Humanitext Reader

盖伦 · 论疾病的转折期 §5#1

热病周期各阶段的定义与治疗上的区分

第 5 段,共 11 段 · 希腊语

内容简介

本段根据希波克拉底的用法和医学观察,定义了热病周期中各个时期(间歇、极期、初期、不调期、上行期、衰退期)的名称,并论证了细分这些时期对于针对不同病期采取不同治疗手段的重要性。

§5#1Τὰς δ’ ἄλλας ἐφεξῆς ἐρῶ, κατὰ τὴν τῆς χρείας τάξιν, ἐπειδὰν πρότερον ὀνόματα θῶ τοῖς εἰρημένοις τῆς τριταίας περιόδου καιροῖς.
至于其他的[原因],我将在首先给所述的三日热周期的各时期命名之后,按照实用的顺序依次论述。
Ἱπποκράτους γοῦν εἰρηκότος· οἱ πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυροὶ γίνονται, ἐπικίνδυνοι· ὅτῳ δ’ ἂν τρόπῳ διαλίπωσι, σημαίνει, ὅτι ἀκίνδυνοι·
正如希波克拉底曾说:“凡是那些不呈间歇性、而是在一日之隔变得剧烈的热病都是危险的;但只要它们以任何方式发生间歇,就意味着没有危险。
τὸ διαλιπεῖν οὐκ ἔστιν ἐπ’ ἄλλου δέξασθαι μέρους τῆς περιόδου, τὴν ἀπυρεξίαν ὑπερβάντα.
”所谓“间歇”,绝不能在越过无热期的情况下,被理解为指周期的其他部分。
οὐ γὰρ δὴ τοῦτό γέ φησιν, ὅτῳ δ’ ἂν τρόπῳ παρακμάζωσιν, οὐ γὰρ ἀληθὲς τοῦτο.
因为他显然不是指“以任何方式发生衰退”,因为这并不真实。
χείριστος γὰρ πυρετῶν ὑπάρχων ὁ ἡμιτριταῖος, ὅμως εἰς παρακμὴν ἀφικνεῖται σαφῆ τοῖς πολλοῖς, καὶ ἐν ἄλλοις ἅπασι κατά γε τοῦτο παραπλησίως, ὅτι μὴ τοῖς συνόχοις ὠνομασμένοις· οὗτοι γὰρ μόνοι πυρετοὶ οὐκ ἔχουσι παρακμὴν αἰσθητὴν, ὥσπερ οὐδὲ τὴν ὅλην περίοδον, οὔτε τινα ἄλλην διαφορὰν τῶν προειρημένων, ἀλλ’ οἵαν ἔφαμεν εἶναι τῶν τριταίων τὴν ἐπὶ τοῦ μεγέθους ἔν τινι χρόνῳ στάσιν, ἐκεῖνοι τοιαύτην ἔχουσιν ὀλίγου δεῖν ἅπασαν αὐτῶν τὴν διέξοδον.
因为半三日热作为最恶劣的热病,却依然能达到对大多数人而言都很明显的衰退期,在所有其他热病中,至少在这一点上也是类似的,除了那些被称为持续热的病;因为只有这些热病没有可感知的衰退期,也没有完整的周期,亦无前述的任何其他区别,而是正如我们所说三日热在某一时间内在最高强度下的静止状态那样,那些热病在它们几乎整个病程中都保持着这种静止。
εἴπερ οὖν, ὡς ἔφην, ἀκίνδυνοι κατά γε τὴν ἑαυτῶν φύσιν εἰσὶν οἱ εἰς ἀπυρεξίαν λήγοντες, ὡς ἐν τοῖς περὶ αὐτῶν λόγοις ἐπεδείξαμεν, οὐκ ἄλλό τι τὸ διαλιπεῖν Ἱπποκράτης ὠνόμασεν, ἢ τὸ λήγειν εἰς ἀπυρεξίαν.
因此,如果像我所说,那些在无热期结束的热病,至少根据它们自身的本性来说是无危险的(正如我们在关于它们的讨论中所表明的那样),那么希波克拉底所谓的“间歇”就绝不是指除“在无热期结束”之外的任何其他事情。
ὥστ’ εὐλόγως ἄν τις ἑπόμενος τῇ παλαιᾷ συνηθείᾳ διάλειμμα καλέσειεν ἐν ταῖς τῶν τριταίων περιόδοις τὸν καιρὸν τῆς ἀπυρεξίας· ὥσπέρ γε  καὶ τὴν ἐπὶ τοῦ μεγίστου μεγέθους στάσιν, ὡς πρὸς τὴν αἴσθησιν ἡμῶν τῶν ἁπτομένων, αὐτῶν τε τῶν καμνόντων, ἀκμήν.
所以,如果遵循古老的习惯,人们有理由将三日热周期中无热期的时期称为“间歇”;正如人们也将最大强度下的静止状态,对于触诊的我们以及病人自身的感知而言,称为“极期”一样。
οὕτω γοῦν καὶ ἡ τῶν ἡλικιῶν ἀκμὴ τὸ τελεώτατόν ἐστι, καὶ φαίνεται καὶ τούτῳ τῷ ὀνόματι, καθάπερ καὶ τῷ διαλείπειν ὁ Ἱπποκράτης χρώμενος.
实际上,年龄的“全盛期”也是最完美的阶段,显而易见,希波克拉底在使用“间歇”这一词的同时,也使用了这个名称。
ἀλλὰ καὶ τὸ πρῶτον μέρος τῆς περιόδου κατά γε τὴν πρώτην ἡμέραν γενόμενον ἐπὶ τῇ μεταπτώσει τοῦ κατὰ φύσιν, ἔν τε τῇ τρίτῃ καὶ τῇ πέμπτῃ καὶ ταῖς ἀνάλογον, ὡσαύτως περιοδίζον ἐπὶ τῷ διαλείμματι, καλοῦσιν ἀρχὴν, οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες ἰατροί.
此外,在偏离自然状态的第一天发生的周期的第一部分,以及在第三天、第五天和比例相同的天数里,在间歇之后同样周期性出现的那一部分,不仅希波克拉底,几乎所有其他医生也都称其为“初期”。
μετὰ δὲ τὴν ἀρχὴν ἐναργῶς γνωριζομένην τῇ ψύξει δεύτερος ἦν καιρὸς ὁ τῆς ἀνωμαλίας, καὶ τρίτος ὁ τῆς αὐξήσεως, ἄχρι τῆς ἀκμῆς.
而在通过寒冷可以明显识别的初期之后,第二个时期是不调期,第三个则是直到极期的增长期。
ἐπικοινωνοῦντας δ’ αὐτοὺς ἀλλήλοις οὐκ ἀκριβῶς ἐθεάσαντο πάντες, ἰδέᾳ διαφέροντας· ὀνομάζουσί τε τὸ συγκείμενον ἐξ ἀμφοῖν, ὡς ἓν ὅλον, οἱ μὲν ἐπίδοσιν, οἱ δ’ αὔξησιν, οἱ δ’ ἀνάβασιν παροξυσμοῦ.
然而,并不是所有人都能精确地观察到,这两个时期在形态上有所不同的同时又是相互重叠的;有些人将这两者的结合体视为一个整体,称之为“进展”,另一些人称之为“增长”,还有人称之为“发作的上行”。
καὶ μέντοι καὶ λέγουσιν ἀληθές τι· μετὰ γὰρ τὸν πρῶτον καιρὸν, ἐν ᾧ καταψύχεται μὲν τὰ ἐκτὸς, εἰς δὲ τὸ βάθος ἐναργῶς φαίνεται τὸ αἷμα συῤῥέον, ἕτερός ἐστι καιρὸς ὅλος, ὅλῳ τῷδε κατ’ ἀντίθεσιν ὑφιστάμενος, διαμαχομένου μὲν τοῦ θερμοῦ τῇ ψύξει; ἀποτεινομένου δὲ πρὸς τὰ ἐκτὸς τοῦ αἵματος.
不过,他们确实也说对了一些事实;因为在外部变冷而血液明显流向深部的第一时期之后,有另一个完全相反的、作为整体存在的时期,在那期间,热与寒冷作斗争,血液向体表扩展。
καὶ εἴ γ’ οὕτως αὐτὸν ἕνα λέγοιεν, ὡς εἴρηται νῦν, οὐ διοίσει καλεῖν τοῦτον ὅλον τὸν καιρὸν ἀνάβασιν· εἰ δ’ οὕτω καλέσαντες, ἄτμητον ἐάσειαν, οὐ σμικρὰ βλάψουσι τὴν τέχνην.
如果他们像刚才所说的那样将它称为一个整体,那么将这整个时期称为“上行”也无妨;但如果这样命名后,却让它保持未分割的状态,他们将对医学技艺造成不小的危害。
ὁ γὰρ τῆς ἀνωμαλίας ἐν αὐτῷ καιρὸς ὁ πρῶτος ἑτέρων ἔνδειξιν ἔχει βοηθημάτων, καὶ οὐ πάντῃ τῶν αὐτῶν τῷ μετ’ αὐτὸν καιρῷ, καθ’ ὃν ὁμαλὴς μὲν ἡ τοῦ παντὸς σώματος κατάστασίς ἐστιν, αὔξησις δὲ τῶν ὄντων, ἐπὶ τῆς αὐτῆς ἰδέας μενόντων, ἄχρι τῆς ἀκμῆς·
因为其中不调期的第一阶段具有其他治疗手段的指征,而并非完全与随后的时期相同,在随后的时期里,身体整体的状态是均匀的,尽管保持相同的形态,但事物在增长,直到极期。
λοιπὴ δὲ ἡ παρακμὴ καιρὸς εἷς ἐστιν ὅμοιος ἑαυτῷ κατὰ τὴν ἰδέαν, ὅτι μὴ τῷ μᾶλλόν τε καὶ ἧττον αὐτὰ τὰ μόρια διαφέρει.
而剩下的衰退期是一个在形态上与自身相似的时期,除了那些部分自身在程度上深浅不同之外。
ἀλλὰ τοῦτό γε καὶ τῷ πρώτῳ καιρῷ τῆς ἀρχῆς, καὶ τῷ δευτέρῳ τῷ τῆς ἀνωμαλίας, καὶ ἔτι τῷ τρίτῳ τῆς ἀναβάσεως ὑπάρχει.
但这确实也存在于初期的第一阶段、不调期的第二阶段、以及上行的第三阶段。
καὶ γὰρ τούτων ἑκάστῳ διαφορά τίς ἐστι κατὰ μέρος αἰσθητῶς ὑπαλλαττομένῳ.
因为这些阶段在部分发生感知上的变化时,也都会产生某种差异。

词汇与语法注释

  1. 297τὸ διαλιπεῖν οὐκ ἔστιν ἐπ’ ἄλλου δέξασθαι μέρους τῆς περιόδου, τὴν ἀπυρεξίαν ὑπερβάντα. — 此处采用由无人称动词 οὐκ ἔστιν(不可能)引导不定式 δέξασθαι(理解/接受)的句式。τὸ διαλιπεῖν 作为该不定式的宾语,分词 ὑπερβάντα 为单数宾格,与不定式未表达的泛指主语(“人”)相一致。
  2. 297χείριστος γὰρ πυρετῶν ὑπάρχων ὁ ἡμιτριταῖος, ὅμως εἰς παρακμὴν ἀφικνεῖται — 现在分词 ὑπάρχων 具有让步含义(“尽管是……”),这与主句中的副词 ὅμως(“然而/仍然”)相呼应。
  3. p.421φαίνεται καὶ τούτῳ τῷ ὀνόματι, καθάπερ καὶ τῷ διαλείπειν ὁ Ἱπποκράτης χρώμενος — 此处动词 φαίνομαι 伴随补充性分词 χρώμενος,表示“显而易见主语正在使用……”。与格 τούτῳ τῷ ὀνόματι 受分词 χρώμενος(源于 χράομαι)支配。
  4. p.422διαμαχομένου μὲν τοῦ θερμοῦ τῇ ψύξει; ἀποτεινομένου δὲ πρὸς τὰ ἐκτὸς τοῦ αἵματος. — 这是通过 μὲν... δέ 并列的两个属格绝对(genitive absolute)结构。两句之间的分号(;)是抄本传统中的标点残留,在句法上不表示疑问,而是作为连续说明性条款的一部分。
  5. 298ὅτι μὴ τῷ μᾶλλόν τε καὶ ἧττον αὐτὰ τὰ μόρια διαφέρει. — 短语 ὅτι μή 是表示“除……之外(except)”的惯用表达。与格冠词 τῷ 起到指示或关联的作用(表示“在……这一点上”),构成“除了各部分自身在程度上有所差异之外”的含义。

引用这一段

盖伦, 论疾病的转折期 §5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg046.humanitext-grc1:5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。