§967ἢ
Παλλάδα περσέπολιν δεινὰν
ἢ
τηλέπορόν τι βόαμα, §968ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν.
(優れた論理:)「『都市を滅ぼす恐るべきパラス』、あるいは『遠くまで響き渡る叫び声』といった歌を、父親たちが伝えてくれた旋律を張り詰めて歌うように。
§969εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτʼ ἢ κάμψειέν τινα καμπήν, §970οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους, §971ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.
」「もし彼らの誰かがふざけたり、あるいは何らかの節回しを曲げたりしたら、今どきの者たちがやっているフリュニスのあの複雑で曲がりくねった節回しのようにな、ミューズたちを台無しにする者として、ひどく殴られ、痛めつけられたものだ。
§972ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι §973τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές·
」「また、体育教師のところで座る際にも、少年たちは腿を前に突き出して座らねばならなかった、外部の者に不快なものを何一つ見せないように。
§975εἶτʼ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι, καὶ προνοεῖσθαι §976εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.
それからまた、立ち上がる時には再び座っていた場所の砂をならし、愛人たちのために青春の面影を残さないように配慮したのだ。
§977ἠλείψατο δʼ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότʼ ἄν, ὥστε
」「また、当時は少年のうち誰もへその下をこすることはなかった。
§978τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει·
その結果、彼らの陰部には、リンゴのように産毛と露が咲き誇っていたのだ。
§979οὐδʼ ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν §980αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖς ὀφθαλμοῖς ἐβάδιζεν,
また、愛人に向かって声を甘ったるく作って、自分の目配せで自分自身を売り込むような歩き方をすることもなかった。
§981οὐδʼ ἀνελέσθαι δειπνοῦντʼ ἐξῆν καὶ κεφάλαιον ῥαφανῖδος, §982οὐδʼ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον, §983οὐδʼ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδʼ ἴσχειν τὼ πόδʼ ἐναλλάξ.
」「また、食事の際に大根の頭を拾って食べることも許されなかったし、年長者たちのためにあるイノンドやセロリをひったくることも、魚を貪り食うことも、くすくす笑うことも、両足を交差させることも許されなかった。
§984ἀρχαῖά γε καὶ Διιπολιώδη καὶ τεττίγων ἀνάμεστα
」(劣った論理:)「古臭いな!
§985καὶ Κηκείδου καὶ Βουφονίων.
ディイポリエイア祭のようで、蝉の飾りやケーケイデースやブーポニア祭でいっぱいだ。
」(優れた論理:)「しかしともかく、これらこそが、我が教育が、マラトンの戦士たちを育て上げたその源なのだ。
§987σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι·
ところが、お前は今どきの若者たちに、最初から外套に包まれているよう教えている。
§988ὥστε μʼ ἀπάγχεσθʼ, ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺς §989τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τῆς Τριτογενείας.
だから、パナテナイア祭で彼らが踊らねばならない時に、盾を臀部の前に突き出し、アテナ女神を蔑ろにしているのを見て、私は息が詰まる思いがする。
§990πρὸς ταῦτʼ ὦ μειράκιον θαρρῶν ἐμὲ τὸν κρείττω λόγον αἱροῦ·
」「だからこそ、若者よ、勇気を持って、より優れた論理である私を選びなさい。
§991κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι,
そうすれば、広場を嫌い、公衆浴場を避けることを学ぶだろう。
§992καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι, κἂν σκώπτῃ τίς σε φλέγεσθαι·
恥ずべきことを恥じるようになり、誰かにからかわれれば顔を赤らめるようになる。
§993καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν, §994καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν
また、年長者が近づいてくれば、席から立ち上がるようになり、自分の親に対して不作法を働くこともなく、その他のいかなる恥ずべきこともしなくなるだろう。
§995αἰσχρὸν ποιεῖν, ὅτι τῆς αἰδοῦς μέλλεις τἄγαλμʼ ἀναπλάττειν·
お前は慎みの神像を心に刻もうとしているのだから。
§996μηδʼ εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς
」「また、踊り子の家へ飛び込むこともない。
§997μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς·
それは、そうしたものに口を開けて見惚れているうちに、売春婦からリンゴを投げつけられ、名誉を傷つけられないようにするためだ。
§998μηδʼ ἀντειπεῖν τῷ πατρὶ μηδέν, μηδʼ Ἰαπετὸν καλέσαντα §999μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης.
また、父親にいささかも口答えせず、父親をイアペトスと呼んで、自分が雛として育てられたその年齢の恩を忘れて恨みを抱いたりしないためだ。
§1000εἰ ταῦτʼ ὦ μειράκιον πείσει τούτῳ, νὴ τὸν Διόνυσον §1001τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καὶ σε καλοῦσι βλιτομάμμαν.
」(劣った論理:)「若者よ、もしお前がこの男の言う通りにするなら、ディオニュソスに誓って、お前はヒッポクラテスの息子たちのようになり、人々から『おめでた野郎』と呼ばれるだろう。
§1002ἀλλʼ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις, §1003οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελʼ οἷάπερ οἱ νῦν, §1004οὐδʼ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου·
」(優れた論理:)「しかしともかく、お前は艶やかで生き生きと、体育館で時を過ごすことになるのだ、広場で、今どきの連中のように不真面目な冗談をぺちゃくちゃ喋ることもなく、厄介で、議論好きで、人を破滅させる訴訟沙汰に引きずり回されることもない。
§1005ἀλλʼ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει §1006στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου, §1007μίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης, §1008ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.
そうではなく、アカデメイアに下って行って、聖なるオリーブの木々の下を走り回るのだ、慎み深い同世代の友とともに、白い葦の冠を戴いて、ノウゼンカズラや、安逸や、葉を散らす白ポプラの香りを漂わせながら、春の季節に、プラタナスがニレの木に囁きかける時に喜びを感じながら。
§1009ἢν ταῦτα ποιῇς ἁγὼ φράζω, §1010καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν, §1011ἕξεις ἀεὶ §1012στῆθος λιπαρόν, χροιὰν λαμπράν, §1013ὤμους μεγάλους, γλῶτταν βαιάν, §1014πυγὴν μεγάλην, πόσθην μικράν.
」「もしお前が私の言うことを実行し、これらのことに心を向けるなら、お前は常に持つだろう、艶やかな胸、輝く肌、広い肩、小さな舌、大きな臀部、小さな男根を。
§1015ἢν δʼ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς, §1016πρῶτα μὲν ἕξεις §1017χροιὰν ὠχράν, ὤμους μικρούς, §1018στῆθος λεπτόν, γλῶτταν μεγάλην, §1019πυγὴν μικράν, κωλῆν μεγάλην, §1020ψήφισμα μακρόν, καὶ σʼ ἀναπείσει
だが、もし今どきの連中と同じようなことを追求するなら、まず第一にお前が持つことになるのは、青白い肌、狭い肩、薄い胸、大きな舌、小さな臀部、大きな男根、長たらしい決議案。
そして、それはお前に納得させるだろう、恥ずべきことのすべてを美しいと考え、美しいことを恥ずべきことと考えるように。
」(コーラス:)「おお、美しくそびえ立つ最も輝かしい知恵を修めるお方よ、あなたの言葉には、なんと心地よい慎みの花が添えられていることでしょう。
πρὸς τάδε σʼ ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,
これに対して、エレガントなミューズを持つお方よ、あなたも何か新しいことを語らねばなりません。
§1031δεῖ σε λέγειν τι καινόν, ὡς ηὐδοκίμηκεν ἁνήρ.
あの男がこれほど好評を博したのですから。
§1034δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν, §1035εἴπερ τὸν ἄνδρʼ ὑπερβαλεῖ καὶ μὴ γέλωτʼ ὀφλήσεις.
(1029に含む)彼に対抗するためには、あなたには恐るべき計略が必要なようです、あの男を打ち負かし、物笑いの種にならないつもりなら。
§1036καὶ μὴν πάλαι γʼ ἐπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν §1037ἅπαντα ταῦτʼ ἐναντίαις γνώμαισι συνταράξαι.
」(劣った論理:)「まったく、私はとっくの昔から胸が詰まり、これらすべてを反対の意見でかき乱したいと切望していたのだ。
§1038ἐγὼ γὰρ ἥττων μὲν λόγος διʼ αὐτὸ τοῦτʼ ἐκλήθην
というのも、私はまさにこの理由のゆえに、思想家たちの間で『劣った論理』と呼ばれてきたのだ。
§1039ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα §1040τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντίʼ ἀντιλέξαι.
すなわち、私が真っ先に法律や正義に対して反対のことを言い返すことを思いついたからだ。
§1041καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστʼ ἄξιον στατήρων, §1042αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.
そして、これは一万スタテル以上の価値がある、劣った論理を選びながら、その後に勝利を収めるということは。
§1043σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν ὡς ἐλέγξω,
この男が信頼している教育を、私がどのように論破するか見ておくがよい。
§1044ὅστις σε θερμῷ φησι λοῦσθαι πρῶτον οὐκ ἐάσειν.
この男は、最初にお前に温水浴をすることを許さないと言っているが、」,