- 底本
- Demosthenes. Orationes, Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg033.humanitext-grc2:16-23
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
アパトゥリオスとアリストクレスが共謀して仲裁契約書を破棄し、パルメノンが災難で不在の隙にアリストクレスが単独で不当な欠席判決を下した経緯を説明する。その後、原告は自分がパルメノンの保証人ではないことを、保証人の事実と時間の経過という証拠に基づいて反論し始める。
ὅτι μὲν ἐτέθησαν αἱ συνθῆκαι παρὰ Ἀριστοκλεῖ καὶ ἡ ἐπιτροπὴ ἐγένετο Φωκρίτῳ καὶ Ἀριστοκλεῖ καὶ ἐμοί, οἱ εἰδότες ταῦτα μεμαρτυρήκασιν ὑμῖν. δέομαι δέ, ὦ ἄνδρες δικασταί, τὰ μετὰ ταῦτα πραχθέντα ἀκοῦσαί μου· ἐντεῦθεν γὰρ ἔσται φανερὸν ὑμῖν, ὅτι συκοφαντοῦμαι ὑπὸ τουτουὶ Ἀπατουρίου. ἐπειδὴ γὰρ ᾔσθετο ὁμογνώμονας ὄντας ἐμὲ καὶ τὸν Φώκριτον καὶ ἔγνω καταδιαιτήσοντας1 ἡμᾶς ἑαυτοῦ, λῦσαι βουλόμενος τὴν ἐπιτροπήν, διαφθεῖραι τὰς συνθήκας ἐπεχείρησε μετὰ τοῦ ἔχοντος αὐτάς.
契約書がアリストクレスのもとに預けられ、仲裁がポクリトス、アリストクレス、そして私に委ねられたことは、これらの事情を知る者たちがすでに皆様に証言いたしました。裁判員の方々、私はこれ以降に行われたことをお聞きくださるようお願いいたします。というのも、ここから私がこのアパトゥリオスによって不当に訴えられていることが皆様に明らかになるからです。彼は、私とポクリトスの意見が一致していることを察知し、私たちが彼に不利な仲裁裁定を下すであろうことを知ると、仲裁を解消しようと望み、契約書を保管している者と共謀してそれを破棄しようと企てたのです。
καὶ ἦλθεν ἐπὶ τὸ ἀμφισβητεῖν ὡς αὑτῷ διαιτητὴς εἴη ὁ Ἀριστοκλῆς, τὸν δὲ Φώκριτον καὶ ἐμὲ οὐδενὸς κυρίους ἔφησεν εἶναι ἀλλʼ ἢ τοῦ διαλῦσαι. ἀγανακτήσας δὴ τῷ λόγῳ ὁ Παρμένων ἠξίου τὸν Ἀριστοκλέα ἐκφέρειν τὰς συνθήκας, οὐ πόρρω φάσκων εἶναι τὸν ἔλεγχον, εἴ τι κακουργοῖτο περὶ τὰ γράμματα· γεγραφέναι γὰρ αὐτὰ οἰκέτην ἑαυτοῦ.
そして彼は、自分にとっての仲裁人はアリストクレスのみであると主張するに至り、ポクリトスと私は和解をさせること以外にはいかなる権限も持たないと言い張りました。パルメノンはこの主張に憤慨し、もし文書に何らかの不正が加えられているならば、その真偽を確かめることは難しくないと主張して、アリストクレスに契約書を提示するよう求めました。その文書はパルメノンの召使いが書いたものだったからです。
ὁμολογήσας δὲ ἐξοίσειν τὰς συνθήκας ὁ Ἀριστοκλῆς ἐμφανεῖς μὲν οὔπω καὶ τήμερον ἐνήνοχεν, εἰς δὲ τὴν ἡμέραν τὴν συγκειμένην ἀπαντήσας εἰς τὸ Ἡφαιστεῖον, προὐφασίζετο ὡς ὁ παῖς περιμένων αὑτὸν ἀπολωλεκὼς εἴη τὸ γραμματεῖον καθεύδων. ὁ δὲ ταῦτα κατασκευάζων ἦν Ἐρυξίας ὁ ἰατρὸς ὁ ἐκ Πειραιῶς, οἰκείως ἔχων τῷ Ἀριστοκλεῖ· ὅσπερ καὶ ἐμοὶ τοῦ ἀγῶνος αἴτιός ἐστιν, διαφόρως ἔχων. καὶ ὡς ἐσκήψατο ἀπολωλέναι ὁ Ἀριστοκλῆς, ἀκούσατε τῶν μαρτυριῶν. ΜΑΡΤΥΡΙΑΙ. ἐντεῦθεν τοίνυν τὸ μὲν τῆς ἐπιτροπῆς ἐλέλυτο, ἠφανισμένων τῶν συνθηκῶν καὶ τῶν διαιτητῶν ἀντιλεγομένων· ἐπιχειροῦντες δὲ γράφειν ἑτέρας συνθήκας περὶ τούτων διηνέχθησαν, οὗτος μὲν ἀξιῶν τὸν Ἀριστοκλέα, ὁ δὲ Παρμένων τοὺς τρεῖς, οἷσπερ καὶ ἐξ ἀρχῆς ἡ ἐπιτροπὴ ἐγένετο. οὐ γραφεισῶν δʼ ἑτέρων συνθηκῶν, τῶν δὲ ἐξ ἀρχῆς ἀφανισθεισῶν, εἰς τοῦτʼ ἦλθεν ἀναιδείας2 ὁ ἠφανικὼς τὰς συνθήκας, ὥστε εἷς ὢν ἀποφανεῖσθαι ἔφη τὴν δίαιταν. παρακαλέσας δὲ ὁ Παρμένων μάρτυρας ἀπεῖπεν τῷ Ἀριστοκλεῖ μὴ ἀποφαίνεσθαι παρὰ τὰς συνθήκας καθʼ αὑτοῦ ἄνευ τῶν συνδιαιτητῶν. καὶ ὧν ἐναντίον ἀπεῖπεν, ἀκούσατε τῆς μαρτυρίας. ΜΑΡΤΥΡΙΑ. μετὰ ταῦτα τοίνυν τῷ Παρμένοντι συνέβη συμφορὰ δεινή, ὦ ἄνδρες δικασταί. οἰκοῦντος γὰρ αὐτοῦ ἐν Ὀφρυνείῳ διὰ τὴν οἴκοθεν φυγήν, ὅτε ὁ σεισμὸς ἐγένετο ὁ περὶ Χερρόνησον, συμπεσούσης αὐτῷ τῆς οἰκίας ἀπώλοντο ἡ γυνὴ καὶ οἱ παῖδες. καὶ ὁ μὲν πυθόμενος τὴν συμφορὰν ᾤχετο ἐνθένδε ἀποπλέων· ὁ δὲ Ἀριστοκλῆς, διαμαρτυραμένου τοῦ ἀνθρώπου ἐναντίον μαρτύρων μὴ ἀποφαίνεσθαι καθʼ αὑτοῦ ἄνευ τῶν συνδιαιτητῶν, ἀποδημήσαντος τοῦ ἀνθρώπου διὰ τὴν συμφορὰν ἐρήμην κατʼ αὐτοῦ ἀπεφήνατο τὴν δίαιταν.
アリストクレスは契約書を提示することに同意したものの、今日に至るまで提出しておらず、約束の日にヘファイストス神殿で出頭した際には、自分が待たせていた召使いが眠り込んでいる間に契約書を紛失してしまったと言い訳しました。これを仕組んだのは、ピレウスの医師で、アリストクレスと親しい間柄にあるエリュクシアスでした。彼は私と敵対関係にあり、この訴訟を私に引き起こした張本人でもあります。アリストクレスが紛失したと言い逃れたことについて、証言をお聞きください。[証言]こうして、契約書が紛失し、仲裁人たちの意見が対立したため、仲裁は解消されました。彼らはこれらについて別の契約書を作成しようと試みましたが、意見が対立しました。この男はアリストクレス一人を仲裁人とすることを求め、パルメノンは当初から仲裁が委ねられていた三人全員とすることを求めたからです。別の契約書は作成されず、当初の契約書は紛失したまま、契約書を紛失させた者は、信じがたいほどずうずうしくも、自分一人で仲裁裁定を下すと主張しました。パルメノンは証人たちを呼び寄せ、アリストクレスに対し、共同仲裁人なしに単独で契約書に反して自分に不利な裁定を下さぬよう警告しました。彼がどのような人々の前で警告したか、証言をお聞きください。[証言]裁判員の方々、その後、パルメノンに悲惨な災難が起こりました。祖国からの亡命のために彼がオフリュネイオンに居住していた際、ケルソネソス付近で地震が起こり、彼の家が倒壊して妻と子供たちが亡くなったのです。彼はこの災難を知ると、ここから船で立ち去ってしまいました。しかしアリストクレスは、パルメノンが証人たちの前で共同仲裁人なしに自分に不利な裁定を下さぬよう厳しく警告していたにもかかわらず、その男が災難のために旅立った隙に、彼に対して欠席のまま仲裁裁定を下したのです。
καὶ ἐγὼ μὲν καὶ ὁ Φώκριτος ἐν ταῖς αὐταῖς συνθήκαις γεγραμμένοι, ὅτι ἠμφεσβήτησεν οὗτος μὴ εἶναι ἡμᾶς διαιτητὰς αὑτῷ, ἐφύγομεν τὸ διαιτῆσαι· ὁ δὲ οὐ μόνον ἀμφισβητηθείς, ἀλλὰ καὶ ἀπορρηθὲν αὐτῷ,3 οὐδὲν ἧττον τὴν ἀπόφασιν ἐποιήσατο. ὃ οὔτε ὑμῶν οὔτε τῶν ἄλλων Ἀθηναίων ὑπομείναι ἂν ποιῆσαι οὐδείς.
私とポクリトスは同じ契約書に名前が記されていたものの、この男が、自分にとって私たちが仲裁人ではないと異議を唱えたため、仲裁を行うことを避けました。しかし彼は、異議を唱えられただけでなく、禁止されたにもかかわらず、それでも裁定を下したのです。このようなことは、皆様の誰も、また他のアテナイ人の誰一人として、行うのを容認しないでしょう。
ἃ μὲν οὖν περὶ τὴν ἀφάνισιν τῶν συνθηκῶν καὶ περὶ τὴν γνῶσιν τῆς διαίτης Ἀπατουρίῳ καὶ τῷ διαιτητῇ πέπρακται, ἐάν ποτε σωθῇ ὁ ἠδικημένος, δίκην παρʼ αὐτῶν λήψεται· ἐπειδὴ δʼ εἰς τοῦτο ἐλήλυθεν Ἀπατούριος ἀναιδείας, ὥστε κἀμοὶ δικάζεται, ἐπιφέρων αἰτίαν ὡς ἀνεδεξάμην ἐκτείσειν, εἴ τι καταγνωσθείη τοῦ Παρμένοντος, καί φησιν ἐγγραφῆναι εἰς τὰς συνθήκας ἐμὲ ἐγγυητήν, ὥσπερ προσήκει τοιαύτην αἰτίαν ἀπολύσασθαι, πρῶτον μὲν ὑμῖν μάρτυρας παρασχήσομαι ὡς οὐκ ἠγγυησάμην ἐγὼ τὸν Παρμένοντα, ἀλλʼ Ἄρχιππος Μυρρινούσιος, ἔπειτα πειράσομαι καὶ ἐκ τεκμηρίων τὴν ἀπολογίαν ποιήσασθαι, ὦ ἄνδρες δικασταί.
さて、契約書の紛失と仲裁裁定に関してアパトゥリオスと仲裁人が行ったことについては、不当な扱いを受けた男が生きて帰ることがあれば、彼らから罰を求めるでしょう。しかし、アパトゥリオスはこれほどまでにずうずうしくも、もしパルメノンに何らかの支払いが命じられたなら、私がそれを支払うと引き受けたと主張し、私が契約書に保証人として登録されていると言って、私を裁判に訴えるまでに至りました。このような容疑から私自身を解放するのが当然であるように、裁判員の方々、まずは私がパルメノンの保証人となったのではなく、ミュリヌス区のアルキッポスがなったのだという証人を皆様に提供し、その上で推測からも弁護を行いたいと思います。
πρῶτον μὲν οὖν τὸν χρόνον ἐμαυτῷ ἡγοῦμαι μάρτυρα εἶναι τοῦ μὴ ἀληθὲς τὸ ἔγκλημα εἶναι. ἡ μὲν γὰρ ἐπιτροπὴ τούτῳ πρὸς τὸν Παρμένοντα τρίτον ἔτος4 γέγονεν καὶ ἡ γνῶσις τοῦ Ἀριστοκλέους· αἱ δὲ λήξεις τοῖς ἐμπόροις τῶν δικῶν ἔμμηνοί εἰσιν ἀπὸ τοῦ βοηδρομιῶνος μέχρι τοῦ μουνιχιῶνος, ἵνα παραχρῆμα τῶν δικαίων τυχόντες ἀνάγωνται. εἰ δὴ τῇ ἀληθείᾳ ἐγγυητὴς ἦν τοῦ Παρμένοντος, διὰ τί πρῶτον μὲν οὐκ εὐθὺς τῆς γνώσεως γενομένης ἐπράττετο τὴν ἐγγύην;
まず第一に、時期そのものが、この告発が真実ではないことを示す私にとっての証人であると考えます。というのも、彼とパルメノンとの間の仲裁とアリストクレスの裁定が行われたのは3年前のことだからです。一方で、商人たちの裁判の提起はボエドロミオン月からムニキオン月までの毎月行われることになっており、それは彼らが直ちに正義を得て出帆できるようにするためです。もし本当に私がパルメノンの保証人であったなら、なぜ彼は、第一に、裁定が下された直後に保証の履行を求めなかったのでしょうか。
- 16καταδιαιτήσοντας
動詞 ἔγνω(認識を表す)の補語として、対格 ἡμᾶς に一致する未来能動態分詞。未来分詞が「〜するであろうこと」という未来の事態の認識を表している。
- 19εἰς τοῦτʼ ἦλθεν ἀναιδείας
指示代名詞の対格 τοῦτο と性質や程度を表す部分属格 ἀναιδείας(厚顔無恥)の組み合わせ。「これほどまでの厚顔無恥に至った」という極端な程度を表現する。
- 21ἀπορρηθὲν αὐτῷ
非人称動詞の中性対格分詞を用いた対格絶対(accusative absolute)構文。「彼に対して禁止されていたにもかかわらず」と譲歩的に解釈される。
- 23τρίτον ἔτος
時の経過を表す対格。「3年目(3年前)」を意味する。序数を用いた時の表現で、現在の時点から数えて3年目であることを示す。
