§24οὐ γὰρ δὴ τοῦτό γʼ αὐτῷ ἔνι εἰπεῖν, ὡς διὰ τὴν πρὸς ἐμὲ φιλίαν ὤκνει μοι ἀπεχθέσθαι.
彼には実に、「私に対する友情のゆえに、私に嫌われるのを躊躇した」などと言う余地はありません。
αὐτὸς γὰρ εἰσεπέπρακτο ὑπʼ ἐμοῦ πρὸς ἔχθραν τὰς χιλίας δραχμὰς τὰς τοῦ Παρμένοντος, καὶ ὅτʼ ἐξώρμιζε τὴν ναῦν ἐπιβουλεύων ἀποδρᾶναι καὶ ἀποστερῆσαι τὸ ἐπὶ τὴν τράπεζαν χρέως, ἐκωλύθη ὑπʼ ἐμοῦ.
というのも、彼自身、パルメノンの千ドラクマを私によって敵対的に回収されており、また彼が出港しようとして逃亡し、銀行に対する債務を免れようと企てていたとき、私によって阻止されたからです。
ὥστε εἰ ἦν ἠγγυημένος ἐγὼ τὸν Παρμένοντα, οὐκ ἂν τρίτῳ ἔτει ὕστερον, ἀλλʼ εὐθὺς τότε εἰσέπραττεν ἄν με τὴν ἐγγύην.
したがって、もし私がパルメノンの保証人になっていたなら、彼は三年後になってではなく、まさにそのとき直ちに私に保証の履行を請求したでしょう。
§25ἀλλὰ νὴ Δία εὐπόρως διέκειτο, ὥστʼ ἐνεδέχετο αὐτῷ καὶ ὕστερον ἐπʼ ἐμὲ ἐλθεῖν, τότε δʼ ἀσχόλως εἶχεν περὶ ἀναγωγὴν ὤν.
しかし、ゼウスにかけて、彼は裕福であったから、後から私のところに請求に来てもよかったのであり、あのときは出航の準備で忙しかったのだ、とでも言うのでしょうか。
ἀλλὰ διʼ ἀπορίαν ἐξειστήκει τῶν ἑαυτοῦ καὶ τὴν ναῦν ἐπεπράκει.
しかし、彼は困窮のあまり、自分の財産を失い、船をも売却していたのです。
εἰ δʼ ἄρα ἐμποδών τι αὐτῷ ἐγένετο τοῦ μὴ εὐθὺς τότε δικάσασθαι, διὰ τί πέρυσιν ἐπιδημῶν, μὴ ὅτι δικάσασθαι, ἀλλʼ οὐδʼ ἐγκαλέσαι μοι ἐτόλμησεν;
それに、もし当時直ちに訴訟を起こすのに何らかの障害があったのだとしても、昨年彼が滞在していたときに、訴訟を起こすことはおろか、私に要求することさえ、なぜあえてしなかったのでしょうか。
καίτοι προσῆκεν, εἰ ὁ μὲν Παρμένων ὠφλήκει αὐτῷ τὴν δίκην, ἐγὼ δὲ ἐγγυητὴς ἦν, προσελθεῖν αὐτόν μοι ἔχοντα μάρτυρας καὶ ἀπαιτῆσαι τὴν ἐγγύην, εἰ μὴ προπέρυσιν, ἐν τῷ ἐξελθόντι ἐνιαυτῷ·
しかし、もしパルメノンが彼に対して裁判に敗れ、私が保証人であったなら、一昨年でないにしても、少なくとも去った年に、彼は証人を伴って私のところに来て保証の履行を要求し、もし私が支払うならそれを受け取り、そうでないなら訴訟を起こすのが当然でした。
καὶ εἰ μὲν αὐτῷ ἀπεδίδουν, κομίσασθαι, εἰ δὲ μή, δικάζεσθαι.
というのも、このような請求においては、誰もが訴訟を起こす前にまず要求を行うからです。
§26τῶν γὰρ τοιούτων ἐγκλημάτων πρότερον τὰς ἀπαιτήσεις ποιοῦνται ἅπαντες ἢ δικάζονται. οὐκ ἔστιν τοίνυν ὅστις μαρτυρήσει παραγενέσθαι, ὅπου οὗτος ἢ πέρυσιν ἢ προπέρυσιν ἐδικάσατό μοι ἢ λόγον ὁντινοῦν ἐποιήσατο πρὸς ἐμὲ περὶ ὧν νυνί μοι δικάζεται.
それゆえ、この男が昨年あるいは一昨年に、私に対して訴訟を起こしたか、あるいは現在私を訴えている事柄について何らかの交渉を私に持ちかけた際に、そこに立ち会っていたと証言できる者は一人もいません。
ὅτι δʼ ἐπεδήμει πέρυσιν, ὅτε αἱ δίκαι ἦσαν, λαβέ μοι τὴν μαρτυρίαν.
そして、訴訟が行われていた昨年、彼が当地に滞在していたことについて、証言をお取りください。
ΜΑΡΤΥΡΙΑ. §27λαβὲ δή μοι καὶ τὸν νόμον, ὃς κελεύει τὰς ἐγγύας ἐπετείους εἶναι.
[ΜΑΡΤΥΡΙΑ] 保証債務は一年間有効と定めている法律をもお取りください。
καὶ οὐκ ἰσχυρίζομαι τῷ νόμῳ, ὡς οὐ δεῖ με δίκην δοῦναι εἰ ἠγγυησάμην, ἀλλὰ μάρτυρά μοί φημι τὸν νόμον εἶναι τοῦ μὴ ἐγγυήσασθαι καὶ αὐτὸν τοῦτον·
私は、自分がもし保証人になっていたなら責任を免れるべきだ、と主張するためにこの法律を盾に取っているのではありません。 そうではなく、この法律、そしてまさにこの男自身が、私が保証人にならなかったことの証拠であると主張しているのです。
ἐδεδίκαστο γὰρ ἄν μοι τῆς ἐγγύης ἐν τῷ χρόνῳ τῷ ἐν τῷ νόμῳ γεγραμμένῳ.
なぜなら、もしそうであったなら、彼は法律に定められた期間内に、保証に関して私を訴えていたはずだからです。
ΝΟΜΟΣ. §28γενέσθω τοίνυν καὶ τοῦτο ὑμῖν τεκμήριον τοῦ ψεύδεσθαι Ἀπατούριον·
[ΝΟΜΟΣ] それゆえ、これもまたアパトゥリオスが嘘をついていることの証拠としてください。
εἰ γὰρ ἠγγυησάμην ἐγὼ τούτῳ τὸν Παρμένοντα, οὐκ ἔστιν ὅπως τούτῳ μὲν ὑπὲρ ἐκείνου ἀπηχθόμην, πρόνοιαν ποιούμενος ὅπως μὴ ἀπολεῖ ἃ διʼ ἐμοῦ τούτῳ συνέβαλεν, αὐτὸς δʼ ἐμαυτὸν περιεῖδον ἂν ὑπʼ ἐκείνου πρὸς τοῦτον ἐν ἐγγύῃ καταλειπόμενον.
というのも、もし私がこの男に対してパルメノンの保証人になっていたとするなら、パルメノンが私の仲介によってこの男に貸し付けたものを失わずに済むよう私が配慮し、そのために私がこの男から恨まれる一方で、パルメノンによって私がこの男に対する保証人としての義務を負わされたまま放置されるのを、私自身が黙って見過ごすなどということは、決してあり得ないからです。
τίνα γὰρ ἐλπίδα ἔσχον τοῦτον ἀποσχήσεσθαί μου, ὃν αὐτὸς ἠναγκάκειν ἐκείνῳ τὰ δίκαια ποιῆσαι;
というのも、私が自ら彼に正当な義務を果たすよう強制した相手であるこの男が、私を容赦してくれるなどというどんな希望を私が抱けたでしょうか。
καὶ τὴν ἐγγύην αὐτὸν εἰσπράξας τὴν πρὸς τὴν τράπεζαν πρὸς ἀπέχθειαν, τί προσεδόκων ὑπὸ τούτου αὐτὸς πείσεσθαι;
また、彼から恨まれながら、銀行に対する保証金を彼から取り立てた私自身が、彼からどのような扱いを受けると予想したでしょうか。
§29ἄξιον τοίνυν καὶ τοῦτʼ ἐνθυμηθῆναι, ὦ ἄνδρες δικασταί, ὅτι οὐκ ἄν ποτε ἔξαρνος ἐγενόμην, εἰ ἠγγυήμην·
裁判員の方々、さらにこのことを考慮するのも有意義です。 すなわち、もし私が保証人になっていたなら、決してそれを否認することはなかっただろう、ということです。
πολὺ γὰρ ὁ λόγος ἦν μοι ἰσχυρότερος ὁμολογοῦντι τὴν ἐγγύην ἐπὶ τὰς συνθήκας ἰέναι, καθʼ ἃς ἡ ἐπιτροπὴ ἐγένετο.
なぜなら、もし保証人であったことを認めつつ、仲裁が委ねられた根拠である契約書に依拠する方が、私にとって圧倒的に強い主張ができたからです。
ὅτι μὲν γὰρ τρισὶν ἐπετράπη διαιτηταῖς, μεμαρτύρηται ὑμῖν·
というのも、三人の仲裁人に委ねられたことは、すでに皆様に証言されている通りです。
ὁπότε δὲ μὴ ἔγνωσται ὑπὸ τῶν τριῶν, τί βουλόμενος ἠρνούμην ἂν τὴν ἐγγύην;
そして、三人による裁定が下されていない以上、何の目的で私が保証を否定したでしょうか。
μὴ γὰρ γενομένης τῆς γνώσεως κατὰ τὰς συνθήκας, οὐδʼ ἂν ἐγὼ τῆς ἐγγύης ὑπόδικος ἦν.
なぜなら、契約書に従った裁定がなされなかった以上、私は保証に基づいて責任を問われることもなかったからです。
ὥστε οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, παραλιπὼν τὴν οὖσάν μοι ἀπολογίαν, εἰ ἠγγυησάμην, ἐπὶ τὸ ἀρνεῖσθαι ἦλθον.
したがって、裁判員の方々、もし私が保証人になっていたなら、手元にあるこの強力な弁護を捨てて、否認するという手段に出ることは決してなかったでしょう。
§30ἀλλὰ μὴν καὶ τοῦτο μεμαρτύρηται ὑμῖν, ὅτι ἐπειδὴ ἠφανίσθησαν αἱ συνθῆκαι ὑπὸ τούτων, ἐζήτουν ἑτέρας γράφεσθαι οὗτος καὶ ὁ Παρμένων, ὡς ἀκύρων ὄντων αὐτοῖς τῶν πρότερον ὡμολογημένων.
さらに、これら(の者たち)によって契約書が紛失させられた際、以前の合意事項が彼らにとって無効となったものとして、この男とパルメノンが新たな契約書を作成しようと試みたことも、皆様に証言されています。
καίτοι ὁπότε περὶ τῆς μελλούσης γνώσεως γενήσεσθαι ἑτέρας ἐνεχείρουν συνθήκας γράφεσθαι, ἐπειδὴ αἱ ὑπάρχουσαι ἀπώλοντο, πῶς ἐνῆν μὴ γραφεισῶν συνθηκῶν ἑτέρων ἢ δίαιταν γενέσθαι ἢ ἐγγύην;
しかしながら、既存の契約書が失われたために、彼らが今後なされるべき裁定について新たな契約書を作成しようとしていたとき、別の契約書が作成されなかったのに、どうして仲裁や保証が存在し得たでしょうか。
περὶ αὐτοῦ γὰρ τούτου διενεχθέντες οὐκ ἔγραψαν ἕτερα γράμματα, ὁ μὲν ἀξιῶν ἕνα διαιτητὴν αὑτῷ εἶναι, ὁ δὲ τρεῖς.
というのも、まさにこの点をめぐって意見が対立したために、彼らは新たな文書を作成しなかったのであり、この男は自分の一人の仲裁人を要求し、他方は三人全員を要求したからです。
ὁπότε δὲ αἱ μὲν ἐξ ἀρχῆς συνθῆκαι ἠφανίσθησαν, καθʼ ἃς ἐμέ φησιν γενέσθαι ἐγγυητήν, ἕτεραι δὲ μὴ ἐγράφησαν, πῶς ὀρθῶς ἂν ἐμοὶ δικάζοιτο, καθʼ οὗ μὴ ἔχει παρασχέσθαι συνθήκας;
そして、私が保証人になったと彼が主張する根拠である当初の契約書が紛失し、新たな契約書も作成されなかった以上、私に対して提示すべき契約書を持っていない彼が、どうして正当に私を訴えることができるでしょうか。