← ガレノス

ヒポクラテス『健康な食事法について』注釈

§1#4

老人の二重の気質と生活管理の具体的指針

ガレノスは、老人の固体部位の乾燥と粘液質の湿り気という二重の気質に基づき、ヒポクラテスの養生法の限定のなさを批判するとともに、季節、体質、運動、入浴、衣服、肥満対策に関する具体的な指示を詳細に解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1#4

τὰ μὲν σιτία καὶ ποτὰ καὶ τἄλλα πάντα σκοπὸν ἐθέτω1 τό θ’ ὑγρὸν καὶ τὸ θερμὸν, ὡς δέον ὑγραίνειν τε καὶ θερμαίνειν τῶν γερόντων τὰ στερεὰ μόρια τοῦ σώματος, ἅπερ καὶ μόνα κυρίως ὀνομαζόντων ἐστὶ μόρια. προνοητέον δὲ πάλιν ἐπὶ τῆς τῶν φλεγματωδῶν περιττωμάτων κενώσεως. εἴπερ οὖν ἐκ μὲν τῆς περὶ κράσεων πραγματείας ἀναλέξαις τε καὶ μάθοις ἐπιστημονικῶς ψυχρὰν καὶ ξηρὰν εἶναι τὴν οἰκείαν τῶν γερόντων κρᾶσιν, ἐπίκτητον δὲ ἴσχειν αὐτοὺς ὑγρότητα, διὰ τὴν τῶν φλεγματωδῶν περιττωμάτων γένεσιν, ἐλθὼν δὲ ἀπ’ ἐκείνων ἐπὶ τὰ τῶν ὑγιεινῶν ὑπομνήματα προσεπιμάθοις ὅπως χρὴ διαιτᾷν τοὺς γέροντας, εὔδηλον ἔσται σοι τὸ τῆς νῦν προκειμένης ῥήσεως ἀδιόριστον. οὔτε γὰρ εἰς δύο ἐχρῆν διαιρεῖσθαι τὸν ἀνθρώπινον βίον οὔτε ἐπὶ τῶν γερόντων ὑγρὰ καὶ μαλακὰ σώματα εἰρῆσθαι, οὔθ’ ὅτι ξηροῖς τὴν κρᾶσιν ἐδέσμασι διαιτητέον αὐτούς. τοὺς μέντοι νέους πεπηγότα φήσας ἔχειν τὰ σώματα καὶ τὴν κρᾶσιν εἶναι ξηροὺς εὔδηλός ἐστιν ἐπὶ τῶν ἀκμαζόντων μόνων τὸν λόγον πεποιημένος2 καὶ τούτους ὀνομάσας νέους. παρέλιπεν οὖν τήν τε τῶν παίδων ἡλικίαν καὶ τὴν τῶν παρακμαζόντων, ὡς δὲ ἐγώ φημι καὶ τὴν εὐκρατοτάτην γε, ἥτις ἐστὶν ἐν τῷ μεταξὺ τῶν παιδίων τε καὶ τῶν ἀκμαζόντων. εὔδηλος δ’ ἐστὶ καὶ αὐτὸς ὑποπτεύων τὸν ἑαυτοῦ λόγον. οὐ γὰρ ἁπλῶς εἶπε τοὺς πρεσβυτέρους τῷ ξηροτέρῳ χρὴ τρόπῳ διαιτᾷν, ἀλλὰ προσέθηκε, τὸ πλέον τοῦ χρόνου. τοῦτο δὲ ταὐτόν ἐστι τῷ φάναι μὴ διὰ παντὸς, ὅπερ οὔτε τῇ ἕξει τοῦ σώματος οὔτε τῇ ἡλικίᾳ προσέθηκεν ἑτέρᾳ, διὰ παντὸς γὰρ χρὴ τὴν οἰκείαν ἑκάστῳ σώματι δίαιταν αἱρεῖσθαι. Δεῖ οὖν πρὸς τὴν ἡλικίην καὶ τὴν ὥρην καὶ τὸ ἔθος καὶ τὴν χώρην καὶ τὰ εἴδεα τὰ διαιτήματα ποιέεσθαι ἐναντιούμενον τοῖσι καθισταμένοισι καὶ θάλπεσι καὶ χειμῶσιν. οὕτως γὰρ ἂν μάλιστα ὑγιαίνοιεν. Καθόλου ὁ λόγος οὗτος εἴρηται πρὸς αὐτοῦ καὶ σαφῶς καὶ ἀληθῶς ἤδη πολλάκις ἐν πολλοῖς ἡμῖν διηνυσμένος. Καὶ ὁδοιπορέειν τοῦ μὲν χειμῶνος ταχέως χρὴ, τοῦ δὲ θέρεος ἡσυχῇ ἔχειν, ἢν μὴ διὰ καύματος ὁδοιπορέῃ.3 Πῶς ὁδοιπορεῖν χρὴ διδάσκει καθ’ ἑκάστην τῶν ὡρῶν. τοῦ μὲν χειμῶνος αἱρούμενον τὸν ξηραίνοντά τε καὶ θερμαίνοντα περίπατον, τοῦ θέρους δὲ τὸν ἐναντίον σκοπὸν ποιεῖν, ἢ μὴ δι’ ἡλίου, φησὶν, ὁδοιπορεῖν. τηνικαῦτα γὰρ ἐπείγεσθαι χρὴ θᾶττον ἀπαλλαγῆναι τῆς γιγνομένης κατὰ τὴν τοιαύτην ὁδοιπορίαν ξηρότητός τε καὶ θερμότητος ἐν τῷ σώματι. Δεῖ δὲ καὶ τοὺς μὲν σαρκώδεας θᾶττον ὁδοιπορέειν, τοὺς δὲ ἰσχνοὺς ἡσυχέστερον. λουτροῖσι δὲ χρὴ πολλοῖσι χρέεσθαι τοῦ θέρεος, τοῦ δὲ χειμῶνος ἐλάσσοσι. χρὴ δὲ τοὺς στρυφνοὺς μᾶλλον λούεσθαι τῶν σαρκωδέων. Ἡ ταχεῖα κίνησις τὴν θερμασίαν ἐπὶ πλεῖον αὐξάνουσα τήκει τὸ σῶμα. κατὰ δὲ τὰς βραχείας κινήσεις ἡ σύμμετρος θερμασία καὶ τὴν αἱμάτωσιν καὶ τὴν θρέψιν ἐργάζεται βελτίονα καὶ διὰ τοῦτο συναίρεται τοῖς ζώοις εἰς εὐτροφίαν. Ἠμφιέσθαι δὲ χρὴ τοῦ μὲν χειμῶνος καθαρὰ ἱμάτια, τοῦ δὲ θέρεος ἐλαιοπινέα. Τί μὲν συνετώτερον ἐπενόησεν ὁ γράψας τοῦ τοῖς ἐξηγηταῖς εἰρημένου πᾶσιν αὐτὸς ἂν εἰδείη. εἰ δὲ τὰ μὲν καθαρὰ διὰ τὸ μᾶλλον θερμαίνειν ἢ καὶ τὸ τὰς διαπνοὰς μὴ κωλύειν ἀξιοῖ τοῦ χειμῶνος ἀμφιέννυσθαι, τὰ δὲ ἐλαιοπινῆ τοῦ θέρους ἢ διὰ τὸ ψύχειν ἢ τὰς διαπνοὰς ἀποφράττειν, οὐκ ἐπαινῶ τὸν λόγον. καὶ γὰρ τῶν καθαρῶν ἱματίων ὅσα πυκνὴν ἔχει τὴν ὑφὴν, καὶ μάλιστα δὲ ἂν ᾖ τριβακὰ, ψύχει, τούτων οὖν ἄμεινον χρῆσθαι. τὰ γὰρ ἐλαιοπινῆ ῥυπαρὰ πάντως ἐστίν. οὐδεὶς δὲ τῶν καθαρείων ἀνθρώπων ἀνέχεται ῥυπαρῶν ἱματίων καὶ μάλιστα θέρους. καὶ μέντοι θερμαίνει χρονίσαντα τὰ ἐλαιοπινῆ μᾶλλον τῶν καθαρῶν, εἰ καὶ κατὰ τὴν πρώτην πρόπτωσιν εἴη ψυχρότατα. Τοὺς δὲ παχέας χρὴ καὶ ὅσοι βούλονται λεπτοὶ γενέσθαι τὰς ταλαιπωρίας ἁπάσας νήστιας ἐόντας ποιέεσθαι καὶ τοῖσι σιτίοισιν ἐπιχειρέειν ἔτι ἀσθμαίνοντας καὶ μὴ ἀνεψυγμένους καὶ προπεπωκότας οἶνον κεκραμένον καὶ μὴ σφόδρα ψυχρόν. καὶ τὰ ὄψα σκευάζειν σησάμοισιν ἢ ἡδύσμασι καὶ τοῖσιν ἄλλοισι τοιουτοτρόποισι. καὶ πίονα δὲ ἔστω τὰ προσαγόμενα ὄψα, οὕτω γὰρ ἂν ἀπό γε ἐλαχίστων πεμμάτων ἐνεμπίπλανται.

食べ物や飲み物、およびその他すべてのものは、湿りと温かさを目標とするように。老人の身体の固体部位を湿らせ温める必要があるからである。これら固体部位こそ、厳密な意味でそう呼ぶ人々にとって、唯一の「部位」なのである。しかし一方で、粘液質の余剰物の排出に対しても、再び配慮しなければならない。したがって、もし君が『気質について』の論考から、老人の本来の気質は冷たく乾燥しているということ、しかし彼らは粘液質の余剰物の生成のために付帯的な湿り気を持っているということを、拾い集めて学理的に学び、それらの書物から『健康論』の注解へと進んで、どのように老人を養生させるべきかをさらに学ぶならば、君にとって、いま提示されている言説の不分明さは明白になるであろう。なぜなら、人間の生涯は二つに分割されるべきではなかったし、老人について身体が湿っていて柔らかいと言われるべきでもなかったし、彼らをその気質において乾燥した食べ物で養生させるべきでもなかったからである。しかしながら、若い人々は身体が固まっており気質において乾燥していると言ったことで、彼が全盛期の人々だけについて議論を行い、彼らを「若い人々」と呼んだことは明白である。したがって、彼は子供の年代と衰退期の人々の年代を省いており、また、私が言うように、子供と全盛期の人々の中間にある、最もよく調和した年代をも省いている。そして、彼自身も自分の議論を疑わしく思っていることは明白である。なぜなら、彼は単に「高齢の人々はより乾燥した方法で養生すべきである」と言ったのではなく、「一年の大半の時間」を付け加えたからである。これは、常にというわけではないと言うのと同じことであるが、彼はこの限定を身体の素質にも他の年代にも付け加えなかった。なぜなら、各々の身体に本来適した養生法は、常に選ばれるべきだからである。 "それゆえ、年代、季節、習慣、土地、および身体のタイプに合わせて、確立された暑さや寒さに反対するように養生法を立てるべきである。そうすれば、彼らは最も健康でいられるであろう。" この言説は、彼によって一般的、明確、かつ真実として語られており、すでに何度も、多くの箇所で私たちによって詳しく論じられている。 "冬には速く歩くべきであり、夏には静かにしているべきである、ただし、激しい暑さの中を歩くのでなければ。"それぞれの季節においてどのように歩くべきかを彼は教えている。冬には乾燥させ温める散歩を選び、夏には反対の目標を設定すること、あるいは日の下を歩くのではない散歩を選ぶこと、と彼は言う。なぜなら、そのような時には、そのような歩行の間に身体の中に生じる乾燥と熱から、より速く逃れるために急ぐべきだからである。 "また、肉付きの良い人々はより速く歩くべきであり、痩せた人々はより静かに歩くべきである。また、夏には多くの入浴を用いるべきであり、冬にはより少なくすべきである。そして、引き締まった人々は、肉付きの良い人々よりも多く入浴すべきである。" 速い運動は熱をさらに増加させて身体を消耗させる。一方で、穏やかな運動においては、適度な熱が造血と栄養摂取をより良くし、このため動物の良好な栄養状態に貢献するのである。"また、冬には清潔な衣服を、夏には油で汚れた衣服を身につけるべきである。" このテキストを書いた者が、すべての註釈家たちによって言われていることよりもどのような賢明なことを考え出したのかは、彼自身が知っていることであろう。しかし、もし彼が、清潔な衣服はより温めるから、あるいは発散を妨げないからという理由で冬に着用されるべきだと考え、油で汚れた衣服は冷ますから、あるいは発散を遮断するからという理由で夏に着用されるべきだと考えているのなら、私はその議論を称賛しない。なぜなら、清潔な衣服であっても、織り目が詰まっており、特に古びているものは冷ます効果があるからであり、それゆえこれらを用いる方が良いからである。油で汚れた衣服は、どう考えても不潔だからである。そして、清潔好きな人は誰も、不潔な衣服に耐えられないし、特に夏にはそうである。その上、油で汚れた衣服は、最初に肌に触れたときには非常に冷たいとしても、時間が経てば清潔な衣服よりも温まるのである。"肥満の人々、および痩せたいと望む人々は、すべての労作を空腹の状態で行うべきであり、まだ息を切らし、身体が冷めきっていないうちに食事に取りかかるべきであり、あらかじめ、あまり冷たくない水で割ったワインを飲んでおくべきである。また、おかずは胡麻や調味料、その他そのような方法で調理されるべきである。そして、提供されるおかずは脂っこいものであるべきである。そうすれば、ごく少量の食べ物で満腹になるからである。"

構文注3 件
  1. 1σκοπὸν ἐθέτω

    動詞 ἐθέτω は τίθημι の三人称単数現在能動態命令形。主語である中性複数名詞 τὰ μὲν σιτία καὶ ποτὰ καὶ τἄλλα πάντα が古典ギリシア語の文法規則に従って単数の動詞形を取っている。

  2. 1εὔδηλός ἐστι ... πεποιημένος

    形容詞 εὔδηλος が人称構文(εὔδηλός ἐστιν)をとり、分詞 πεποιημένος および ὀνομασάς を従えることで、「彼が〜したことは明白である」という事実を強調している。非人称構文 εὔδηλόν ἐστι +対格不定詞構文と意味的に同等である。

  3. 1ἢν μὴ διὰ καύματος ὁδοιπορέῃ

    直後のガレノスによる「そのような時には急ぐべきである」という説明から、この ἢν μὴ 節は、夏の散歩は静かに行うべきであるという原則に対する「ただし烈日の下を(やむなく)歩くのでない限り(その場合は急いで熱を避けるべきである)」という例外規定と解釈される。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(30 件・最終 2026-11-24)
  • 2026-11-24 AI校閲 — 訳文 5 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
  • 2026-09-16 OCRの誤りの修正 — 原文 24 件
urn:cts:greekLit:tlg0057.tlg086.humanitext-grc1:1#4