← デモステネス

第四十八弁論 オリュンピオドロス弾劾

§8-15

遺産均等分割の合意と奴隷モスシオンの横領

語り手とオリンピオドロスが紛争回避のためコモンの遺産を等分する契約を結んだ経緯が明かされ、その後、オリンピオドロスの取り分に含まれていた奴隷モスシオンが生前のコモンから大金を盗み出していた事実が暴露される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

τὸ δὲ τέλος ὃ ἐγένετο, τοῦθʼ ὑμᾶς ἀναγκαίως ἔχει ἀκοῦσαι. αὐτὸς γὰρ ἐγὼ ἐδίκασα1 τούτῳ καὶ οὗτος ἐμοὶ τὰ ἡμίσεα ἑκάτερον ἡμῶν λαβεῖν ὧν κατέλιπε Κόμων, καὶ μηδεμίαν ἀηδίαν εἶναι περαιτέρω. καὶ προειλόμην, ὦ ἄνδρες δικασταί, ἑκὼν μεταδοῦναι τούτῳ μᾶλλον ἢ εἰς δικαστήριον εἰσιὼν κινδυνεύειν πρὸς οἰκεῖον ὄντα τοῦτον καὶ εἰπεῖν τι ἀηδές, ἀδελφὸν ὄντα τῆς ἐμῆς γυναικὸς καὶ θεῖον τῶν ἐμῶν παίδων, καὶ ὑπὸ τούτου ἀκοῦσαί τι ἀνεπιτήδειον.

しかし、生じた結末については、あなた方がぜひお聞きにならなければなりません。というのも、私自身が彼に対して、また彼が私に対して、コモンが残したものの半分を私たちそれぞれが受け取り、これ以上の不快な関係が生じないようにと、自ら裁定を下したからです。そして、裁判員諸官、私は、親族であるこの者に対して法廷に入って争う危険を冒し、私の妻の兄弟であり私の子供たちの叔父でもある彼に対して何か不快なことを言ったり、また彼から何か不都合なことを聞いたりするよりも、むしろ自発的に彼に分け与えることをあらかじめ選んだのです。

§9

ταῦτα πάντα ἐνθυμούμενος συνεχώρησα αὐτῷ. καὶ μετὰ ταῦτα συνθήκας ἐγράψαμεν πρὸς ἡμᾶς αὐτοὺς περὶ ἁπάντων, καὶ ὅρκους ἰσχυροὺς ὠμόσαμεν ἀλλήλοις, ἦ μὴν τά τε ὑπάρχοντα φανερὰ ὄντα καλῶς καὶ δικαίως διαιρήσεσθαι καὶ μηδʼ ὁτιοῦν πλεονεκτήσειν τὸν ἕτερον τοῦ ἑτέρου ὧν κατέλιπεν Κόμων, καὶ τἄλλα πάντα κοινῇ ζητήσειν, καὶ πράξειν μετʼ ἀλλήλων βουλευόμενοι ὅ τι ἂν ἀεὶ δέῃ.

これらのことすべてを考慮して、私は彼に譲歩しました。そしてこの後に、私たちはすべてのことについてお互いの間で契約を書き、厳粛な誓いを交わしました。それは、本当に、現にある明らかな財産を正しく公正に分割すること、コモンが遺したもののうち一方が他方に対して何一つ不当に多く取らないこと、その他のすべてのことを共同で探求すること、そして常に必要なことは何でも互いに相談しながら行うこと、です。

§10

ὑπενοοῦμεν γάρ, ὦ ἄνδρες δικασταί, ἥξειν τινὰς ἀμφισβητήσοντας τῶν τοῦ Κόμωνος2 καὶ ἑτέρους· οἷον καὶ ὁ ἐμὸς ἀδελφὸς ὁ ὁμοπάτριος, ὁμομήτριος δʼ οὔ, ὃς ἀπεδήμει, καὶ εἰ δή τις ἄλλος ἐβούλετʼ ἀμφισβητεῖν, οὐκ ἦν ἡμῖν κωλύειν· οἱ γὰρ νόμοι κελεύουσι τὸν βουλόμενον ἀμφισβητεῖν. ταῦτα δὴ πάντα προνοούμενοι ἐγράψαμεν τὰς συνθήκας καὶ ὅρκους ὠμόσαμεν, ὅπως ἂν μήτε ἑκόντι μήτε ἄκοντι μηδετέρῳ ἐξουσία ἡμῶν γένηται μηδʼ ὁτιοῦν ἰδίᾳ πρᾶξαι, ἀλλὰ κοινῇ βουλευόμενοι μεθʼ ἡμῶν αὐτῶν ἅπαντα πράττωμεν.

というのも、裁判員諸官、私たちは、コモンの遺産について他にも請求を申し立ててくる者が現れるだろうと予想していたからです。例えば、不在にしていた私の異母(ただし同父で、同母ではない)兄弟や、あるいはもし他に誰か請求を望む者がいたとしても、私たちにはそれを防ぐことはできませんでした。法律は、望む者が請求を申し立てることを認めているからです。まさにこれらのことをすべて予見して、私たちは契約書を書き、誓いを交わしました。それは、私たちのうちどちらにも、自発的であれ不本意であれ、個人的に何一つ行う権限が生じないようにし、そうではなく共同で相談しつつすべてを行うようにするためです。

§11

καὶ μάρτυρας ἐποιησάμεθα περὶ τούτων πρῶτον μὲν τοὺς θεοὺς οὓς ὠμόσαμεν ἀλλήλοις, καὶ τοὺς οἰκείους τοὺς ἡμετέρους αὐτῶν, ἔπειτʼ Ἀνδροκλείδην Ἀχαρνέα, παρʼ ᾧ κατεθέμεθα τὰς συνθήκας. βούλομαι οὖν, ὦ ἄνδρες δικασταί, τόν τε νόμον ἀναγνῶναι, καθʼ ὃν τὰς συνθήκας ἐγράψαμεν πρὸς ἡμᾶς αὐτούς, καὶ μαρτυρίαν τοῦ ἔχοντος τὰς συνθήκας. λέγε τὸν νόμον πρῶτον. ΝΟΜΟΣ. ἀναγίγνωσκε δὴ καὶ τὴν μαρτυρίαν τὴν Ἀνδροκλείδου. ΜΑΡΤΥΡΙΑ.

そして、私たちはこれらのことについて、まず第一に、私たちが互いに誓いを立てた神々を、また、私たちの親族たちを証人とし、次に、契約書を預けたアカルナイ区のアンドロクレイデスを証人としました。それゆえ、裁判員諸官、私は、それに基づいて私たちが契約書を書いた法律と、契約書を保管している者の証言を読み上げてほしいと思います。まず法律を読み上げてください。法律。それでは、アンドロクレイデスの証言も読み上げてください。証言。

§12

ἐπειδὴ δὲ ὠμόσαμεν ἀλλήλοις καὶ αἱ συνθῆκαι ἦσαν κείμεναι παρὰ τῷ Ἀνδροκλείδῃ, διεῖλον ἐγὼ δύο μερίδας, ὦ ἄνδρες δικασταί. καὶ ἡ μὲν ἑτέρα ἦν μερὶς ἡ οἰκία ἐν ᾗ ᾤκει αὐτὸς ὁ Κόμων, καὶ τἀνδράποδα οἱ σακχυφάνται, ἡ δʼ ἑτέρα ἦν μερὶς οἰκία ἑτέρα καὶ τἀνδράποδα οἱ φαρμακοτρίβαι. ἀργύριον δὲ εἴ τι κατέλιπεν ὁ Κόμων φανερὸν ἐπὶ τῇ τραπέζῃ τῇ Ἡρακλείδου, τοῦθʼ ἅπαν σχεδόν τι ἀνηλώθη εἴς τε τὴν ταφὴν καὶ τἄλλα τὰ νομιζόμενα καὶ εἰς τὴν οἰκοδομίαν τοῦ μνήματος.

私たちが互いに誓いを交わし、契約書がアンドロクレイデスのもとに保管されたとき、裁判員諸官、私は二つの取り分を分けました。一方の分け前は、コモン自身が住んでいた家と、袋織りの奴隷たちであり、もう一方の分け前は、もう一つの家と、薬剤調合の奴隷たちでした。また、コモンがヘラクレイデスの銀行に明らかな形で残していた銀銭がもしあったとしても、それはほぼすべて、葬儀やその他の慣習、そして墓の建設に費やされました。

§13

διελὼν δʼ ἐγὼ τὰς δύο ταύτας μερίδας, ἔδωκα αἵρεσιν τουτῳὶ Ὀλυμπιοδώρῳ ὁποτέραν βούλεται τῶν μερίδων λαβεῖν, καὶ οὗτος εἵλετο τοὺς φαρμακοτρίβας καὶ τὴν οἰκίσκην· ἐγὼ δʼ ἔλαβον τοὺς σακχυφάντας καὶ τὴν οἰκίαν τὴν ἑτέραν. καὶ ταῦτʼ ἔστιν ἃ ἑκάτερος ἡμῶν εἶχεν.

私がこれら二つの分け前に分割した後、こちらのオリンピオドロスに、どちらの分け前を受け取りたいか選択権を与え、彼は薬剤調合の奴隷たちと小さな家を選びました。私は袋織りの奴隷たちともう一方の家を受け取りました。これが、私たちそれぞれが手に入れたものです。

§14

ἐν δὲ τῇ μερίδι τῇ τουτουὶ Ὀλυμπιοδώρου ἦν εἷς τῶν φαρμακοτριβῶν, ὃν μάλιστα ἐνόμιζεν πιστὸν ἑαυτῷ εἶναι ὁ Κόμων· ὄνομα δὲ τῷ ἀνθρώπῳ ἐστὶν Μοσχίων. οὗτος ὁ οἰκέτης σχεδόν τι ᾔδει τά τε ἄλλα τὰ τοῦ Κόμωνος ἅπαντα, καὶ δὴ τὸ ἀργύριον οὗ ἦν, τὸ ἔνδον κείμενον τῷ Κόμωνι.

こちらのオリンピオドロスの分け前の中には、薬剤調合の奴隷の一人が含まれており、その者はコモンが自分に対して最も信頼していると考えていた者でした。その男の名前はモスシオンといいます。この召使いは、コモンの他のすべての事情をほぼ把握しており、さらに、コモンが家の中に保管していた銀銭がどこにあるかも知っていました。

§15

καὶ δὴ καὶ ἔλαθεν τὸν Κόμωνα, πρεσβύτερόν τε ὄντα καὶ πεπιστευκότα αὐτῷ, ὑφαιρούμενος3 τὸ ἀργύριον οὗτος ὁ οἰκέτης ὁ Μοσχίων. καὶ πρῶτον μὲν ὑφαιρεῖται αὐτοῦ χιλίας δραχμὰς χωρίς που κειμένας τοῦ ἄλλου ἀργυρίου, ἔπειτα ἑτέρας ἑβδομήκοντα μνᾶς. καὶ ταῦτα ποιῶν ἐλάνθανεν τὸν Κόμωνα. καὶ τὸ ἀργύριον τοῦτο ἅπαν εἶχεν αὐτὸς διʼ ἑαυτοῦ ὁ ἄνθρωπος.

そしてまさに、高齢であり、また彼を信頼していたコモンに気づかれることなく、この召使いモスシオンは銀銭を盗み出していたのです。彼はまず、他の銀銭とは別に置かれていた千ドラクマを盗み出し、次にさらに70ミナを盗み出しました。そしてこれらのことを行っている間、彼はコモンに気づかれませんでした。そして、この銀貨をすべて、その男は自分ひとりの手で握っていた。

構文注3 件
  1. 8ἐδίκασα

    動詞 ἐδίκασα(判決を下した)は、公的な裁判での判決を意味するのが一般的だが、ここでは文脈上、語り手と相手方が第三者の調停を経ることなく、互いに自らの裁定者となって分配を「取り決めた、決定した」という比喩的・特異的な意味で用いられている。

  2. 10τῶν τοῦ Κόμωνος

    中性複数属格の定冠詞 τῶν は後続の属格 τοῦ Κόμωνος と結びついて「コモンの財産、遺産」を表し、先行する代名詞主語 τινὰς を修飾する部分属格(「コモンの遺産のうちから[請求する]者たち」)として機能している。

  3. 15ἔλαθεν τὸν Κόμωνα... ὑφαιρούμενος

    動詞 λανθάνω(ἔλαθεν)が現在分詞(ὑφαιρούμενος)を伴い、「〜に気づかれることなく隠れて〜する」を意味する補足分詞構文。対格の τὸν Κόμωνα は λανθάνω の直接目的語であり、「コモンに知られずに盗んでいた」と解釈される。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0014.tlg048.humanitext-grc2:8-15