← ガレノス

病の好機について

§5#1

熱病周期の各時期の定義と治療上の区分

熱病の周期における各時期の名称(間欠、極期、初期、不調期、上昇期、衰退期)を、ヒッポクラテスの用法や医学的観察に基づいて定義し、病期ごとの治療法の違いに対応するために詳細な区分が重要であることを論じている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5#1

Τὰς δ’ ἄλλας ἐφεξῆς ἐρῶ, κατὰ τὴν τῆς χρείας τάξιν, ἐπειδὰν πρότερον ὀνόματα θῶ τοῖς εἰρημένοις τῆς τριταίας περιόδου καιροῖς. Ἱπποκράτους γοῦν εἰρηκότος· οἱ πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυροὶ γίνονται, ἐπικίνδυνοι· ὅτῳ δ’ ἂν τρόπῳ διαλίπωσι, σημαίνει, ὅτι ἀκίνδυνοι· τὸ διαλιπεῖν οὐκ ἔστιν ἐπ’ ἄλλου δέξασθαι μέρους τῆς περιόδου, τὴν ἀπυρεξίαν ὑπερβάντα.1 οὐ γὰρ δὴ τοῦτό γέ φησιν, ὅτῳ δ’ ἂν τρόπῳ παρακμάζωσιν, οὐ γὰρ ἀληθὲς τοῦτο. χείριστος γὰρ πυρετῶν ὑπάρχων ὁ ἡμιτριταῖος, ὅμως εἰς παρακμὴν ἀφικνεῖται2 σαφῆ τοῖς πολλοῖς, καὶ ἐν ἄλλοις ἅπασι κατά γε τοῦτο παραπλησίως, ὅτι μὴ τοῖς συνόχοις ὠνομασμένοις· οὗτοι γὰρ μόνοι πυρετοὶ οὐκ ἔχουσι παρακμὴν αἰσθητὴν, ὥσπερ οὐδὲ τὴν ὅλην περίοδον, οὔτε τινα ἄλλην διαφορὰν τῶν προειρημένων, ἀλλ’ οἵαν ἔφαμεν εἶναι τῶν τριταίων τὴν ἐπὶ τοῦ μεγέθους ἔν τινι χρόνῳ στάσιν, ἐκεῖνοι τοιαύτην ἔχουσιν ὀλίγου δεῖν ἅπασαν αὐτῶν τὴν διέξοδον. εἴπερ οὖν, ὡς ἔφην, ἀκίνδυνοι κατά γε τὴν ἑαυτῶν φύσιν εἰσὶν οἱ εἰς ἀπυρεξίαν λήγοντες, ὡς ἐν τοῖς περὶ αὐτῶν λόγοις ἐπεδείξαμεν, οὐκ ἄλλό τι τὸ διαλιπεῖν Ἱπποκράτης ὠνόμασεν, ἢ τὸ λήγειν εἰς ἀπυρεξίαν. ὥστ’ εὐλόγως ἄν τις ἑπόμενος τῇ παλαιᾷ συνηθείᾳ διάλειμμα καλέσειεν ἐν ταῖς τῶν τριταίων περιόδοις τὸν καιρὸν τῆς ἀπυρεξίας· ὥσπέρ γε  καὶ τὴν ἐπὶ τοῦ μεγίστου μεγέθους στάσιν, ὡς πρὸς τὴν αἴσθησιν ἡμῶν τῶν ἁπτομένων, αὐτῶν τε τῶν καμνόντων, ἀκμήν. οὕτω γοῦν καὶ ἡ τῶν ἡλικιῶν ἀκμὴ τὸ τελεώτατόν ἐστι, καὶ φαίνεται καὶ τούτῳ τῷ ὀνόματι, καθάπερ καὶ τῷ διαλείπειν ὁ Ἱπποκράτης χρώμενος.3 ἀλλὰ καὶ τὸ πρῶτον μέρος τῆς περιόδου κατά γε τὴν πρώτην ἡμέραν γενόμενον ἐπὶ τῇ μεταπτώσει τοῦ κατὰ φύσιν, ἔν τε τῇ τρίτῃ καὶ τῇ πέμπτῃ καὶ ταῖς ἀνάλογον, ὡσαύτως περιοδίζον ἐπὶ τῷ διαλείμματι, καλοῦσιν ἀρχὴν, οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες ἰατροί. μετὰ δὲ τὴν ἀρχὴν ἐναργῶς γνωριζομένην τῇ ψύξει δεύτερος ἦν καιρὸς ὁ τῆς ἀνωμαλίας, καὶ τρίτος ὁ τῆς αὐξήσεως, ἄχρι τῆς ἀκμῆς. ἐπικοινωνοῦντας δ’ αὐτοὺς ἀλλήλοις οὐκ ἀκριβῶς ἐθεάσαντο πάντες, ἰδέᾳ διαφέροντας· ὀνομάζουσί τε τὸ συγκείμενον ἐξ ἀμφοῖν, ὡς ἓν ὅλον, οἱ μὲν ἐπίδοσιν, οἱ δ’ αὔξησιν, οἱ δ’ ἀνάβασιν παροξυσμοῦ. καὶ μέντοι καὶ λέγουσιν ἀληθές τι· μετὰ γὰρ τὸν πρῶτον καιρὸν, ἐν ᾧ καταψύχεται μὲν τὰ ἐκτὸς, εἰς δὲ τὸ βάθος ἐναργῶς φαίνεται τὸ αἷμα συῤῥέον, ἕτερός ἐστι καιρὸς ὅλος, ὅλῳ τῷδε κατ’ ἀντίθεσιν ὑφιστάμενος, διαμαχομένου μὲν τοῦ θερμοῦ τῇ ψύξει; ἀποτεινομένου δὲ πρὸς τὰ ἐκτὸς τοῦ αἵματος.4 καὶ εἴ γ’ οὕτως αὐτὸν ἕνα λέγοιεν, ὡς εἴρηται νῦν, οὐ διοίσει καλεῖν τοῦτον ὅλον τὸν καιρὸν ἀνάβασιν· εἰ δ’ οὕτω καλέσαντες, ἄτμητον ἐάσειαν, οὐ σμικρὰ βλάψουσι τὴν τέχνην. ὁ γὰρ τῆς ἀνωμαλίας ἐν αὐτῷ καιρὸς ὁ πρῶτος ἑτέρων ἔνδειξιν ἔχει βοηθημάτων, καὶ οὐ πάντῃ τῶν αὐτῶν τῷ μετ’ αὐτὸν καιρῷ, καθ’ ὃν ὁμαλὴς μὲν ἡ τοῦ παντὸς σώματος κατάστασίς ἐστιν, αὔξησις δὲ τῶν ὄντων, ἐπὶ τῆς αὐτῆς ἰδέας μενόντων, ἄχρι τῆς ἀκμῆς· λοιπὴ δὲ ἡ παρακμὴ καιρὸς εἷς ἐστιν ὅμοιος ἑαυτῷ κατὰ τὴν ἰδέαν, ὅτι μὴ τῷ μᾶλλόν τε καὶ ἧττον αὐτὰ τὰ μόρια διαφέρει.5 ἀλλὰ τοῦτό γε καὶ τῷ πρώτῳ καιρῷ τῆς ἀρχῆς, καὶ τῷ δευτέρῳ τῷ τῆς ἀνωμαλίας, καὶ ἔτι τῷ τρίτῳ τῆς ἀναβάσεως ὑπάρχει. καὶ γὰρ τούτων ἑκάστῳ διαφορά τίς ἐστι κατὰ μέρος αἰσθητῶς ὑπαλλαττομένῳ.

しかし、他の原因については、まず三日熱の周期の前記の諸時期に名称を付したのちに、有用性の順序に従って、順次語ることにしよう。実際、ヒッポクラテスが「熱病のうち、一日おきではなく絶え間なく続き、かつ強くなるものはすべて危険である。しかし、どのような方法であれ、それらが間欠するなら、それは危険がないことを示している」と言っているが、この「間欠する」ということを、無熱期を除外して、周期の他の部分について解釈することはできない。というのも、彼(ヒッポクラテス)は決して「どのような方法であれ、それらが衰退するなら」と言っているのではない。なぜなら、これは真実ではないからである。なぜなら、熱病の中で最悪のものである半三日熱でさえ、多くの人にとって明らかな衰退期に達するのであり、いわゆる持続熱を除いて、他のすべての熱病においてもこの点に関してはほぼ同様だからである。なぜなら、これら持続熱だけが、知覚できる衰退期を持たず、全体の周期も持たず、前述の他のいかなる区別も持たないのであって、我々が三日熱について、ある時期における最高潮での静止であると言ったような状態を、それらはその経過のほとんどすべてにわたって持っているからである。それゆえ、もし私が言ったように、無熱期に終わる熱病が、それら自身の性質においては危険がないものであるなら(このことはそれらに関する議論の中で示した通りだが)、ヒッポクラテスが「間欠する」と呼んだのは、無熱期へと終わること以外の何ものでもない。したがって、古い習慣に従うならば、三日熱の周期において無熱期の時期を「間欠」と呼ぶのは理にかなっているだろう。ちょうど、我々触診する者の感覚にとっても、また病者自身にとっても、最大強度における静止の状態を「極期」と呼ぶように。実際、年齢における「極期」も最も完成された時期であり、ヒッポクラテスが「間欠する」という語を用いるのと同様に、この名称を用いているのが見出される。しかし、自然な状態からの移行の際に第一日目に生じ、第三日、第五日、およびそれらに比例する日において、間欠期ののちに同様に周期的に現れる、周期の最初の部分をも、ヒッポクラテスだけでなく、他のほぼすべての医師たちが「初期」と呼んでいる。そして、冷えによって明瞭に認識される初期ののちには、第二の時期として不調の時期があり、第三として極期に至るまでの増大の時期があった。しかし、これらが互いに重なり合っており、その形態において異なっていることを、すべての者が正確に観察したわけではなかった。そして、両者から構成されるものを一つの全体として、ある人々は「進展」、別の人々は「増大」、さらに別の人々は「発作の上昇」と呼んでいる。そして実際、彼らはある程度真実を語っている。というのも、体の外側が冷やされ、血液が体の深部へと流入するのが明瞭に見える第一の時期ののちには、これと全面的に対比される形で存在する、別の全体的な時期があるからである。すなわち、熱が冷えと戦い、血液が外側へと向かう時期である。そして、もし彼らが今述べられたように、これを一つのものと言うのであれば、この時期全体を「上昇」と呼ぶことは大差ないだろう。しかし、もしそのように呼んだ上で、それを分割しないまま放置するなら、彼らは医学に少なからぬ害を与えることになる。なぜなら、その中での最初の時期である不調の時期は、異なる治療法の指示を持っており、それに続く時期――その時期においては、体全体の生命状態は均一であり、事態は同じ形態にとどまりつつも極期に達するまで増大するのだが――と同じ治療法を全面的に指示するわけではないからである。そして、残る衰退期は、その形態においてそれ自体で均一な一つの時期であり、ただ、各部分それ自体が程度の差において異なるだけである。しかし、このことは、初期の第一の時期、不調の第二の時期、さらには上昇の第三の時期にも備わっている。なぜなら、これらの各々にとっても、部分的に知覚できる形で変化するにつれて、ある種の違いが生じるからである。

構文注5 件
  1. 5τὸ διαλιπεῖν οὐκ ἔστιν ἐπ’ ἄλλου δέξασθαι μέρους τῆς περιόδου, τὴν ἀπυρεξίαν ὑπερβάντα.

    非人称の οὐκ ἔστιν(不可能です)に不定詞 δέξασθαι(解釈すること)が続く構文。τὸ διαλιπεῖν(間欠すること)はその不定詞の目的語であり、分詞 ὑπερβάντα(飛び越えて、除外して)は対格単数で、不定詞の省略された一般の主語(「人が」)に一致している。

  2. 5χείριστος γὰρ πυρετῶν ὑπάρχων ὁ ἡμιτριταῖος, ὅμως εἰς παρακμὴν ἀφικνεῖται

    現在分詞 ὑπάρχων は、主節にある副詞 ὅμως(それにもかかわらず)と呼応して、譲歩(〜であるけれども)の意味を担っている。

  3. 5φαίνεται καὶ τούτῳ τῷ ὀνόματι, καθάπερ καὶ τῷ διαλείπειν ὁ Ἱπποκράτης χρώμενος

    φαίνομαι が補語としての分詞(χρώμενος)を伴い、「(主語が)〜していることが明らかである」を表す構文。与格の τούτῳ τῷ ὀνόματι は χρώμενος(χράομαι)の補語。

  4. 5διαμαχομένου μὲν τοῦ θερμοῦ τῇ ψύξει; ἀποτεινομένου δὲ πρὸς τὰ ἐκτὸς τοῦ αἵματος.

    μὲν... δέ によって並置された二つの属格絶対(genitive absolute)構文。途中のセミコロン(;)は写本伝承における句読点であり、構文上は疑問を表すものではなく、連続する説明の一部である。

  5. 5ὅτι μὴ τῷ μᾶλλόν τε καὶ ἧττον αὐτὰ τὰ μόρια διαφέρει.

    ὅτι μή は「〜を除いて(except)」を意味する慣用表現。τῷ は関係ないし特定の与格(〜という点において)を導き、「それら各部自体が程度の差によって異なる点を除いて」という意味を構成する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0057.tlg046.humanitext-grc1:5#1