潔な衣服よりも温まるのである。
"Τοὺς δὲ παχέας χρὴ καὶ ὅσοι βούλονται λεπτοὶ γενέσθαι τὰς ταλαιπωρίας ἁπάσας νήστιας ἐόντας ποιέεσθαι καὶ τοῖσι σιτίοισιν ἐπιχειρέειν ἔτι ἀσθμαίνοντας καὶ μὴ ἀνεψυγμένους καὶ προπεπωκότας οἶνον κεκραμένον καὶ μὴ σφόδρα ψυχρόν.
"肥満の人々、および痩せたいと望む人々は、すべての労作を空腹の状態で行うべきであり、まだ息を切らし、身体が冷めきっていないうちに食事に取りかかるべきであり、あらかじめ、あまり冷たくない水で割ったワインを飲んでおくべきである。
καὶ τὰ ὄψα σκευάζειν σησάμοισιν ἢ ἡδύσμασι καὶ τοῖσιν ἄλλοισι τοιουτοτρόποισι.
また、おかずは胡麻や調味料、その他そのような方法で調理されるべきである。
καὶ πίονα δὲ ἔστω τὰ προσαγόμενα ὄψα, οὕτω γὰρ ἂν ἀπό γε ἐλα-χίστων πεμμάτων ἐνεμπίπλανται.
そして、提供されるおかずは脂っこいものであるべきである。 そうすれば、ごく少量の食べ物で満腹になるからである。
"[q. 5]
"[q.5]