§8τὸ δὲ τέλος ὃ ἐγένετο, τοῦθʼ ὑμᾶς ἀναγκαίως ἔχει ἀκοῦσαι.
しかし、生じた結末については、あなた方がぜひお聞きにならなければなりません。
αὐτὸς γὰρ ἐγὼ ἐδίκασα τούτῳ καὶ οὗτος ἐμοὶ τὰ ἡμίσεα ἑκάτερον ἡμῶν λαβεῖν ὧν κατέλιπε Κόμων, καὶ μηδεμίαν ἀηδίαν εἶναι περαιτέρω.
というのも、私自身が彼に対して、また彼が私に対して、コモンが残したものの半分を私たちそれぞれが受け取り、これ以上の不快な関係が生じないようにと、自ら裁定を下したからです。
καὶ προειλόμην, ὦ ἄνδρες δικασταί, ἑκὼν μεταδοῦναι τούτῳ μᾶλλον ἢ εἰς δικαστήριον εἰσιὼν κινδυνεύειν πρὸς οἰκεῖον ὄντα τοῦτον καὶ εἰπεῖν τι ἀηδές, ἀδελφὸν ὄντα τῆς ἐμῆς γυναικὸς καὶ θεῖον τῶν ἐμῶν παίδων, καὶ ὑπὸ τούτου ἀκοῦσαί τι ἀνεπιτήδειον. §9ταῦτα πάντα ἐνθυμούμενος συνεχώρησα αὐτῷ.
そして、裁判員諸官、私は、親族であるこの者に対して法廷に入って争う危険を冒し、私の妻の兄弟であり私の子供たちの叔父でもある彼に対して何か不快なことを言ったり、また彼から何か不都合なことを聞いたりするよりも、むしろ自発的に彼に分け与えることをあらかじめ選んだのです。これらのことすべてを考慮して、私は彼に譲歩しました。
καὶ μετὰ ταῦτα συνθήκας ἐγράψαμεν πρὸς ἡμᾶς αὐτοὺς περὶ ἁπάντων, καὶ ὅρκους ἰσχυροὺς ὠμόσαμεν ἀλλήλοις, ἦ μὴν τά τε ὑπάρχοντα φανερὰ ὄντα καλῶς καὶ δικαίως διαιρήσεσθαι καὶ μηδʼ ὁτιοῦν πλεονεκτήσειν τὸν ἕτερον τοῦ ἑτέρου ὧν κατέλιπεν Κόμων, καὶ τἄλλα πάντα κοινῇ ζητήσειν, καὶ πράξειν μετʼ ἀλλήλων βουλευόμενοι ὅ τι ἂν ἀεὶ δέῃ.
そしてこの後に、私たちはすべてのことについてお互いの間で契約を書き、厳粛な誓いを交わしました。 それは、本当に、現にある明らかな財産を正しく公正に分割すること、コモンが遺したもののうち一方が他方に対して何一つ不当に多く取らないこと、その他のすべてのことを共同で探求すること、そして常に必要なことは何でも互いに相談しながら行うこと、です。
§10ὑπενοοῦμεν γάρ, ὦ ἄνδρες δικασταί, ἥξειν τινὰς ἀμφισβητήσοντας τῶν τοῦ Κόμωνος καὶ ἑτέρους·
というのも、裁判員諸官、私たちは、コモンの遺産について他にも請求を申し立ててくる者が現れるだろうと予想していたからです。
οἷον καὶ ὁ ἐμὸς ἀδελφὸς ὁ ὁμοπάτριος, ὁμομήτριος δʼ οὔ, ὃς ἀπεδήμει, καὶ εἰ δή τις ἄλλος ἐβούλετʼ ἀμφισβητεῖν, οὐκ ἦν ἡμῖν κωλύειν·
例えば、不在にしていた私の異父(ただし異父で、同母ではない)兄弟や、あるいはもし他に誰か請求を望む者がいたとしても、私たちにはそれを防ぐことはできませんでした。
οἱ γὰρ νόμοι κελεύουσι τὸν βουλόμενον ἀμφισβητεῖν.
法律は、望む者が請求を申し立てることを認めているからです。
ταῦτα δὴ πάντα προνοούμενοι ἐγράψαμεν τὰς συνθήκας καὶ ὅρκους ὠμόσαμεν, ὅπως ἂν μήτε ἑκόντι μήτε ἄκοντι μηδετέρῳ ἐξουσία ἡμῶν γένηται μηδʼ ὁτιοῦν ἰδίᾳ πρᾶξαι, ἀλλὰ κοινῇ βουλευόμενοι μεθʼ ἡμῶν αὐτῶν ἅπαντα πράττωμεν.
まさにこれらのことをすべて予見して、私たちは契約書を書き、誓いを交わしました。 それは、私たちのうちどちらにも、自発的であれ不本意であれ、個人的に何一つ行う権限が生じないようにし、そうではなく共同で相談しつつすべてを行うようにするためです。
§11καὶ μάρτυρας ἐποιησάμεθα περὶ τούτων πρῶτον μὲν τοὺς θεοὺς οὓς ὠμόσαμεν ἀλλήλοις, καὶ τοὺς οἰκείους τοὺς ἡμετέρους αὐτῶν, ἔπειτʼ Ἀνδροκλείδην Ἀχαρνέα, παρʼ ᾧ κατεθέμεθα τὰς συνθήκας.
そして、私たちはこれらのことについて、まず第一に、私たちが互いに誓いを立てた神々を、また、私たちの親族たちを証人とし、次に、契約書を預けたアカルナイ区のアンドロクレイデスを証人としました。
βούλομαι οὖν, ὦ ἄνδρες δικασταί, τόν τε νόμον ἀναγνῶναι, καθʼ ὃν τὰς συνθήκας ἐγράψαμεν πρὸς ἡμᾶς αὐτούς, καὶ μαρτυρίαν τοῦ ἔχοντος τὰς συνθήκας.
それゆえ、裁判員諸官、私は、それに基づいて私たちが契約書を書いた法律と、契約書を保管している者の証言を読み上げてほしいと思います。
λέγε τὸν νόμον πρῶτον.
まず法律を読み上げてください。
ΝΟΜΟΣ.
ἀναγίγνωσκε δὴ καὶ τὴν μαρτυρίαν τὴν Ἀνδροκλείδου.
法律。 それでは、アンドロクレイデスの証言も読み上げてください。
ΜΑΡΤΥΡΙΑ.
証言。
§12ἐπειδὴ δὲ ὠμόσαμεν ἀλλήλοις καὶ αἱ συνθῆκαι ἦσαν κείμεναι παρὰ τῷ Ἀνδροκλείδῃ, διεῖλον ἐγὼ δύο μερίδας, ὦ ἄνδρες δικασταί.
私たちが互いに誓いを交わし、契約書がアンドロクレイデスのもとに保管されたとき、裁判員諸官、私は二つの取り分を分けました。
καὶ ἡ μὲν ἑτέρα ἦν μερὶς ἡ οἰκία ἐν ᾗ ᾤκει αὐτὸς ὁ Κόμων, καὶ τἀνδράποδα οἱ σακχυφάνται, ἡ δʼ ἑτέρα ἦν μερὶς οἰκία ἑτέρα καὶ τἀνδράποδα οἱ φαρμακοτρίβαι.
一方の分け前は、コモン自身が住んでいた家と、袋織りの奴隷たちであり、もう一方の分け前は、もう一つの家と、薬剤調合の奴隷たちでした。
ἀργύριον δὲ εἴ τι κατέλιπεν ὁ Κόμων φανερὸν ἐπὶ τῇ τραπέζῃ τῇ Ἡρακλείδου, τοῦθʼ ἅπαν σχεδόν τι ἀνηλώθη εἴς τε τὴν ταφὴν καὶ τἄλλα τὰ νομιζόμενα καὶ εἰς τὴν οἰκοδομίαν τοῦ μνήματος.
また、コモンがヘラクレイデスの銀行に明らかな形で残していた銀銭がもしあったとしても、それはほぼすべて、葬儀やその他の慣習、そして墓の建設に費やされました。
§13διελὼν δʼ ἐγὼ τὰς δύο ταύτας μερίδας, ἔδωκα αἵρεσιν τουτῳὶ Ὀλυμπιοδώρῳ ὁποτέραν βούλεται τῶν μερίδων λαβεῖν, καὶ οὗτος εἵλετο τοὺς φαρμακοτρίβας καὶ τὴν οἰκίσκην·
私がこれら二つの分け前に分割した後、こちらのオリンピオドロスに、どちらの分け前を受け取りたいか選択権を与え、彼は薬剤調合の奴隷たちと小さな家を選びました。
ἐγὼ δʼ ἔλαβον τοὺς σακχυφάντας καὶ τὴν οἰκίαν τὴν ἑτέραν.
私は袋織りの奴隷たちともう一方の家を受け取りました。
καὶ ταῦτʼ ἔστιν ἃ ἑκάτερος ἡμῶν εἶχεν.
これが、私たちそれぞれが手に入れたものです。
§14ἐν δὲ τῇ μερίδι τῇ τουτουὶ Ὀλυμπιοδώρου ἦν εἷς τῶν φαρμακοτριβῶν, ὃν μάλιστα ἐνόμιζεν πιστὸν ἑαυτῷ εἶναι ὁ Κόμων·
こちらのオリンピオドロスの分け前の中には、薬剤調合の奴隷の一人が含まれており、その者はコモンが自分に対して最も信頼していると考えていた者でした。
ὄνομα δὲ τῷ ἀνθρώπῳ ἐστὶν Μοσχίων.
その男の名前はモスシオンといいます。
οὗτος ὁ οἰκέτης σχεδόν τι ᾔδει τά τε ἄλλα τὰ τοῦ Κόμωνος ἅπαντα, καὶ δὴ τὸ ἀργύριον οὗ ἦν, τὸ ἔνδον κείμενον τῷ Κόμωνι.
この召使いは、コモンの他のすべての事情をほぼ把握しており、さらに、コモンが家の中に保管していた銀銭がどこにあるかも知っていました。
§15καὶ δὴ καὶ ἔλαθεν τὸν Κόμωνα, πρεσβύτερόν τε ὄντα καὶ πεπιστευκότα αὐτῷ, ὑφαιρούμενος τὸ ἀργύριον οὗτος ὁ οἰκέτης ὁ Μοσχίων.
そしてまさに、高齢であり、また彼を信頼していたコモンに気づかれることなく、この召使いモスシオンは銀銭を盗み出していたのです。
καὶ πρῶτον μὲν ὑφαιρεῖται αὐτοῦ χιλίας δραχμὰς χωρίς που κειμένας τοῦ ἄλλου ἀργυρίου, ἔπειτα ἑτέρας ἑβδομήκοντα μνᾶς.
彼はまず、他の銀銭とは別に置かれていた千ドラクマを盗み出し、次にさらに70ミナを盗み出しました。
καὶ ταῦτα ποιῶν ἐλάνθανεν τὸν Κόμωνα.
そしてこれらのことを行っている間、彼はコモンに気づかれませんでした。
καὶ τὸ ἀργύριον τοῦτο ἅπαν εἶχεν αὐτὸς διʼ ἑαυτοῦ ὁ ἄνθρωπος.
そして、この銀貨をすべて、その男は自分ひとりの手で握っていた。