Humanitext Reader

狄摩西尼 · 控诉阿帕图里乌斯 §16-23

不公正的仲裁裁决与对担保人指控的反驳

第 3 段,共 5 段 · 希腊语

内容简介

原告解释了阿帕图里奥斯与阿里斯托克莱斯如何串通销毁仲裁协议,并趁帕尔农遭遇灾难离开雅典之际,由阿里斯托克莱斯独自做出不公正的缺席裁决。随后,原告开始基于实际保证人的身份以及时间经过的证据,反驳自己是帕尔农保证人的指控。

§16ὅτι μὲν ἐτέθησαν αἱ συνθῆκαι παρὰ Ἀριστοκλεῖ καὶ ἡ ἐπιτροπὴ ἐγένετο Φωκρίτῳ καὶ Ἀριστοκλεῖ καὶ ἐμοί, οἱ εἰδότες ταῦτα μεμαρτυρήκασιν ὑμῖν.
协议存放在阿里斯托克莱斯处,且仲裁委托给福克里托斯、阿里斯托克莱斯和我,了解这些事实的人已经向你们证实了。
δέομαι δέ, ὦ ἄνδρες δικασταί, τὰ μετὰ ταῦτα πραχθέντα ἀκοῦσαί μου· ἐντεῦθεν γὰρ ἔσται φανερὸν ὑμῖν, ὅτι συκοφαντοῦμαι ὑπὸ τουτουὶ Ἀπατουρίου.
陪审员们,我恳请你们听我陈述此后发生的事情;因为由此你们将清楚地看到,我正受到这个阿帕图里奥斯的恶意诬告。
ἐπειδὴ γὰρ ᾔσθετο ὁμογνώμονας ὄντας ἐμὲ καὶ τὸν Φώκριτον καὶ ἔγνω καταδιαιτήσοντας ἡμᾶς ἑαυτοῦ, λῦσαι βουλόμενος τὴν ἐπιτροπήν, διαφθεῖραι τὰς συνθήκας ἐπεχείρησε μετὰ τοῦ ἔχοντος αὐτάς.
因为当他察觉到我和福克里托斯意见一致,并知道我们将做出对他不利的仲裁决定时,他企图取消仲裁,并与保存协议的人串通,企图销毁协议。
§17καὶ ἦλθεν ἐπὶ τὸ ἀμφισβητεῖν ὡς αὑτῷ διαιτητὴς εἴη ὁ Ἀριστοκλῆς, τὸν δὲ Φώκριτον καὶ ἐμὲ οὐδενὸς κυρίους ἔφησεν εἶναι ἀλλʼ ἢ τοῦ διαλῦσαι.
他甚至声称阿里斯托克莱斯是他唯一的仲裁人,并声称福克里托斯和我除了调解之外没有任何权力。
ἀγανακτήσας δὴ τῷ λόγῳ ὁ Παρμένων ἠξίου τὸν Ἀριστοκλέα ἐκφέρειν τὰς συνθήκας, οὐ πόρρω φάσκων εἶναι τὸν ἔλεγχον, εἴ τι κακουργοῖτο περὶ τὰ γράμματα· γεγραφέναι γὰρ αὐτὰ οἰκέτην ἑαυτοῦ.
帕尔农对此说法感到愤怒,要求阿里斯托克莱斯出示协议,并说如果文字上有什么做手脚的地方,验证并不遥远;因为那是由他自己的仆人书写的。
§18ὁμολογήσας δὲ ἐξοίσειν τὰς συνθήκας ὁ Ἀριστοκλῆς ἐμφανεῖς μὲν οὔπω καὶ τήμερον ἐνήνοχεν, εἰς δὲ τὴν ἡμέραν τὴν συγκειμένην ἀπαντήσας εἰς τὸ Ἡφαιστεῖον, προὐφασίζετο ὡς ὁ παῖς περιμένων αὑτὸν ἀπολωλεκὼς εἴη τὸ γραμματεῖον καθεύδων.
虽然阿里斯托克莱斯同意出示协议,但直到今天他也没有将其公开,而在约定的日子在赫菲斯托斯神庙会面时,他托词说,等候他的仆人在睡觉时把写字板弄丢了。
ὁ δὲ ταῦτα κατασκευάζων ἦν Ἐρυξίας ὁ ἰατρὸς ὁ ἐκ Πειραιῶς, οἰκείως ἔχων τῷ Ἀριστοκλεῖ· ὅσπερ καὶ ἐμοὶ τοῦ ἀγῶνος αἴτιός ἐστιν, διαφόρως ἔχων.
策划这一切的是来自比雷埃夫斯的医生埃里克西亚斯,他与阿里斯托克莱斯关系亲密;他也是我这场诉讼的起因,因为他与我不和。
καὶ ὡς ἐσκήψατο ἀπολωλέναι ὁ Ἀριστοκλῆς, ἀκούσατε τῶν μαρτυριῶν.
为了证明阿里斯托克莱斯托词丢失,请听证言。
ΜΑΡΤΥΡΙΑΙ. §19ἐντεῦθεν τοίνυν τὸ μὲν τῆς ἐπιτροπῆς ἐλέλυτο, ἠφανισμένων τῶν συνθηκῶν καὶ τῶν διαιτητῶν ἀντιλεγομένων·
[证言]于是,由于协议消失,仲裁人们意见不一,仲裁便被取消了。
ἐπιχειροῦντες δὲ γράφειν ἑτέρας συνθήκας περὶ τούτων διηνέχθησαν, οὗτος μὲν ἀξιῶν τὸν Ἀριστοκλέα, ὁ δὲ Παρμένων τοὺς τρεῖς, οἷσπερ καὶ ἐξ ἀρχῆς ἡ ἐπιτροπὴ ἐγένετο.
在企图就这些事情写下另一份协议时,他们产生了分歧,此人要求由阿里斯托克莱斯一人仲裁,而帕尔农则要求由起初就委托的三个仲裁人共同仲裁。
οὐ γραφεισῶν δʼ ἑτέρων συνθηκῶν, τῶν δὲ ἐξ ἀρχῆς ἀφανισθεισῶν, εἰς τοῦτʼ ἦλθεν ἀναιδείας ὁ ἠφανικὼς τὰς συνθήκας, ὥστε εἷς ὢν ἀποφανεῖσθαι ἔφη τὴν δίαιταν.
在没有写下其他协议、而起初的协议又已消失的情况下,那个使协议消失的人竟然厚颜无耻到这种地步,声称他将独自宣布仲裁裁决。
παρακαλέσας δὲ ὁ Παρμένων μάρτυρας ἀπεῖπεν τῷ Ἀριστοκλεῖ μὴ ἀποφαίνεσθαι παρὰ τὰς συνθήκας καθʼ αὑτοῦ ἄνευ τῶν συνδιαιτητῶν.
帕尔农召来证人,禁止阿里斯托克莱斯在没有共同仲裁人的情况下,违反协议独自做出对他不利的裁决。
καὶ ὧν ἐναντίον ἀπεῖπεν, ἀκούσατε τῆς μαρτυρίας. ΜΑΡΤΥΡΙΑ.
请听在他面前禁止此事的证言。
§20μετὰ ταῦτα τοίνυν τῷ Παρμένοντι συνέβη συμφορὰ δεινή, ὦ ἄνδρες δικασταί.
[证言]陪审员们,在此之后,帕尔农遭遇了可怕的灾难。
οἰκοῦντος γὰρ αὐτοῦ ἐν Ὀφρυνείῳ διὰ τὴν οἴκοθεν φυγήν, ὅτε ὁ σεισμὸς ἐγένετο ὁ περὶ Χερρόνησον, συμπεσούσης αὐτῷ τῆς οἰκίας ἀπώλοντο ἡ γυνὴ καὶ οἱ παῖδες.
当他因从家乡流亡而居住在奥弗里内翁时,赫索尼索斯附近发生了地震,他的房屋倒塌,妻子和孩子们不幸遇难。
καὶ ὁ μὲν πυθόμενος τὴν συμφορὰν ᾤχετο ἐνθένδε ἀποπλέων· ὁ δὲ Ἀριστοκλῆς, διαμαρτυραμένου τοῦ ἀνθρώπου ἐναντίον μαρτύρων μὴ ἀποφαίνεσθαι καθʼ αὑτοῦ ἄνευ τῶν συνδιαιτητῶν, ἀποδημήσαντος τοῦ ἀνθρώπου διὰ τὴν συμφορὰν ἐρήμην κατʼ αὐτοῦ ἀπεφήνατο τὴν δίαιταν.
他听闻这一灾难后,便乘船离开此地;然而,尽管帕尔农曾在证人面前严厉警告,禁止他在没有共同仲裁人的情况下做出对他不利的裁决,阿里斯托克莱斯却在帕尔农因灾难出国期间,对他做出了缺席的仲裁裁决。
§21καὶ ἐγὼ μὲν καὶ ὁ Φώκριτος ἐν ταῖς αὐταῖς συνθήκαις γεγραμμένοι, ὅτι ἠμφεσβήτησεν οὗτος μὴ εἶναι ἡμᾶς διαιτητὰς αὑτῷ, ἐφύγομεν τὸ διαιτῆσαι· ὁ δὲ οὐ μόνον ἀμφισβητηθείς, ἀλλὰ καὶ ἀπορρηθὲν αὐτῷ, οὐδὲν ἧττον τὴν ἀπόφασιν ἐποιήσατο.
我和福克里托斯虽然被写在同一份协议中,但因为此人异议说我们不是他的仲裁人,我们便避免了进行仲裁;然而,他不仅被提出异议,而且被明令禁止,却依然做出了裁决。
ὃ οὔτε ὑμῶν οὔτε τῶν ἄλλων Ἀθηναίων ὑπομείναι ἂν ποιῆσαι οὐδείς.
这是你们中任何人都不会容忍去做,也是其他任何雅典人都不会容忍做的事情。
§22ἃ μὲν οὖν περὶ τὴν ἀφάνισιν τῶν συνθηκῶν καὶ περὶ τὴν γνῶσιν τῆς διαίτης Ἀπατουρίῳ καὶ τῷ διαιτητῇ πέπρακται, ἐάν ποτε σωθῇ ὁ ἠδικημένος, δίκην παρʼ αὐτῶν λήψεται·
至于阿帕图里奥斯和仲裁人在协议消失以及仲裁决定上所做的事情,如果受害者能平安归来,他自然会向他们追讨公道。
ἐπειδὴ δʼ εἰς τοῦτο ἐλήλυθεν Ἀπατούριος ἀναιδείας, ὥστε κἀμοὶ δικάζεται, ἐπιφέρων αἰτίαν ὡς ἀνεδεξάμην ἐκτείσειν, εἴ τι καταγνωσθείη τοῦ Παρμένοντος, καί φησιν ἐγγραφῆναι εἰς τὰς συνθήκας ἐμὲ ἐγγυητήν, ὥσπερ προσήκει τοιαύτην αἰτίαν ἀπολύσασθαι, πρῶτον μὲν ὑμῖν μάρτυρας παρασχήσομαι ὡς οὐκ ἠγγυησάμην ἐγὼ τὸν Παρμένοντα, ἀλλʼ Ἄρχιππος Μυρρινούσιος, ἔπειτα πειράσομαι καὶ ἐκ τεκμηρίων τὴν ἀπολογίαν ποιήσασθαι, ὦ ἄνδρες δικασταί.
但是,既然阿帕图里奥斯已经厚颜无耻到这种地步,以至于连我也起诉,指控说如果帕尔农被判处任何赔偿,我已承诺予以偿付,并声称我在协议中被登记为保证人;正如理应澄清此类指控一样,陪审员们,首先我将向你们提供证人,证明我没有为帕尔农作保,而是由米里努斯区的阿尔基波斯作保,然后我也将尝试通过推定来进行辩护。
§23πρῶτον μὲν οὖν τὸν χρόνον ἐμαυτῷ ἡγοῦμαι μάρτυρα εἶναι τοῦ μὴ ἀληθὲς τὸ ἔγκλημα εἶναι.
首先,我认为时间本身就是我的证人,证明指控并非真实。
ἡ μὲν γὰρ ἐπιτροπὴ τούτῳ πρὸς τὸν Παρμένοντα τρίτον ἔτος γέγονεν καὶ ἡ γνῶσις τοῦ Ἀριστοκλέους· αἱ δὲ λήξεις τοῖς ἐμπόροις τῶν δικῶν ἔμμηνοί εἰσιν ἀπὸ τοῦ βοηδρομιῶνος μέχρι τοῦ μουνιχιῶνος, ἵνα παραχρῆμα τῶν δικαίων τυχόντες ἀνάγωνται.
因为他与帕尔农之间的仲裁以及阿里斯托克莱斯的裁决发生在三年前;而商人的诉讼提起是每月进行的,从十一月到五月,以便他们能立即获得公正并出海。
εἰ δὴ τῇ ἀληθείᾳ ἐγγυητὴς ἦν τοῦ Παρμένοντος, διὰ τί πρῶτον μὲν οὐκ εὐθὺς τῆς γνώσεως γενομένης ἐπράττετο τὴν ἐγγύην;
如果我确实是帕尔农的保证人,为什么他首先没有在裁决做出后立即要求履行保证呢?

词汇与语法注释

  1. 16καταδιαιτήσοντας — 连用分词,为将来时主动语态,与宾格 ἡμᾶς 一致,在表示知觉的动词 ἔγνω 后作补充说明,表示对未来行为的预测(“知道我们将要做出不利的裁决”)。
  2. 19εἰς τοῦτʼ ἦλθεν ἀναιδείας — 指示代词宾格 τοῦτο 与表示性质或程度的部分属格 ἀναιδείας(厚颜无耻)相结合,用以表达极端的程度(“竟然厚颜无耻到这种地步”)。
  3. 21ἀπορρηθὲν αὐτῷ — 使用非人称动词的中性单数分词的宾格绝对(accusative absolute)句式,在此作让步状语(“虽然对他已被禁止”)。
  4. 23τρίτον ἔτος — 表示时间经过的宾格,意为“第三年”(即“三年前”)。使用序数词来表示从当前算起的年份。

引用这一段

狄摩西尼, 控诉阿帕图里乌斯 §16-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg033.humanitext-grc2:16-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。