§16ὅτι μὲν ἐτέθησαν αἱ συνθῆκαι παρὰ Ἀριστοκλεῖ καὶ ἡ ἐπιτροπὴ ἐγένετο Φωκρίτῳ καὶ Ἀριστοκλεῖ καὶ ἐμοί, οἱ εἰδότες ταῦτα μεμαρτυρήκασιν ὑμῖν.
契約書がアリストクレスのもとに預けられ、仲裁がポクリトス、アリストクレス、そして私に委ねられたことは、これらの事情を知る者たちがすでに皆様に証言いたしました。
δέομαι δέ, ὦ ἄνδρες δικασταί, τὰ μετὰ ταῦτα πραχθέντα ἀκοῦσαί μου·
裁判員の方々、私はこれ以降に行われたことをお聞きくださるようお願いいたします。
ἐντεῦθεν γὰρ ἔσται φανερὸν ὑμῖν, ὅτι συκοφαντοῦμαι ὑπὸ τουτουὶ Ἀπατουρίου.
というのも、ここから私がこのアパトゥリオスによって不当に訴えられていることが皆様に明らかになるからです。
ἐπειδὴ γὰρ ᾔσθετο ὁμογνώμονας ὄντας ἐμὲ καὶ τὸν Φώκριτον καὶ ἔγνω καταδιαιτήσοντας ἡμᾶς ἑαυτοῦ, λῦσαι βουλόμενος τὴν ἐπιτροπήν, διαφθεῖραι τὰς συνθήκας ἐπεχείρησε μετὰ τοῦ ἔχοντος αὐτάς.
彼は、私とポクリトスの意見が一致していることを察知し、私たちが彼に不利な仲裁裁定を下すであろうことを知ると、仲裁を解消しようと望み、契約書を保管している者と共謀してそれを破棄しようと企てたのです。
§17καὶ ἦλθεν ἐπὶ τὸ ἀμφισβητεῖν ὡς αὑτῷ διαιτητὴς εἴη ὁ Ἀριστοκλῆς, τὸν δὲ Φώκριτον καὶ ἐμὲ οὐδενὸς κυρίους ἔφησεν εἶναι ἀλλʼ ἢ τοῦ διαλῦσαι.
そして彼は、自分にとっての仲裁人はアリストクレスのみであると主張するに至り、ポクリトスと私は和解をさせること以外にはいかなる権限も持たないと言い張りました。
ἀγανακτήσας δὴ τῷ λόγῳ ὁ Παρμένων ἠξίου τὸν Ἀριστοκλέα ἐκφέρειν τὰς συνθήκας, οὐ πόρρω φάσκων εἶναι τὸν ἔλεγχον, εἴ τι κακουργοῖτο περὶ τὰ γράμματα·
パルメノンはこの主張に憤慨し、もし文書に何らかの不正が加えられているならば、その真偽を確かめることは難しくないと主張して、アリストクレスに契約書を提示するよう求めました。
γεγραφέναι γὰρ αὐτὰ οἰκέτην ἑαυτοῦ.
その文書はパルメノンの召使いが書いたものだったからです。
§18ὁμολογήσας δὲ ἐξοίσειν τὰς συνθήκας ὁ Ἀριστοκλῆς ἐμφανεῖς μὲν οὔπω καὶ τήμερον ἐνήνοχεν, εἰς δὲ τὴν ἡμέραν τὴν συγκειμένην ἀπαντήσας εἰς τὸ Ἡφαιστεῖον, προὐφασίζετο ὡς ὁ παῖς περιμένων αὑτὸν ἀπολωλεκὼς εἴη τὸ γραμματεῖον καθεύδων.
アリストクレスは契約書を提示することに同意したものの、今日に至るまで提出しておらず、約束の日にヘファイストス神殿で出頭した際には、自分が待たせていた召使いが眠り込んでいる間に契約書を紛失してしまったと言い訳しました。
ὁ δὲ ταῦτα κατασκευάζων ἦν Ἐρυξίας ὁ ἰατρὸς ὁ ἐκ Πειραιῶς, οἰκείως ἔχων τῷ Ἀριστοκλεῖ·
これを仕組んだのは、ピレウスの医師で、アリストクレスと親しい間柄にあるエリュクシアスでした。
ὅσπερ καὶ ἐμοὶ τοῦ ἀγῶνος αἴτιός ἐστιν, διαφόρως ἔχων.
彼は私と敵対関係にあり、この訴訟を私に引き起こした張本人でもあります。
καὶ ὡς ἐσκήψατο ἀπολωλέναι ὁ Ἀριστοκλῆς, ἀκούσατε τῶν μαρτυριῶν.
アリストクレスが紛失したと言い逃れたことについて、証言をお聞きください。
ΜΑΡΤΥΡΙΑΙ. §19ἐντεῦθεν τοίνυν τὸ μὲν τῆς ἐπιτροπῆς ἐλέλυτο, ἠφανισμένων τῶν συνθηκῶν καὶ τῶν διαιτητῶν ἀντιλεγομένων·
[証言]こうして、契約書が紛失し、仲裁人たちの意見が対立したため、仲裁は解消されました。
ἐπιχειροῦντες δὲ γράφειν ἑτέρας συνθήκας περὶ τούτων διηνέχθησαν, οὗτος μὲν ἀξιῶν τὸν Ἀριστοκλέα, ὁ δὲ Παρμένων τοὺς τρεῖς, οἷσπερ καὶ ἐξ ἀρχῆς ἡ ἐπιτροπὴ ἐγένετο.
彼らはこれらについて別の契約書を作成しようと試みましたが、意見が対立しました。 この男はアリストクレス一人を仲裁人とすることを求め、パルメノンは当初から仲裁が委ねられていた三人全員とすることを求めたからです。
οὐ γραφεισῶν δʼ ἑτέρων συνθηκῶν, τῶν δὲ ἐξ ἀρχῆς ἀφανισθεισῶν, εἰς τοῦτʼ ἦλθεν ἀναιδείας ὁ ἠφανικὼς τὰς συνθήκας, ὥστε εἷς ὢν ἀποφανεῖσθαι ἔφη τὴν δίαιταν.
別の契約書は作成されず、当初の契約書は紛失したまま、契約書を紛失させた者は、信じがたいほどずうずうしくも、自分一人で仲裁裁定を下すと主張しました。
παρακαλέσας δὲ ὁ Παρμένων μάρτυρας ἀπεῖπεν τῷ Ἀριστοκλεῖ μὴ ἀποφαίνεσθαι παρὰ τὰς συνθήκας καθʼ αὑτοῦ ἄνευ τῶν συνδιαιτητῶν.
パルメノンは証人たちを呼び寄せ、アリストクレスに対し、共同仲裁人なしに単独で契約書に反して自分に不利な裁定を下さぬよう警告しました。
καὶ ὧν ἐναντίον ἀπεῖπεν, ἀκούσατε τῆς μαρτυρίας.
彼がどのような人々の前で警告したか、証言をお聞きください。
ΜΑΡΤΥΡΙΑ. §20μετὰ ταῦτα τοίνυν τῷ Παρμένοντι συνέβη συμφορὰ δεινή, ὦ ἄνδρες δικασταί.
[証言]裁判員の方々、その後、パルメノンに悲惨な災難が起こりました。
οἰκοῦντος γὰρ αὐτοῦ ἐν Ὀφρυνείῳ διὰ τὴν οἴκοθεν φυγήν, ὅτε ὁ σεισμὸς ἐγένετο ὁ περὶ Χερρόνησον, συμπεσούσης αὐτῷ τῆς οἰκίας ἀπώλοντο ἡ γυνὴ καὶ οἱ παῖδες.
祖国からの亡命のために彼がオフリュネイオンに居住していた際、ケルソネソス付近で地震が起こり、彼の家が倒壊して妻と子供たちが亡くなったのです。
καὶ ὁ μὲν πυθόμενος τὴν συμφορὰν ᾤχετο ἐνθένδε ἀποπλέων·
彼はこの災難を知ると、ここから船で立ち去ってしまいました。
ὁ δὲ Ἀριστοκλῆς, διαμαρτυραμένου τοῦ ἀνθρώπου ἐναντίον μαρτύρων μὴ ἀποφαίνεσθαι καθʼ αὑτοῦ ἄνευ τῶν συνδιαιτητῶν, ἀποδημήσαντος τοῦ ἀνθρώπου διὰ τὴν συμφορὰν ἐρήμην κατʼ αὐτοῦ ἀπεφήνατο τὴν δίαιταν.
しかしアリストクレスは、パルメノンが証人たちの前で共同仲裁人なしに自分に不利な裁定を下さぬよう厳しく警告していたにもかかわらず、その男が災難のために旅立った隙に、彼に対して欠席のまま仲裁裁定を下したのです。
§21καὶ ἐγὼ μὲν καὶ ὁ Φώκριτος ἐν ταῖς αὐταῖς συνθήκαις γεγραμμένοι, ὅτι ἠμφεσβήτησεν οὗτος μὴ εἶναι ἡμᾶς διαιτητὰς αὑτῷ, ἐφύγομεν τὸ διαιτῆσαι·
私とポクリトスは同じ契約書に名前が記されていたものの、この男が、自分にとって私たちが仲裁人ではないと異議を唱えたため、仲裁を行うことを避けました。
ὁ δὲ οὐ μόνον ἀμφισβητηθείς, ἀλλὰ καὶ ἀπορρηθὲν αὐτῷ, οὐδὲν ἧττον τὴν ἀπόφασιν ἐποιήσατο.
しかし彼は、異議を唱えられただけでなく、禁止されたにもかかわらず、それでも裁定を下したのです。
ὃ οὔτε ὑμῶν οὔτε τῶν ἄλλων Ἀθηναίων ὑπομείναι ἂν ποιῆσαι οὐδείς.
このようなことは、皆様の誰も、また他のアテナイ人の誰一人として、行うのを容認しないでしょう。
§22ἃ μὲν οὖν περὶ τὴν ἀφάνισιν τῶν συνθηκῶν καὶ περὶ τὴν γνῶσιν τῆς διαίτης Ἀπατουρίῳ καὶ τῷ διαιτητῇ πέπρακται, ἐάν ποτε σωθῇ ὁ ἠδικημένος, δίκην παρʼ αὐτῶν λήψεται·
さて、契約書の紛失と仲裁裁定に関してアパトゥリオスと仲裁人が行ったことについては、不当な扱いを受けた男が生きて帰ることがあれば、彼らから罰を求めるでしょう。
ἐπειδὴ δʼ εἰς τοῦτο ἐλήλυθεν Ἀπατούριος ἀναιδείας, ὥστε κἀμοὶ δικάζεται, ἐπιφέρων αἰτίαν ὡς ἀνεδεξάμην ἐκτείσειν, εἴ τι καταγνωσθείη τοῦ Παρμένοντος, καί φησιν ἐγγραφῆναι εἰς τὰς συνθήκας ἐμὲ ἐγγυητήν, ὥσπερ προσήκει τοιαύτην αἰτίαν ἀπολύσασθαι, πρῶτον μὲν ὑμῖν μάρτυρας παρασχήσομαι ὡς οὐκ ἠγγυησάμην ἐγὼ τὸν Παρμένοντα, ἀλλʼ Ἄρχιππος Μυρρινούσιος, ἔπειτα πειράσομαι καὶ ἐκ τεκμηρίων τὴν ἀπολογίαν ποιήσασθαι, ὦ ἄνδρες δικασταί.
しかし、アパトゥリオスはこれほどまでにずうずうしくも、もしパルメノンに何らかの支払いが命じられたなら、私がそれを支払うと引き受けたと主張し、私が契約書に保証人として登録されていると言って、私を裁判に訴えるまでに至りました。 このような容疑から私自身を解放するのが当然であるように、裁判員の方々、まずは私がパルメノンの保証人となったのではなく、ミュリヌス区のアルキッポスがなったのだという証人を皆様に提供し、その上で推測からも弁護を行いたいと思います。
§23πρῶτον μὲν οὖν τὸν χρόνον ἐμαυτῷ ἡγοῦμαι μάρτυρα εἶναι τοῦ μὴ ἀληθὲς τὸ ἔγκλημα εἶναι.
まず第一に、時期そのものが、この告発が真実ではないことを示す私にとっての証人であると考えます。
ἡ μὲν γὰρ ἐπιτροπὴ τούτῳ πρὸς τὸν Παρμένοντα τρίτον ἔτος γέγονεν καὶ ἡ γνῶσις τοῦ Ἀριστοκλέους·
というのも、彼とパルメノンとの間の仲裁とアリストクレスの裁定が行われたのは3年前のことだからです。
αἱ δὲ λήξεις τοῖς ἐμπόροις τῶν δικῶν ἔμμηνοί εἰσιν ἀπὸ τοῦ βοηδρομιῶνος μέχρι τοῦ μουνιχιῶνος, ἵνα παραχρῆμα τῶν δικαίων τυχόντες ἀνάγωνται.
一方で、商人たちの裁判の提起はボエドロミオン月からムニキオン月までの毎月行われることになっており、それは彼らが直ちに正義を得て出帆できるようにするためです。
εἰ δὴ τῇ ἀληθείᾳ ἐγγυητὴς ἦν τοῦ Παρμένοντος, διὰ τί πρῶτον μὲν οὐκ εὐθὺς τῆς γνώσεως γενομένης ἐπράττετο τὴν ἐγγύην;
もし本当に私がパルメノンの保証人であったなら、なぜ彼は、第一に、裁定が下された直後に保証の履行を求めなかったのでしょうか。