Humanitext Reader

盖伦 · 希波克拉底《健康养生法》注 §1#4

老年人的双重体质与生活养生具体指南

第 4 段,共 10 段 · 希腊语

内容简介

盖伦基于老年人固体部位干燥和粘液性残留物潮湿的双重配属,批判了希波克拉底养生法的未限定性,并详细阐释了希波克拉底关于季节、体质、运动、沐浴、衣着及肥胖对策的具体指示。

§1#4τὰ μὲν σιτία καὶ ποτὰ καὶ τἄλλα πάν-τα σκοπὸν ἐθέτω τό θ᾿ ὑγρὸν καὶ τὸ θερμὸν, ὡς δέον ὑγραίνειν τε καὶ θερμαίνειν τῶν γερόντων τὰ στερεὰ μόρια τοῦ σώματος, ἅπερ καὶ μόνα κυρίως ὀνομαζόντων ἐστὶ μό-ρια.
愿食物、饮料及所有其他事物都以温和湿为目标,因为有必要温润老年人身体的固体部位,而在严格称呼其为部位的人看来,这些固体部位才是唯一真正的部位。
προνοητέον δὲ πάλιν ἐπὶ τῆς τῶν φλεγματωδῶν περιτ-τωμάτων κενώσεως.
但另一方面,必须再次注意粘液性残留物的排空。
εἴπερ οὖν ἐκ μὲν τῆς περὶ κράσεων πραγματείας ἀναλέξαις τε καὶ μάθοις ἐπιστημονικῶς ψυχρὰν καὶ ξηρὰν εἶναι τὴν οἰκείαν τῶν γερόντων κρᾶσιν, ἐπίκτητον  δὲ ἴσχειν αὐτοὺς ὑγρότητα, διὰ τὴν τῶν φλεγματωδῶν περιττωμάτων γένεσιν, ἐλθὼν δὲ ἀπ᾿ ἐκείνων ἐπὶ τὰ τῶν ὑγιεινῶν ὑπομνήματα προσεπιμάθοις ὅπως χρὴ διαιτᾷν τοὺς γέροντας, εὔδηλον ἔσται σοι τὸ τῆς νῦν προκειμένης ῥήσεως ἀδιόριστον.
因此,如果你从《论配属》的著作中收集并学理地得知,老年人固有的配属是寒且干的,但由于粘液性残留物的产生,他们持有后天的湿气,并从这些著作转向《论健康》的评注,进一步学习应当如何调理老年人的生活,那么当前所给出的这段话的未限定性对你来说将是显而易见的。
οὔτε γὰρ εἰς δύο ἐχρῆν διαιρεῖσθαι τὸν ἀν-θρώπινον βίον οὔτε ἐπὶ τῶν γερόντων ὑγρὰ καὶ μαλακὰ σώματα εἰρῆσθαι, οὔθ᾿ ὅτι ξηροῖς τὴν κρᾶσιν ἐδέσμασι διαι-τητέον αὐτούς.
因为既不应当将人的生命分为两阶段,也不应当对老年人说其身体是湿且软的,更不应当说应当在配属上用干燥的食物来调养他们。
τοὺς μέντοι νέους πεπηγότα φήσας ἔχειν τὰ σώματα καὶ τὴν κρᾶσιν εἶναι ξηροὺς εὔδηλός ἐστιν ἐπὶ τῶν ἀκμαζόντων μόνων τὸν λόγον πεποιημένος καὶ τού-τους ὀνομάσας νέους.
然而,通过说年轻人身体凝固且配属干燥,他显然是将论述仅针对全盛期的人,并将他们称为年轻人。
παρέλιπεν οὖν τήν τε τῶν παίδων ἡλικίαν καὶ τὴν τῶν παρακμαζόντων, ὡς δὲ ἐγώ φημι καὶ τὴν εὐκρατοτάτην γε, ἥτις ἐστὶν ἐν τῷ μεταξὺ τῶν παιδίων τε καὶ τῶν ἀκμαζόντων.
因此,他遗漏了儿童期和衰退期人的年龄段,而且正如我所说,甚至遗漏了处于儿童和全盛期人之间、最协调的年龄段。
εὔδηλος δ᾿ ἐστὶ καὶ αὐτὸς ὑπο-πτεύων τὸν ἑαυτοῦ λόγον.
而他自己显然也怀疑他自己的论点。
οὐ γὰρ ἁπλῶς εἶπε τοὺς πρεσβυ-τέρους τῷ ξηροτέρῳ χρὴ τρόπῳ διαιτᾷν, ἀλλὰ προσέθηκε, τὸ πλέον τοῦ χρόνου.
因为他并没有简单地说明老年人应当以较干燥的方式调养,而是加上了“大部分时间”。
τοῦτο δὲ ταὐτόν ἐστι τῷ φάναι μὴ διὰ παντὸς, ὅπερ οὔτε τῇ ἕξει τοῦ σώματος οὔτε τῇ ἡλικίᾳ προσέθηκεν ἑτέρᾳ, διὰ παντὸς γὰρ χρὴ τὴν οἰ-κείαν ἑκάστῳ σώματι δίαιταν αἱρεῖσθαι.
这等同于说 “并非总是”,但他没有将这一限定加于身体的体质或其他年龄段,因为应当始终选择适合每个身体的固有养生法。
"Δεῖ οὖν πρὸς τὴν ἡλικίην καὶ τὴν ὥρην καὶ τὸ ἔθος καὶ τὴν χώρην καὶ τὰ εἴδεα τὰ διαιτήματα ποιέεσθαι ἐναντιούμενον τοῖσι καθισταμένοισι καὶ θάλπεσι καὶ χει-μῶσιν.
“因此,应当根据年龄、季节、习惯、地方和身体类型来制定养生法,以对抗既定的炎热与寒冷。
οὕτως γὰρ ἂν μάλιστα ὑγιαίνοιεν.
因为这样他们才能最健康。
"[q. 1] Καθόλου ὁ λόγος οὗτος εἴρηται πρὸς αὐτοῦ καὶ σαφῶς καὶ ἀληθῶς ἤδη πολλάκις ἐν πολλοῖς ἡμῖν διηνυσμένος.
” [q.1] 这一论述是他以普遍、清楚且真实的方式说出的,并且已经多次在我们的许多地方被详尽探讨。
"Καὶ ὁδοιπορέειν τοῦ μὲν χειμῶνος ταχέως χρὴ, τοῦ δὲ θέ-ρεος ἡσυχῇ ἔχειν, ἢν μὴ διὰ καύματος ὁδοιπορέῃ.
“而且在冬天应当快速步行,在夏天应当保持安静,除非是在烈日下步行。
"[q. 2] Πῶς ὁδοιπορεῖν χρὴ διδάσκει καθ᾿ ἑκάστην τῶν ὡρῶν. τοῦ μὲν χειμῶνος αἱρούμενον τὸν ξηραίνοντά τε καὶ θερ-μαίνοντα π ερίπατον, τοῦ θέρους δὲ τὸν ἐναντίον σκοπὸν ποιεῖν, ἢ μὴ δι᾿ ἡλίου, φησὶν, ὁδοιπορεῖν.
” [q.2] 他教授了在每个季节中应当如何步行:在冬天选择能干燥且温热的散步,在夏天则以相反的为目标,或者,他说,不要在阳光下步行。
τηνικαῦτα γὰρ ἐπείγεσθαι χρὴ θᾶττον ἀπαλλαγῆναι τῆς γιγνομένης κατὰ τὴν τοιαύτην ὁδοιπορίαν ξηρότητός τε καὶ θερμότητος ἐν τῷ σώματι.
因为在那种时候,应当赶快,以便更迅速地摆脱在那种步行中身体内产生的干燥和温热。
"Δεῖ δὲ καὶ τοὺς μὲν σαρκώδεας θᾶττον ὁδοιπορέειν, τοὺς δὲ ἰσχνοὺς ἡσυχέστερον.
“而且肉多的人应当走得更快,而消瘦的人应当走得更安静。
λουτροῖσι δὲ χρὴ πολλοῖσι χρέεσθαι τοῦ θέρεος, τοῦ δὲ χειμῶνος ἐλάσσοσι.
夏天应当多洗澡,冬天应当少洗澡。
χρὴ δὲ τοὺς στρυφνοὺς μᾶλλον λούεσθαι τῶν σαρκωδέων.
紧实的人应当比肉多的人洗得更多。
"[q. 3] Ἡ ταχεῖα κίνησις τὴν θερμασίαν ἐπὶ πλεῖον αὐξάνουσα τήκει τὸ σῶμα.
” [q.3] 快速的运动通过进一步增加热量来消耗身体。
κατὰ δὲ τὰς βραχείας κινήσεις ἡ σύμμε-τρος θερμασία καὶ τὴν αἱμάτωσιν καὶ τὴν θρέψιν ἐργάζε-ται βελτίονα καὶ διὰ τοῦτο συναίρεται τοῖς ζώοις εἰς εὐτρο-φίαν.
但在缓慢的运动中,适度的热量使造血和营养都变得更好,并因此有助于动物的营养良好。
"Ἠμφιέσθαι δὲ χρὴ τοῦ μὲν χειμῶνος καθαρὰ ἱμάτια, τοῦ δὲ θέρεος ἐλαιοπινέα.
“冬天应当穿清洁的衣服,夏天应当穿油污的衣服。
"[q. 4] Τὶ μὲν συνετώτερον ἐπενόησεν ὁ γράψας τοῦ τοῖς ἐξη-γηταῖς εἰρημένου πᾶσιν αὐτὸς ἂν εἰδείη.
” [q.4] 著者是否想到了比所有注释家所说的话更聪明的事情,他自己应该知道。
εἰ δὲ τὰ μὲν καθαρὰ διὰ τὸ μᾶλλον θερμαίνειν ἢ καὶ τὸ τὰς διαπνοὰς μὴ κωλύειν ἀξιοῖ τοῦ χειμῶνος ἀμφιέννυσθαι, τὰ δὲ ἐλαιο-πινῆ τοῦ θέρους ἢ διὰ τὸ ψύχειν ἢ τὰς διαπνοὰς ἀπο-φράττειν, οὐκ ἐπαινῶ τὸν λόγον.
但是,如果他认为清洁的衣服在冬天应当穿是因为它们更保暖,或者因为它们不阻碍发散,而油污的衣服在夏天穿是因为它们能制冷,或者因为它们阻挡发散,我并不赞成这个论点。
καὶ γὰρ τῶν καθαρῶν ἱματίων ὅσα πυκνὴν ἔχει τὴν ὑφὴν, καὶ μάλιστα δὲ ἂν ᾖ τριβακὰ, ψύχει, τούτων οὖν ἄμεινον χρῆσθαι.
因为即使是清洁的衣服,那些织得紧密的,特别是磨损了的衣服,也有制冷效果,所以使用这些更好。
τὰ γὰρ ἐλαιο-πινῆ ῥυπαρὰ πάντως ἐστίν.
因为油污的衣服无论如何都是肮脏的。
οὐδεὶς δὲ τῶν καθαρείων ἀν-θρώπων ἀνέχεται ῥυπαρῶν ἱματίων καὶ μάλιστα θέρους.
而爱干净的人谁也无法忍受肮脏的衣服,尤其是在夏天。
καὶ μέντοι θερμαίνει χρονίσαντα τὰ ἐλαιοπινῆ μᾶλλον τῶν κα-θαρῶν, εἰ καὶ κατὰ τὴν πρώτην πρόπτωσιν εἴη ψυχρό-τατα.
此外,油污的衣服穿久了会比清洁的衣服更热,即使在刚穿上时它们可能非常冷。
"Τοὺς δὲ παχέας χρὴ καὶ ὅσοι βούλονται λεπτοὶ γενέσθαι τὰς ταλαιπωρίας ἁπάσας νήστιας ἐόντας ποιέεσθαι καὶ τοῖσι σιτίοισιν ἐπιχειρέειν ἔτι ἀσθμαίνοντας καὶ μὴ ἀνεψυγμένους καὶ προπεπωκότας οἶνον κεκραμένον καὶ μὴ σφόδρα ψυχρόν.
“肥胖的人以及所有想要变瘦的人,应当在空腹时进行所有的劳作,并在仍喘着气、身体未冷却时开始进食,且预先喝下不太冷的掺水温酒。
καὶ τὰ ὄψα σκευάζειν σησάμοισιν ἢ ἡδύσμασι καὶ τοῖσιν ἄλλοισι τοιουτοτρόποισι.
配菜应当用芝麻或调料及其他类似方式调制。
καὶ πίονα δὲ ἔστω τὰ προσαγόμενα ὄψα, οὕτω γὰρ ἂν ἀπό γε ἐλα-χίστων πεμμάτων ἐνεμπίπλανται.
并且所提供的配菜应当是油腻的,因为这样他们就可以通过极少的食物而吃饱。
"[q. 5]
” [q.5]

词汇与语法注释

  1. §1#4σκοπὸν ἐθέτω — 动词 `ἐθέτω` 是 `τίθημι` 的第三人称单数现在活动命令形。中性复数主语 `τὰ μὲν σιτία καὶ ποτὰ καὶ τἄλλα πάντα` 按照古典希腊语的语法规则搭配单数动词。
  2. ¦p.189¦εὔδηλός ἐστι ... πεποιημένος — 形容词 `εὔδηλος` 采用人称结构(`εὔδηλός ἐστιν`)并搭配分词 `πεποιημένος` 和 `ὀνομασάς`(意为“他显然已经做了……”),这在语义上等同于非人称结构 `εὔδηλόν ἐστι` 加上对格不定式结构。
  3. ¦p.191¦ἢν μὴ διὰ καύματος ὁδοιπορέῃ — 根据紧随其后盖伦关于“在那种时候应当赶快”的解释,此 `ἢν μὴ` 从句被解释为对“夏天散步应当安静进行”这一原则的例外规定:“除非是在烈日下(无可奈何地)步行(在那种情况下,应当赶快以避开炎热)”。

引用这一段

盖伦, 希波克拉底《健康养生法》注 §1#4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg086.humanitext-grc1:1%234

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。