§5#1Τὰς δ’ ἄλλας ἐφεξῆς ἐρῶ, κατὰ τὴν τῆς χρείας τάξιν, ἐπειδὰν πρότερον ὀνόματα θῶ τοῖς εἰρημένοις τῆς τριταίας περιόδου καιροῖς.
しかし、他の原因については、まず三日熱の周期の前記の諸時期に名称を付したのちに、有用性の順序に従って、順次語ることにしよう。
Ἱπποκράτους γοῦν εἰρηκότος· οἱ πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυροὶ γίνονται, ἐπικίνδυνοι·
実際、ヒッポクラテスが「熱病のうち、一日おきではなく絶え間なく続き、かつ強くなるものはすべて危険である。
ὅτῳ δ’ ἂν τρόπῳ διαλίπωσι, σημαίνει, ὅτι ἀκίνδυνοι· τὸ διαλιπεῖν οὐκ ἔστιν ἐπ’ ἄλλου δέξασθαι μέρους τῆς περιόδου, τὴν ἀπυρεξίαν ὑπερβάντα.
しかし、どのような方法であれ、それらが間欠するなら、それは危険がないことを示している」と言っているが、この「間欠する」ということを、無熱期を除外して、周期の他の部分について解釈することはできない。
οὐ γὰρ δὴ τοῦτό γέ φησιν, ὅτῳ δ’ ἂν τρόπῳ παρακμάζωσιν, οὐ γὰρ ἀληθὲς τοῦτο.
というのも、彼(ヒッポクラテス)は決して「どのような方法であれ、それらが衰退するなら」と言っているのではない。 なぜなら、これは真実ではないからである。
χείριστος γὰρ πυρετῶν ὑπάρχων ὁ ἡμιτριταῖος, ὅμως εἰς παρακμὴν ἀφικνεῖται σαφῆ τοῖς πολλοῖς, καὶ ἐν ἄλλοις ἅπασι κατά γε τοῦτο παραπλησίως, ὅτι μὴ τοῖς συνόχοις ὠνομασμένοις·
なぜなら、熱病の中で最悪のものである半三日熱でさえ、多くの人にとって明らかな衰退期に達するのであり、いわゆる持続熱を除いて、他のすべての熱病においてもこの点に関してはほぼ同様だからである。
οὗτοι γὰρ μόνοι πυρετοὶ οὐκ ἔχουσι παρακμὴν αἰσθητὴν, ὥσπερ οὐδὲ τὴν ὅλην περίοδον, οὔτε τινα ἄλλην διαφορὰν τῶν προειρημένων, ἀλλ’ οἵαν ἔφαμεν εἶναι τῶν τριταίων τὴν ἐπὶ τοῦ μεγέθους ἔν τινι χρόνῳ στάσιν, ἐκεῖνοι τοιαύτην ἔχουσιν ὀλίγου δεῖν ἅπασαν αὐτῶν τὴν διέξοδον.
なぜなら、これら持続熱だけが、知覚できる衰退期を持たず、全体の周期も持たず、前述の他のいかなる区別も持たないのであって、我々が三日熱について、ある時期における最高潮での静止であると言ったような状態を、それらはその経過のほとんどすべてにわたって持っているからである。
εἴπερ οὖν, ὡς ἔφην, ἀκίνδυνοι κατά γε τὴν ἑαυτῶν φύσιν εἰσὶν οἱ εἰς ἀπυρεξίαν λήγοντες, ὡς ἐν τοῖς περὶ αὐτῶν λόγοις ἐπεδείξαμεν, οὐκ ἄλλό τι τὸ διαλιπεῖν Ἱπποκράτης ὠνόμασεν, ἢ τὸ λήγειν εἰς ἀπυρεξίαν.
それゆえ、もし私が言ったように、無熱期に終わる熱病が、それら自身の性質においては危険がないものであるなら(このことはそれらに関する議論の中で示した通りだが)、ヒッポクラテスが「間欠する」と呼んだのは、無熱期へと終わること以外の何ものでもない。
ὥστ’ εὐλόγως ἄν τις ἑπόμενος τῇ παλαιᾷ συνηθείᾳ διάλειμμα καλέσειεν ἐν ταῖς τῶν τριταίων περιόδοις τὸν καιρὸν τῆς ἀπυρεξίας·
したがって、古い習慣に従うならば、三日熱の周期において無熱期の時期を「間欠」と呼ぶのは理にかなっているだろう。
ὥσπέρ γε καὶ τὴν ἐπὶ τοῦ μεγίστου μεγέθους στάσιν, ὡς πρὸς τὴν αἴσθησιν ἡμῶν τῶν ἁπτομένων, αὐτῶν τε τῶν καμνόντων, ἀκμήν.
ちょうど、我々触診する者の感覚にとっても、また病者自身にとっても、最大強度における静止の状態を「極期」と呼ぶように。
οὕτω γοῦν καὶ ἡ τῶν ἡλικιῶν ἀκμὴ τὸ τελεώτατόν ἐστι, καὶ φαίνεται καὶ τούτῳ τῷ ὀνόματι, καθάπερ καὶ τῷ διαλείπειν ὁ Ἱπποκράτης χρώμενος.
実際、年齢における「極期」も最も完成された時期であり、ヒッポクラテスが「間欠する」という語を用いるのと同様に、この名称を用いているのが見出される。
ἀλλὰ καὶ τὸ πρῶτον μέρος τῆς περιόδου κατά γε τὴν πρώτην ἡμέραν γενόμενον ἐπὶ τῇ μεταπτώσει τοῦ κατὰ φύσιν, ἔν τε τῇ τρίτῃ καὶ τῇ πέμπτῃ καὶ ταῖς ἀνάλογον, ὡσαύτως περιοδίζον ἐπὶ τῷ διαλείμματι, καλοῦσιν ἀρχὴν, οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες ἰατροί.
しかし、自然な状態からの移行の際に第一日目に生じ、第三日、第五日、およびそれらに比例する日において、間欠期ののちに同様に周期的に現れる、周期の最初の部分をも、ヒッポクラテスだけでなく、他のほぼすべての医師たちが「初期」と呼んでいる。
μετὰ δὲ τὴν ἀρχὴν ἐναργῶς γνωριζομένην τῇ ψύξει δεύτερος ἦν καιρὸς ὁ τῆς ἀνωμαλίας, καὶ τρίτος ὁ τῆς αὐξήσεως, ἄχρι τῆς ἀκμῆς.
そして、冷えによって明瞭に認識される初期ののちには、第二の時期として不調の時期があり、第三として極期に至るまでの増大の時期があった。
ἐπικοινωνοῦντας δ’ αὐτοὺς ἀλλήλοις οὐκ ἀκριβῶς ἐθεάσαντο πάντες, ἰδέᾳ διαφέροντας·
しかし、これらが互いに重なり合っており、その形態において異なっていることを、すべての者が正確に観察したわけではなかった。
ὀνομάζουσί τε τὸ συγκείμενον ἐξ ἀμφοῖν, ὡς ἓν ὅλον, οἱ μὲν ἐπίδοσιν, οἱ δ’ αὔξησιν, οἱ δ’ ἀνάβασιν παροξυσμοῦ.
そして、両者から構成されるものを一つの全体として、ある人々は「進展」、別の人々は「増大」、さらに別の人々は「発作の上昇」と呼んでいる。
καὶ μέντοι καὶ λέγουσιν ἀληθές τι·
そして実際、彼らはある程度真実を語っている。
μετὰ γὰρ τὸν πρῶτον καιρὸν, ἐν ᾧ καταψύχεται μὲν τὰ ἐκτὸς, εἰς δὲ τὸ βάθος ἐναργῶς φαίνεται τὸ αἷμα συῤῥέον, ἕτερός ἐστι καιρὸς ὅλος, ὅλῳ τῷδε κατ’ ἀντίθεσιν ὑφιστάμενος, διαμαχομένου μὲν τοῦ θερμοῦ τῇ ψύξει;
というのも、体の外側が冷やされ、血液が体の深部へと流入するのが明瞭に見える第一の時期ののちには、これと全面的に対比される形で存在する、別の全体的な時期があるからである。
ἀποτεινομένου δὲ πρὸς τὰ ἐκτὸς τοῦ αἵματος.
すなわち、熱が冷えと戦い、血液が外側へと向かう時期である。
καὶ εἴ γ’ οὕτως αὐτὸν ἕνα λέγοιεν, ὡς εἴρηται νῦν, οὐ διοίσει καλεῖν τοῦτον ὅλον τὸν καιρὸν ἀνάβασιν·
そして、もし彼らが今述べられたように、これを一つのものと言うのであれば、この時期全体を「上昇」と呼ぶことは大差ないだろう。
εἰ δ’ οὕτω καλέσαντες, ἄτμητον ἐάσειαν, οὐ σμικρὰ βλάψουσι τὴν τέχνην.
しかし、もしそのように呼んだ上で、それを分割しないまま放置するなら、彼らは医学に少なからぬ害を与えることになる。
ὁ γὰρ τῆς ἀνωμαλίας ἐν αὐτῷ καιρὸς ὁ πρῶτος ἑτέρων ἔνδειξιν ἔχει βοηθημάτων, καὶ οὐ πάντῃ τῶν αὐτῶν τῷ μετ’ αὐτὸν καιρῷ, καθ’ ὃν ὁμαλὴς μὲν ἡ τοῦ παντὸς σώματος κατάστασίς ἐστιν, αὔξησις δὲ τῶν ὄντων, ἐπὶ τῆς αὐτῆς ἰδέας μενόντων, ἄχρι τῆς ἀκμῆς·
なぜなら、その中での最初の時期である不調の時期は、異なる治療法の指示を持っており、それに続く時期――その時期においては、体全体の生命状態は均一であり、事態は同じ形態にとどまりつつも極期に達するまで増大するのだが――と同じ治療法を全面的に指示するわけではないからである。
λοιπὴ δὲ ἡ παρακμὴ καιρὸς εἷς ἐστιν ὅμοιος ἑαυτῷ κατὰ τὴν ἰδέαν, ὅτι μὴ τῷ μᾶλλόν τε καὶ ἧττον αὐτὰ τὰ μόρια διαφέρει.
そして、残る衰退期は、その形態においてそれ自体で均一な一つの時期であり、ただ、各部分それ自体が程度の差において異なるだけである。
ἀλλὰ τοῦτό γε καὶ τῷ πρώτῳ καιρῷ τῆς ἀρχῆς, καὶ τῷ δευτέρῳ τῷ τῆς ἀνωμαλίας, καὶ ἔτι τῷ τρίτῳ τῆς ἀναβάσεως ὑπάρχει.
しかし、このことは、初期の第一の時期、不調の第二の時期、さらには上昇の第三の時期にも備わっている。
καὶ γὰρ τούτων ἑκάστῳ διαφορά τίς ἐστι κατὰ μέρος αἰσθητῶς ὑπαλλαττομένῳ.
なぜなら、これらの各々にとっても、部分的に知覚できる形で変化するにつれて、ある種の違いが生じるからである。