§16οὐ πολλῷ δὲ χρόνῳ ὕστερον, ὦ ἄνδρες δικασταί, ἢ ἡμεῖς διειλόμεθα τὰς μερίδας, ὑποψία τις ἐγένετο καὶ αἴσθησις περὶ τἀνθρώπου τούτου·
裁判員諸官、私たちが取り分を分けた後それほど経たないうちに、この男についてある疑念と気づきが生じました。
ἐκ δὲ ταύτης τῆς ὑποψίας ἐδόκει ἐμοὶ καὶ τουτῳὶ Ὀλυμπιοδώρῳ βασανίζειν τὸν ἄνθρωπον.
この疑念から、私とこちらのオリンピオドロスは、この男を拷問にかけるのがよいと考えました。
καὶ ὁ ἄνθρωπος, ὦ ἄνδρες δικασταί, αὐτὸς αὑτοῦ κατεῖπε, πρὶν βασανίζεσθαι, ὅτι χιλίας δραχμὰς ὑφείλετο τοῦ Κόμωνος, καὶ ἔφη εἶναι παρʼ ἑαυτῷ ὅσον μὴ ἦν ἀνηλωμένον·
すると裁判員諸官、その男は、拷問にかけられる前に自白し、コモンの財産から千ドラクマを盗み出したと述べ、消費されていなかった分は手元にあると言いました。
περὶ δὲ τοῦ πλείονος ἀργυρίου οὐδʼ ὁτιοῦν εἶπεν ἐν τῷ τότε χρόνῳ·
しかし、より多額の銀銭については、その時点では何一つ言いませんでした。
καὶ ἀποδίδωσιν περὶ ἑξακοσίας τινὰς δραχμάς.
そして、およそ六百ドラクマほどを返還しました。
§17καὶ τούτου τοῦ ἀργυρίου, οὗ ἀπέδωκεν ὁ ἄνθρωπος, καλῶς καὶ δικαίως κατὰ τοὺς ὅρκους οὓς ὠμόσαμεν ἡμεῖς καὶ κατὰ τὰς συνθήκας τὰς κειμένας παρὰ τῷ Ἀνδροκλείδῃ τὸ μὲν ἥμισυ ἐγὼ ἔλαβον, τὸ δʼ ἥμισυ οὑτοσὶ Ὀλυμπιόδωρος.
そして、その男が返還したこの銀銭について、私たちが交わした誓いと、アンドロクレイデスのもとに保管されている契約書に従って、立派にかつ公正に、半分は私が受け取り、もう半分はこちらのオリンピオドロスが受け取りました。
§18μετὰ δὲ ταῦτα οὐ πολλῷ χρόνῳ ὕστερον ἐκ ταύτης τῆς ὑποψίας τῆς πρὸς τὸν οἰκέτην περὶ τοῦ ἀργυρίου οὗ ἀπέδωκεν, ἔδησεν τὸν ἄνθρωπον καὶ ἐβασάνισεν αὐτὸς ἐφʼ ἑαυτοῦ, ἡμᾶς δὲ οὐ παρεκάλεσεν, ὀμωμοκὼς κοινῇ ζητήσειν καὶ πράξειν μετʼ ἐμοῦ πάντα.
この後それほど経たないうちに、召使いが返還した銀銭に関する彼への疑念から、オリンピオドロスは、共同で探求し私とともにすべてを行うと誓っていたにもかかわらず、私たちを呼び寄せることなく、自分一人でその男を縛り上げて拷問にかけました。
καὶ ὁ ἄνθρωπος, ὦ ἄνδρες δικασταί, κατατεινόμενος ὑπὸ τῆς βασάνου προσωμολόγησε καὶ τὰς ἑβδομήκοντα μνᾶς εἰληφέναι ὑφελόμενος Κόμωνος, καὶ ἀποδίδωσιν ἅπαν τὸ ἀργύριον τοῦτο Ὀλυμπιοδώρῳ τουτῳί. §19ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, ἐπειδὴ ἐπυθόμην περὶ τῆς βασάνου τοῦ ἀνθρώπου καὶ ὅτι ἀποδεδωκὼς εἴη τὸ ἀργύριον, ἐνόμιζόν μοι ἀποδώσειν τοῦτον τὸ ἥμισυ τοῦ ἀργυρίου, ὥσπερ καὶ τὸ πρότερον ἀπὸ τῶν χιλίων δραχμῶν ἀπέδωκε.
そして裁判員諸官、その男は拷問によって責め立てられ、コモンから盗み出して七十ミナをも受け取っていたことをさらに自白し、この銀銭のすべてをこちらのオリンピオドロスに返還しました。裁判員諸官、私はその男への拷問と、彼が銀銭を返還したことを知ったとき、彼が以前にも千ドラクマから返還してくれたように、この銀銭の半分を私に返還してくれるだろうと考えていました。
καὶ εὐθὺς μὲν οὐ πάνυ τι ἠνώχλουν τούτῳ, ἡγούμενος αὐτὸν τοῦτο γνώσεσθαι καὶ διοικήσειν καὶ ἐμοὶ καὶ ἑαυτῷ, ὅπως ἑκάτερος ἡμῶν ἕξει τὰ δίκαια κατὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας τὰς πρὸς ἡμᾶς αὐτοὺς περὶ τοῦ ἰσομοιρεῖν ἁπάντων ὧν Κόμων ἦν καταλελοιπώς·
そのため、すぐには彼をあまり煩わせることはせず、彼が自分でこのことを理解し、コモンが遺したすべてのものを均等に分けるという、私たち自身の間の誓いと契約に従って、私たちそれぞれが当然の権利を得られるよう、私に対しても自分に対しても取り計らってくれるだろうと考えていました。
§20ἐπειδὴ δὲ ἐνδιέτριβεν καὶ οὐδὲν ἐποίει, διελεγόμην τουτῳὶ Ὀλυμπιοδώρῳ, καὶ ἠξίουν ἀπολαμβάνειν τὸ ἐμαυτοῦ μέρος τοῦ ἀργυρίου.
しかし、彼が引き延ばして何もしようとしなかったので、私はこちらのオリンピオドロスに話を持ちかけ、私自身の分の銀銭を受け取ることを求めました。
οὑτοσὶ δὲ Ὀλυμπιόδωρος ἀεί τι προὐφασίζετο καὶ ἀναβολὰς ἐποιεῖτο.
しかし、こちらのオリンピオドロスは常に何かしら言い訳をして、引き延ばしを図りました。
καὶ ἐν τούτῳ τῷ καιρῷ ἕτεροί τινες ἔλαχον τοῦ κλήρου τοῦ Κόμωνος, καὶ ὁ Κάλλιππος ἐπεδήμησεν ἐκ τῆς ἀποδημίας, ὁ ἐμὸς ἀδελφὸς ὁ ὁμοπάτριος·
そしてこの時期に、他の者たちがコモンの遺産について訴訟を起こし、また私の異母兄弟であるカリッポスが外地から帰国しました。
καὶ οὗτος ἔλαχεν εὐθὺς τοῦ ἡμικληρίου.
そして彼もすぐに、遺産の半分の相続権を求めて訴訟を起こしました。
§21καὶ τουτῳὶ Ὀλυμπιοδώρῳ πρόφασις καὶ αὕτη ἐγένετο πρὸς τὸ μὴ ἀποδιδόναι μοι τὸ ἀργύριον, ἐπειδὴ πολλοὶ ἦσαν οἱ ἀμφισβητοῦντες, καὶ ἔφη χρῆναί με περιμεῖναι, ἕως ἂν οἱ ἀγῶνες γένωνται.
そして、こちらのオリンピオドロスにとって、これは私に銀銭を返さないための新たな口実となりました。 多くの請求者が現れたため、彼は私に対し、裁判が行われるまで待つべきだと言ったのです。
καὶ ἐμοὶ ἀνάγκη ἦν ταῦτα συγχωρεῖν, καὶ συνεχώρησα.
そして私としてはこれに同意せざるを得ず、同意しました。
§22μετὰ δὲ ταῦτα ἐβουλευόμεθα καὶ ἐγὼ καὶ οὑτοσὶ Ὀλυμπιόδωρος κοινῇ, ὥσπερ καὶ ὠμόσαμεν, ὅντινα τρόπον ἄριστα καὶ ἀσφαλέστατα προσοισόμεθα πρὸς τοὺς ἀμφισβητοῦντας.
この後、私とこちらのオリンピオドロスは、誓った通り共同で、どのようにすれば最も善くかつ安全に請求者たちに対処できるかを相談しました。
καὶ ἔδοξεν ἡμῖν, ὦ ἄνδρες δικασταί, τουτονὶ μὲν Ὀλυμπιόδωρον τοῦ κλήρου ὅλου ἀμφισβητεῖν, ἐμὲ δὲ τοῦ ἡμικληρίου, ἐπειδὴ καὶ Κάλλιππος ὁ ἀδελφὸς ὁ ἐμὸς τοῦ ἡμικληρίου μόνον ἠμφεσβήτει.
そして裁判員諸官、こちらのオリンピオドロスは遺産全体に対する請求を行い、私は遺産の半分に対する請求を行うのがよいと決まりました。 私の兄弟であるカリッポスもまた、遺産の半分だけを請求していたからです。
§23καὶ ἐπειδὴ ἀνεκρίθησαν πρὸς τῷ ἄρχοντι ἅπασαι αἱ ἀμφισβητήσεις καὶ ἔδει ἀγωνίζεσθαι ἐν τῷ δικαστηρίῳ, ἀπαράσκευοι ἦμεν τὸ παράπαν πρὸς τὸ ἤδη ἀγωνίζεσθαι ἐγὼ καὶ Ὀλυμπιόδωρος οὑτοσὶ διὰ τὸ ἐξαίφνης ἐπιπεπτωκέναι ἡμῖν πολλοὺς τοὺς ἀμφισβητοῦντας·
そして、すべての請求が執政官の前で予備審問され、法廷で争うことになったとき、私とこちらのオリンピオドロスは、多くの請求者が突然私たちに押し寄せてきたために、すぐに争うための準備が全くできていませんでした。
ἐκ δὲ τῶν ὑπαρχόντων ἐσκοποῦμεν κοινῇ, εἴ πως ἀναβολή τις γένοιτο ἐν τῷ παρόντι, ὥστε παρασκευάσασθαι ἡμᾶς καθʼ ἡσυχίαν πρὸς τὸν ἀγῶνα.
そこで、現況の中で、今回の戦いに向けて落ち着いて準備できるように、今なんとか延期できないものかと共同で検討しました。
§24καὶ κατὰ τύχην τινὰ καὶ δαίμονα ὑμεῖς ἐπείσθητε ὑπὸ τῶν ῥητόρων εἰς Ἀκαρνανίαν στρατιώτας ἐκπέμπειν, καὶ ἔδει καὶ τουτονὶ Ὀλυμπιόδωρον στρατεύεσθαι, καὶ ᾤχετο μετὰ τῶν ἄλλων στρατευόμενος.
すると、ある種の幸運と神の配慮によって、あなた方は弁論家たちに説得されてアカルナニアへ兵士を派遣することになり、こちらのオリンピオドロスも従軍しなければならなくなって、他の者たちとともに従軍するために出発しました。
καὶ συνεβεβήκει, ὡς ᾠόμεθα ἡμεῖς, αὕτη καλλίστη ἀναβολή, δημοσίᾳ τούτου ἀποδημοῦντος στρατευομένου.
そして、彼が公務として従軍のために不在となったことは、私たちが考えていた通り、これ以上ない格好の延期の機会となりました。