§1#5Τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον, τὸ οὕτω γὰρ ἀπὸ ἐλαχίστων ἐνεμπίπλανται, τινὲς μὲν ἐπὶ πάντων τῶν προειρημένων εἰρῆσθαί φασι, τινὲς δὲ ἐπὶ τῶν ὄψων μόνον, ἃ διὰ σησάμων τε καὶ τῶν ὁμοίων σκευάζεσθαι κε-λεύει, καὶ ἄλλων τινῶν πολλῶν.
言説の末尾において言われていること、すなわち「そうすれば、ごく少量の食べ物で満腹になるからである」は、ある人々は上述のすべてのことについて言われているとし、またある人々はおかずについてのみ言われているとする(おかずを胡麻や同様のもの、その他多くのそのようなもので調理するようにと彼は命じているが)。
τὰ προειρημένα δ᾿ ἐστὶ τό τε νῆστιν γυμνάζεσθαι, κενοῖ γὰρ φανερῶς τοῦτο, καθά-περ πληροῖ τὸ μετὰ τροφήν. ἔτι τε πρὸς τούτοις τὸ ἀσθ-μαίνοντας ἀπὸ τῶν γυμνασίων ἐσθίειν, οὐδέπω τῆς ἐπ᾿ αὐτοῖς θερμασίας διαπεφορημένης, οὐδὲ ἀνεψυγμένου τοῦ σώ-ματος.
そして、上述のこととは、空腹時に運動すること(これは明らかに空にする。 食後の運動が満たすのと同様に)であり、さらにこれらに加えて、運動からまだ息を切らしているうちに食事をすること、すなわち、運動による熱がまだ彼らにおいて発散されておらず、身体が冷めてもいないうちに食事をすることである。
ὅπερ ὅτι μὲν αἴτιον γίγνεται τοῦ ταχέως ἐμπιπλά-σθαι σαφῶς φαίνεται·
このことが早く満腹になることの原因となることは、明らかに認められる。
εἰ δὲ κατ᾿ ἄλλον τινὰ λόγον ὁ τοῦ βιβλίου συγγραφεὺς βούλεται λεπτύνειν αὐτὸ, τοῦθ᾿ ἡμῖν ἄδηλόν ἐστιν.
しかし、もしこの本の著者が他の何らかの理由によって彼を痩せさせたいと望んでいるのだとすれば、その点は私たちには不明である。
ὅτι μέντοι πολλοῖς τοῦτο τῶν ἐν τοῖς σπλάγ-χνοις ἐμφράξεων αἴτιον ἐγένετο, καὶ μάλιστα τῶν κατὰ τὸ ἧπαρ, ἀκριβῶς οἶδα, καθάπερ γε καὶ τὰ μετὰ τροφὴν ὀξέα γυμνάσια.
しかしながら、このことが内臓の、特に肝臓における多くの閉塞の原因となってきたことを私は正確に知っている。 ちょうど食後の激しい運動がそうであるように。
καὶ μέντοι καὶ τὰ λουτρὰ τοῖς στενὰς ἔχουσι, κατὰ τὸ ἧπαρ διεξόδους τῆς τροφῆς, ἐμφράξεις ἐργάζεται.
そしてさらに、肝臓において食物の通路が狭くなっている人々に対して、入浴も閉塞を引き起こす。
λέλεκται δέ μοι περὶ τούτων ἅμα τοῖς οἰκείοις διορισμοῖς ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ.
これらについては、適切な限定とともに、『健康論』の論考において私によって語られている。
λοιπὸν δ᾿ ἃν εἴη περὶ αὐτῆς τῆς λέξεως διασκέψασθαι, καθ᾿ ἥν φησι καὶ προπεπωκότας οἶνον μὴ πάνυ ψυχρόν.
残るは、彼が「あらかじめ、あまり冷たくないワインを飲んでおいたうえで」と言っている、その表現自体について考察することであろう。
ὡς γὰρ ψυχρὸν μὲν εἶναι κελεύων αὐτὸν, οὐ πάνυ δὲ ψυχρὸν, οὕτως ἐποιήσατο τὸν λόγον·
なぜなら、彼はそれを冷たいものであるよう命じつつも、あまり冷たくはないようにと、そのように議論を組み立てたからである。
οὐ πάνυ δὲ ὅλως ἀξιοῖ μετὰ τὰ γυμνάσια πίνειν οἶνον εὐθέως, ἀλλ᾿ ὕδωρ πρότερον, ὥσπερ καὶ οἱ ἀθληταὶ ποιοῦσι ταυτὶ τῇ πείρᾳ δεδιδαγμένοι.
しかし、全体として運動の直後にワインを飲むことは決して好ましくなく、むしろその前に水を飲むべきである。 ちょうどアスリートたちが経験によってこれを教えられてそうしているように。
κεφαλῆς τε γάρ ἅπτεται οἶνος καὶ εἰ μετὰ τὸ βαλανεῖον εὐθέως πίνοιτο, πρότερος τῶν ἄλλων ἁπάντων ἐδεσμάτων τε καὶ πομάτων.
なぜなら、ワインは、もし入浴の直後に、他のすべての食べ物や飲み物よりも先に飲まれるならば、頭に影響を与えるからである。
οὐ μὴν οὐδ᾿ ἡ τοῦ ψυχροῦ πόσις ἐπὶ τοῖς γυμνασίαις ἄνευ τοῦ προπιεῖν θερμὸν ἀβλαβὲς ἐστι.
しかし、温かいものをあらかじめ飲むことなしに、運動の後に冷たいものを飲むことも、無害ではない。
βλάπτει γὰρ καὶ αὐτὴ σαφῶς τὴν γαστέρα τε καὶ τὸ ἧπαρ, τινῶν δὲ καὶ τὰ νεῦρα.
それ自体も明らかに胃と肝臓を害し、ある人々においては神経をも害するからである。
καὶ μέντοι καὶ τὰς ἕξεις ὁ ψυχρὸς οἶνος ἐπιτονοῖ.
さらに、冷たいワインは体質を緊縮させる。
βούλεται δὲ ὁ ταῦτα γράψας ἐκλύειν αὐτάς.
しかし、これを書いた者はそれらを弛緩させたいと望んでいるのである。
μή τι οὖν ἑτέρως μὲν ἦν γεγραμμέ-νον, ἥμαρτε δὲ ὁ μεταγραψάμενος αὐτό.
それなら、元々は異なって書かれていたのに、それを書き写した者が誤ったということはないだろうか。
πολλὰ γὰρ ὁρᾶται τοιαῦτα καὶ νῦν γινόμενα καὶ δέον ἀντὶ τοῦ μήθ᾿ ὅλως θερ-μὸν αὐτὸν γράψαι, μὴ λίαν ψυχρόν.
というのも、そのようなことは現在でも多く見られるからであり、本来なら、それを「まったく温かくない」と書く代わりに、「あまり冷たくない」と書くべきであったのに。
ὁ γὰρ ἀσθμαίνου-σιν ἔτι διδόναι τὴν τροφὴν ἀξιῶν, ἀτμῶν πολλῶν ὄντος με-στοῦ τοῦ σώματος, βουλήσεται δὲ καί δι᾿ οἴνου πόσεως θερ-μοῦ πληρῶσαι μᾶλλον αὐτούς.
なぜなら、身体が多くの蒸気で満ちている時に、まだ息を切らしている人々に対して食物を与えるのが良いとする者は、温かいワインを飲ませることによって彼らをより満たしたいと望むはずだからである。
πεφυκότος δὲ τοῦ πάνυ θερμοῦ παραπλησίως τῷ ψυχρῷ συνάγειν καὶ τονοῦν τὴν γαστέρα, φυλάττεται πρᾶξαι τοῦτο.
しかし、非常に温かいものは冷たいものと同様に胃を収縮させ緊張させる性質があるため、これを行うことは避けられる。
"Ἀλλὰ καὶ μονοσιτέειν καὶ ἀλουτέειν καὶ σκληροκοιτέειν καὶ γυμνὸν περιπατέειν, ὅσον οἶόν τε μάλιστα εἴη.
"「また、一日一食にし、入浴せず、固い床に寝て、できるだけ裸で歩くべきである。
"[q. 1]
Κάλλιον ἂν ἦν εἰρῆσθαι πρὸς αὐτῷ μὴ μονοσιτέειν, ἀλλ᾿ ὀλιγοσιτεῖν.
"[q.1] 彼によって、一日一食にするのではなく、少食にすると言われていた方が、より良かったであろう。
ἔνιοι γὰρ τῶν μονοσιτούντων πολὺ πλείω προσφέρονται τῶν δὶς σιτουμένων.
というのも、一日一食にする人々の中には、一日二食にする人々よりもはるかに多くを食べる者がいるからである。
ὥσπερ δὲ τὸ λουτρὸν ἐκθερμαῖνον τὸ σῶμα καὶ μάλιστα τοὐκτὸς, εἰς ἀνάδοσίν τε τροφῆς καὶ πρόσθεσιν τῶν ἀναδοθέντων συντελεῖ, κατὰ τὸν αὐτὸν λόγον ἡ ἀλουσία τοῖς ἐναντίοις συναίρεται.
そして、入浴が身体、特に外側を温めることで、食物の吸収と、吸収されたものの同化に寄与するのと同様に、同じ理由から、入浴しないことはこれらと反対のことに貢献する。
καὶ ἡ σκληροκοιτία δὲ λυπεῖ καὶ συνέχει καὶ σφίγγει τὸ σῶμα καὶ διὰ τοῦτο τὴν εἰς πᾶν μέρος ἐπίδοσιν αὐτοῦ κω-λύει.
また、固い床に寝ることも身体に痛みを与え、緊張させ、引き締め、これによって身体のあらゆる部分への発育を妨げる。
κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ γυμνὸν περιπατεῖν ψύχει μὲν ἅπαντα τὰ μετὰ τὸ δέρμα μόρια.
同じ理由から、裸で歩くことも、皮膚の内側にあるすべての部位を冷やす。
συνελαύνει δὲ εἰς τὸ βάθος καὶ τὰ σπλάγχνα τὴν θερμασίαν, ὡς πέττε-σθαι μὲν καλῶς τὰ σιτία, τὴν δὲ πάντη φορὰν αὐτῶν κω-λύειν.
そして熱を深部および内臓へと追いやるため、食物はよく消化されるものの、それらが全体へと運ばれるのを妨げる。
"Ὁκόσοι δὲ βούλονται λεπτοὶ ἐόντες παχύτεροι γενέσθαι, τά τε ἅλλα ποιέειν τἀναντία ἐκείνοισι οἶσιν ἔφην καὶ νῆστιν μηδεμίην ταλαιπωρίην ποιέεσθαι.
"「痩せている人で、より太りたいと望む人々は、私が言ったあの人々とは反対の他のすべてのことを行い、空腹時にはいかなる労作も行わないようにすべきである。
"[q. 2]
Τἀναντία τῶν εἰρημένων τοῖς παχέσιν ἐστὶ τὸ μήτε ἀσθμαίνοντας ἐπιχειρεῖν τοῖς σιτίοις, ἀλλ᾿ ὅταν ἤδη κατὰ φύσιν ἀναπνέωσι, μήτε μονοσιτεῖν, ἀλλ᾿ ἤτοι δὶς ἐσθίειν ἢ καὶ τρίς.
"[q.2] 肥満の人々に言われたことと反対のこととは、息を切らしているうちに食事に取りかかるのではなく、すでに自然に呼吸しているときに食事をすることであり、また、一日一食にするのではなく、二食あるいは三食にすることである。
οὕτω δὲ καὶ ταῖς ἀλουσίαις τἀναντία ποιῶν λού-σεται δὶς, ἐξ ἅπαντος μὲν ἐπὶ τροφῇ χρόνου τὸ δεύτερον λουτρὸν περιλαμβάνων, ἔσθ᾿ ὅτε δὲ καὶ τὸ πρῶτον.
このように、入浴しないことに対しても反対のことを行い、二回入浴するべきであり、どうしても食後の時間に二回目の入浴を取り入れ、時には一回目も同様にする。
οὕτω δὲ καὶ τὰ γυμνάσια βραχέα τε γυμνάσεται καὶ βραδέα καὶ μετὰ τροφήν.
このように、運動も短く、かつゆっくりと、そして食後に行うべきである。
κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ μαλακῶς κοιμᾶσθαι καὶ μὴ γυμνὸν ὁμιλεῖν τῷ περιέχοντι, τούτοις ἐστὶ χρήσιμον.
同じ理由から、柔らかいベッドで眠ること、および周囲に対して裸で接しないことが、彼らにとって有益である。
διὰ τοῦτο γοῦν καὶ αἱ γυμνασταὶ τὰ μὲν μετὰ τοῦ προσάπτεσθαι καὶ σωματομαχεῖν, οὕτω γὰρ ὀνο-μάζουσιν αὐτοί τινα γινόμενα γυμνάσια, περιλαμβάνουσιν, ἐφ᾿ ὦν σαρκῶσαι θέλουσι, φυλαττόμενοι γυμνοὺς γυμνάζειν αὐτοὺς τὸ σῶμα καὶ μὴ μετὰ συμπλοκῆς.
それゆえにこそ、体育指導者たちも、身体に肉をつけたいと望む人々に対して、接触と肉体の格闘(彼ら自身、そのようにして行われるある種の運動を呼んでいるが)を伴う運動を取り入れ、彼らが身体を裸で、かつ組み合いなしに運動させることを避けるのである。
ἔμπαλιν δὲ ὅσους λεπτῦναι βούλονται, μετὰ τοῦ ταχέος γυμνασίου καὶ χωρὶς τῆς πρώτης συμπλοκῆς γυμνάζουσιν.
逆に、痩せさせたいと望む人々は、速い運動を行い、かつ最初の組み合いなしに運動させる。
"Τοῖσι δὲ ἐμέτοισι χρὴ καὶ τοῖσι κατακλύσμασι τοῖσι τῆς κοιλίης, ᾧδε χρέεσθαι ἓξ μῆνας τοὺς χειμερινοὺς ἐμέειν· οὗτος γὰρ ὁ χρόνος φλεγματωδέστερος τοῦ θερινοῦ καὶ τὰ νουσήματα γίνεται περὶ τὴν κεφαλὴν καὶ περὶ τὸ χω-ρίον τοῦτο τὸ ὑπὲρ τῶν φρενῶν.
"「また、嘔吐と下腹部の浣腸については、次のように用いるべきである。冬の六ヶ月間は嘔吐すること。というのも、この時期は夏よりも粘液質が多く、病気は頭の周辺や横隔膜の上のこの部位の周辺に発生するからである。
ὅταν δὲ ᾖ τὸ θάλπος, τοῖσι κατακλύσμασι χρέεσθαι.
しかし、暑さがあるときには、浣腸を用いるべきである。
"[q. 3]
"[q.3]