§967ἢ
Παλλάδα περσέπολιν δεινὰν
ἢ
τηλέπορόν τι βόαμα,
(强者之论:)“要么唱起《毁灭都市的恐怖帕拉斯》,要么唱起《远震之声》,使劲拉紧父亲们传下来的曲调。
§968ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν. §969εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτʼ ἢ κάμψειέν τινα καμπήν, §970οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους,
”“如果他们中有人插科打诨,或者拐了什么弯,就像如今那些人学着弗里尼斯弄出的怪模怪样的弯儿,他就会因为毁坏了缪斯而被重重挨打,受到惩罚。
§971ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων. §972ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι
”“在体育教师那里坐着的时候,孩子们也必须把大腿向前伸出,好让外面的人看不到任何不雅。
§973τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές· §975εἶτʼ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι, καὶ προνοεῖσθαι
然后,起立的时候又要重新把沙扫平,注意不给爱慕者留下青春的痕迹。
§976εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν. §977ἠλείψατο δʼ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότʼ ἄν, ὥστε
”“那时没有一个孩子会去擦拭肚脐以下,因此他们的私处就像苹果一样长满朝露与柔毛。
§978τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει· §979οὐδʼ ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν
他们也不会在面对爱慕者时故意捏起娇柔的声音,用眼睛来作践自己以作挑逗。
§980αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖς ὀφθαλμοῖς ἐβάδιζεν, §981οὐδʼ ἀνελέσθαι δειπνοῦντʼ ἐξῆν καὶ κεφάλαιον ῥαφανῖδος, §982οὐδʼ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον,
”“吃饭时,既不能捡萝卜头吃,也不能抢夺长辈们面前的莳萝和芹菜,更不能贪吃鱼肉,不能吃吃傻笑,也不能交叠双腿。
§983οὐδʼ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδʼ ἴσχειν τὼ πόδʼ ἐναλλάξ.
”(弱者之论:)“真是古板!
简直是迪伊波利亚节那套,满是蝉饰、凯凯得斯和杀牛祭!
”(强者之论:)“但无论如何,正是这些东西和我的教育,哺育出了马拉松战役中的勇士。
§987σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι· §988ὥστε μʼ ἀπάγχεσθʼ, ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺς
”“而你却教导如今的年轻人一开头就裹在大衣里;以至于在泛雅典娜节上他们需要跳舞时,我简直要气疯了,那人把盾牌挡在大腿前,全然不顾及特里托革尼亚女神。
§989τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τῆς Τριτογενείας. §990πρὸς ταῦτʼ ὦ μειράκιον θαρρῶν ἐμὲ τὸν κρείττω λόγον αἱροῦ· §991κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι, §992καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι, κἂν σκώπτῃ τίς σε φλέγεσθαι· §993καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν, §994καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν
”“因此,青年啊,勇敢地选择我这强者之论吧;你将学会厌恶广场,远离公共浴池,为可耻的事感到羞耻,若有人嘲笑你则会满脸通红;当长辈走近时,主动从座位上起立,不要对自己的父母粗鲁无礼,不做任何其他可耻的事,因为你应当在心中塑造出羞耻心的神像。
§995αἰσχρὸν ποιεῖν, ὅτι τῆς αἰδοῦς μέλλεις τἄγαλμʼ ἀναπλάττειν· §996μηδʼ εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς
”“也不要闯进舞女的家,免得你盯着那些东西发呆时,被妓女扔来的苹果砸中,从而毁了自己的名声。
§997μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς· §998μηδʼ ἀντειπεῖν τῷ πατρὶ μηδέν, μηδʼ Ἰαπετὸν καλέσαντα
”“更不要顶撞父亲,不要叫他伊阿佩托斯这种老古董,从而忘恩负义地记恨抚育你长大的那段岁月。
§999μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης. §1000εἰ ταῦτʼ ὦ μειράκιον πείσει τούτῳ, νὴ τὸν Διόνυσον
”(弱者之论:)“青年啊,如果你听信了他这些话,凭狄奥尼索斯发誓,你会变得像希波克拉底的儿子们一样,人们会叫你‘吃菠菜的傻瓜’。
§1001τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καὶ σε καλοῦσι βλιτομάμμαν. §1002ἀλλʼ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις, §1003οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελʼ οἷάπερ οἱ νῦν,
”(强者之论:)“但无论如何,你将在体育馆里度过健康红润的时光,不用在广场上像如今那些人一样喋喋不休地开些粗俗的玩笑,也不会因为那些狡猾、好辩、磨人的诉讼而被人拖走。
§1004οὐδʼ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου· §1005ἀλλʼ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει §1006στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου, §1007μίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης,
而是下到阿卡德米,在圣奥林匹克神圣的橄榄树下奔跑,与你同龄的节制伙伴一起戴上白苇编成的花冠,散发着忍冬、无忧无虑和白杨落叶的香气,在春天的季节里欢欣,当梧桐树向榆树沙沙细语。
§1008ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ. §1009ἢν ταῦτα ποιῇς ἁγὼ φράζω, §1010καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν, §1011ἕξεις ἀεὶ §1012στῆθος λιπαρόν, χροιὰν λαμπράν, §1013ὤμους μεγάλους, γλῶτταν βαιάν,
”“如果你照着我所说的话去做,并且把心放在这些事情上,你将始终拥有红润的胸脯、明亮的肤色、宽阔的双肩、小巧的舌头、丰满的臀部、小巧的阴茎。
§1014πυγὴν μεγάλην, πόσθην μικράν. §1015ἢν δʼ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς, §1016πρῶτα μὲν ἕξεις §1017χροιὰν ὠχράν, ὤμους μικρούς, §1018στῆθος λεπτόν, γλῶτταν μεγάλην, §1019πυγὴν μικράν, κωλῆν μεγάλην, §1020ψήφισμα μακρόν, καὶ σʼ ἀναπείσει §1020aτὸ μὲν αἰσχρὸν ἅπαν καλὸν ἡγεῖσθαι, §1021τὸ καλὸν δʼ αἰσχρόν· §1022καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου
”“但如果你追求如今人们做的事,首先你将拥有苍白的肤色、狭窄的双肩、狭窄的胸脯、硕大的舌头、扁平的臀部、硕大的阴茎、长篇累牍的法令;它还会说服你将所有可耻的事视为美好,将美好的事视为可耻;除此以外,它还会让你染上安提马科斯那样的男色之风。
”(歌队:)“噢,修习这最辉煌、高如塔楼之智慧的人啊,你的话语中洋溢着多么甜美的节制之花。
那些生活在先辈时代的人们可真幸福。
§1030τῶν προτέρων†· πρὸς τάδε σʼ ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,
对此,噢,拥有优雅缪斯的人啊,你也必须说些新颖的话了,因为那人方才的表现极佳。
§1031δεῖ σε λέγειν τι καινόν, ὡς ηὐδοκίμηκεν ἁνήρ. §1034δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,
”“看来你需要准备极其厉害的策略来对付他,如果你想压倒此人而不至于沦为笑柄的话。
§1035εἴπερ τὸν ἄνδρʼ ὑπερβαλεῖ καὶ μὴ γέλωτʼ ὀφλήσεις. §1036καὶ μὴν πάλαι γʼ ἐπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν
”(弱者之论:)“其实,我的内脏早已憋得难受,极度渴望用相反的观点把这一切彻底搅浑。
§1037ἅπαντα ταῦτʼ ἐναντίαις γνώμαισι συνταράξαι. §1038ἐγὼ γὰρ ἥττων μὲν λόγος διʼ αὐτὸ τοῦτʼ ἐκλήθην §1039ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα
”“因为我在思想家当中被称为较弱论辩,正因为这个原因:我可是第一个想出反驳法律和正义的方法的人。
§1040τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντίʼ ἀντιλέξαι. §1041καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστʼ ἄξιον στατήρων,
”“而这价值一万多斯塔特金币,那就是选择较弱的论辩,然后获得胜利。
§1042αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.
”“瞧瞧我是如何驳倒他所深信的教育吧,他这个首先不准你洗热水澡的人。