§9τὸν μὲν τρόπον τοῦτον ἀπήλλαξεν τοὺς χρήστας Ἀπατούριος οὑτοσί.
このようにして、このアパトゥリオスは債権者たちを退けました。
οὐ πολλῷ δὲ χρόνῳ μετὰ ταῦτα τῆς τραπέζης ἀνασκευασθείσης, καὶ τοῦ Ἡρακλείδου κατʼ ἀρχὰς κεκρυμμένου, ἐπιβουλεύει οὑτοσὶ τούς τε παῖδας ἐκπέμψαι Ἀθήνηθεν καὶ τὴν ναῦν ἐξορμίσαι ἐκ τοῦ λιμένος.
それから間もなくして、銀行が破綻し、ヘラクレデスが当初身を隠したとき、この男は奴隷たちをアテナイから送り出し、船を港から出港させようと企てました。
ὅθεν ἐμοὶ πρὸς τοῦτον ἡ πρώτη διαφορὰ ἐγένετο.
ここから、私とこの男との最初の不和が生じたのです。
αἰσθόμενος γὰρ ὁ Παρμένων ἐξαγομένων τῶν παίδων ἐπιλαμβάνεται καὶ τὴν ναῦν κατεκώλυσεν αὐτὸν ἐξορμίζειν, καὶ μεταπεμψάμενος ἐμὲ λέγει τὸ πρᾶγμα.
というのも、パルメノンは奴隷たちが連れ出されるのを察知して、彼らを差し押さえ、彼が船を出港させるのを阻止し、私を呼びにやってその出来事を告げたからです。
§10ὡς δʼ ἤκουσα, τοῦτον μὲν ἀνοσιώτατον ἡγησάμην εἶναι τῷ ἐπιχειρήματι, ἐσκοπούμην δὲ ὅπως αὐτός τε ἀπολυθήσομαι τῆς ἐγγύης τῆς ἐπὶ τὴν τράπεζαν, καὶ ὁ ξένος μὴ ἀπολεῖ ἃ διʼ ἐμοῦ τούτῳ ἐδάνεισεν.
これを聞いたとき、私はこの男の企てが極めて不届きなものであると考え、私自身が銀行に対する保証から解放され、かつ、あの異邦人が私を通じてこの男に貸し付けた金を失わないようにするにはどうすればよいかと思案しました。
καταστήσας δὲ φύλακας τῆς νεὼς διηγησάμην τοῖς ἐγγυηταῖς τῆς τραπέζης τὴν πρᾶξιν, καὶ παρέδωκα τὸ ἐνέχυρον, εἰπὼν αὐτοῖς ὅτι δέκα μναῖ ἐνείησαν τῷ ξένῳ ἐν τῇ νηί.
そこで私は船に見張りを置き、銀行の保証人たちに事の顛末を話し、その抵当物を彼らに引き渡し、船にはあの異邦人の十ムナが含まれているのだと彼らに告げました。
ταῦτα δὲ πράξας κατηγγύησα τοὺς παῖδας, ἵνʼ εἴ τις ἔνδεια γίγνοιτο, τὰ ἐλλείποντα ἐκ τῶν παίδων εἴη.
こうしておいて、私はさらに奴隷たちを差し押さえました。 もし不足が生じるようなら、その不足分が奴隷たちから賄われるようにするためです。
§11καὶ ἐγὼ μὲν ἐπειδὴ ἔλαβον τοῦτον ἀδικοῦντα, διωρθωσάμην ὑπὲρ ἐμαυτοῦ καὶ τοῦ ξένου· ὁ δʼ ὥσπερ ἀδικούμενος, ἀλλʼ οὐκ ἀδικῶν ἐμέμφετό μοι, καὶ ἠρώτα εἰ οὐχ ἱκανόν μοι εἴη αὐτῷ ἀπολυθῆναι τῆς ἐγγύης τῆς πρὸς τὴν τράπεζαν, ἀλλὰ καὶ ὑπὲρ τοῦ ἀργυρίου τοῦ Παρμένοντος τὴν ναῦν κατεγγυῶ καὶ τοὺς παῖδας, καὶ ὑπὲρ ἀνθρώπου φυγάδος ἀπεχθανοίμην αὑτῷ.
このようにして私は、この男が不正を行っているのを見つけたので、自分自身とあの異邦人のために事態を是正したのですが、この男は、自分が不正を行っているのではなく、不当な扱いを受けているかのように私を非難し、私にとって銀行への保証から解放されるだけで十分ではないのか、なぜパルメノンの金のためにまで船や奴隷を差し押さえ、亡命者にすぎない男のために自分との間に敵対関係を招くのか、と問うてきました。
§12ἐγὼ δὲ τὸν πιστεύοντα ἐμαυτῷ τοσούτῳ ἔφην ἧττον ἂν περιιδεῖν, ὅσῳ φυγὰς ὢν καὶ ἀτυχῶν ἠδικεῖτο ὑπὸ τούτου.
しかし私は、自分を信頼してくれている者を、彼が亡命者であり不幸な境遇にあってこの男から不当に扱われているだけに、なおさら見捨てるわけにはいかないと答えました。
πάντα δὲ ποιήσας καὶ εἰς πᾶσαν ἀπέχθειαν τούτῳ ἐλθών, μόλις εἰσέπραξα τὸ ἀργύριον, πραθείσης τῆς νεὼς τετταράκοντα μνῶν, ὅσουπερ ἡ θέσις ἦν.
そしてあらゆる手立てを尽くし、この男と完全に敵対するに至りながらも、私は、船がその担保額と同額の四十ムナで売却された後、辛うじてその金を回収しました。
ἀποδοθεισῶν δὲ τῶν τριάκοντα μνῶν ἐπὶ τὴν τράπεζαν καὶ τῶν δέκα μνῶν τῷ Παρμένοντι, ἐναντίον πολλῶν μαρτύρων τάς τε συγγραφὰς ἀνειλόμεθα, καθʼ ἃς ἐδανείσθη τὰ χρήματα, καὶ τῶν συναλλαγμάτων ἀφεῖμεν καὶ ἀπηλλάξαμεν ἀλλήλους, ὥστε μήτε τούτῳ πρὸς ἐμὲ μήτʼ ἐμοὶ πρὸς τοῦτον πρᾶγμα εἶναι μηδέν.
そして、三十ムナが銀行に、十ムナがパルメノンに返還された際、多くの証人の前で、私たちは資金が借り入れられた際の契約書を破棄し、取引に関するすべての請求から相互に免除・和解し合いました。 それは、彼が私に対して、また私が彼に対して、いかなる関わりも一切持たないようにするためでした。
καὶ ὡς ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτυριῶν.
そして私が真実を述べていることを示すために、証言をお聞きください。
ΜΑΡΤΥΡΙΑΙ. §13μετὰ ταῦτα τοίνυν ἐμοὶ μὲν οὔτε μεῖζον οὔτε ἔλαττον πρὸς αὐτὸν συμβόλαιον γέγονεν·
ΜΑΡΤΥΡΙΑΙ. さて、この後、私と彼との間には、大なり小なりいかなる契約も生じませんでした。
ὁ δὲ Παρμένων ἐδικάζετο τούτῳ τῶν τε πληγῶν ὧν ἔλαβεν ὑπὸ τούτου, ὅτε τῶν παίδων ἐξαγομένων ἐπελάβετο, καὶ ὅτι τοῦ εἰς Σικελίαν πλοῦ διὰ τοῦτον κατεκωλύθη.
しかしパルメノンは、奴隷たちが連れ出されるのを差し押さえた際、この男から受けた殴打について、またこの男のためにシケリアへの航海を妨げられたことについて、この男を訴えました。
ἐνεστηκυίας δὲ τῆς δίκης δίδωσιν ὁ Παρμένων ὅρκον τούτῳ περί τινων ἐγκλημάτων, καὶ οὗτος ἐδέξατο, ἐπιδιαθέμενος ἀργύριον, ἐὰν μὴ ὀμόσῃ τὸν ὅρκον.
その訴訟が係属している間、パルメノンは特定の告発事項について彼に誓誓を提示し、この男は、もしその誓いを立てないならば金を没収されるという条件で、その誓いを受け入れました。
καὶ ὅτι ἀληθῆ λέγω, λαβέ μοι τὴν μαρτυρίαν.
そして私が真実を述べていることを示すために、証言を読み上げさせてください。
ΜΑΡΤΥΡΙΑ. §14δεξάμενος τοίνυν τὸν ὅρκον, εἰδὼς ὅτι πολλοὶ αὑτῷ συνείσονται ἐπιορκήσαντι, ἐπὶ μὲν τὸ ὀμόσαι οὐκ ἀπήντα, ὡς δὲ δίκῃ λύσων τὸν ὅρκον προσκαλεῖται τὸν Παρμένοντα.
ΜΑΡΤΥΡΙΑ. さて、彼はその誓誓を受け入れたものの、偽証をすれば多くの人がそれを知るだろうと自覚していたため、誓いを立てるためには出頭せず、裁判によって誓誓を無効にしようとするかのように、パルメノンを告発しました。
ἐνεστηκυιῶν δʼ αὐτοῖς τῶν δικῶν πεισθέντες ὑπὸ τῶν παρόντων εἰς ἐπιτροπὴν ἔρχονται, καὶ γράψαντες συνθήκας ἐπιτρέπουσιν ἑνὶ μὲν διαιτητῇ κοινῷ Φωκρίτῳ πολίτῃ αὑτῶν, ἕνα δʼ ἑκάτερος παρεκαθίσατο, οὗτος μὲν Ἀριστοκλέα Ὀῆθεν, ὁ δὲ Παρμένων ἐμέ.
彼らの間で訴訟が係属していたとき、その場に居合わせた人々の説得を受け入れて、彼らは仲裁に合意し、契約書を作成した上で、一人の共同仲裁人、すなわち彼らの同郷人であるポクリトスにその審判を委ね、さらに各自が一人ずつ補佐人を隣席させました。 この男はオエ区のアリストクレスを、パルメノンは私を指名しました。
§15καὶ συνέθεντο ἐν ταῖς συνθήκαις, εἰ μὲν τρεῖς ὄντες ὁμογνώμονες γενοίμεθα, ταῦτα κύρια εἶναι αὑτοῖς, εἰ δὲ μή, οἷς οἱ δύο γνοίησαν, τούτοις ἐπάναγκες εἶναι ἐμμένειν.
そして彼らは契約書の中で、もし私たち三人全員の意見が一致した場合には、それが彼らに効力を持つものとし、一致しない場合には、二人が決定したことに従う義務を負う、と合意しました。
συνθέμενοι δὲ ταῦτα, ἐγγυητὰς τούτων ἀλλήλοις κατέστησαν, οὗτος μὲν ἐκείνῳ τὸν Ἀριστοκλέα, ὁ δὲ Παρμένων τούτῳ Ἄρχιππον Μυρρινούσιον.
このように合意した上で、彼らはその合意事項の履行について互いに保証人を立てました。
καὶ τὸ μὲν πρῶτον ἐτίθεντο τὰς συνθήκας παρὰ τῷ Φωκρίτῳ, εἶτα κελεύσαντος τοῦ Φωκρίτου παρʼ ἄλλῳ τινὶ θέσθαι, τίθενται παρὰ τῷ Ἀριστοκλεῖ.
この男はパルメノンに対してアリストクレスを、パルメノンはこの男に対してミュリヌス区のアルキッポスを立てました。
καὶ ὡς ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτυριῶν.
そして最初はポクリトスのところに契約書を預けましたが、その後、ポクリトスが他の誰かのところに預けるよう勧めたため、アリストクレスのところに預けました。 そして私が真実を述べていることを示すために、証言をお聞きください。
ΜΑΡΤΥΡΙΑΙ.
ΜΑΡΤΥΡΙΑΙ.