§9καὶ πάλιν ἡνίκα Πύδνα, Ποτείδαια, Μεθώνη, Παγασαί, τἄλλα, ἵνα μὴ καθʼ ἕκαστα λέγων διατρίβω, πολιορκούμενʼ ἀπηγγέλλετο, εἰ τότε τούτων ἑνὶ τῷ πρώτῳ προθύμως καὶ ὡς προσῆκεν ἐβοηθήσαμεν αὐτοί, ῥᾴονι καὶ πολὺ ταπεινοτέρῳ νῦν ἂν ἐχρώμεθα τῷ Φιλίππῳ.
そしてまた、ピュドナ、ポテイダイア、メトネ、パガサイ、その他が――個々に挙げて時間を費やさないように言えば――包囲されていると報告された時、もし当時、我々自身がこれらのうちの最初のものだけでも、熱意を抱き、ふさわしい仕方で救援していたならば、現在、より扱いやすく、はるかに腰の低いフィリッポスに対処していただろうに。
νῦν δὲ τὸ μὲν παρὸν ἀεὶ προϊέμενοι, τὰ δὲ μέλλοντʼ αὐτόματʼ οἰόμενοι σχήσειν καλῶς, ηὐξήσαμεν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππον ἡμεῖς καὶ κατεστήσαμεν τηλικοῦτον ἡλίκος οὐδείς πω βασιλεὺς γέγονεν Μακεδονίας.
だが実際には、現在の機会を常に手放し、未来のことは自然とうまくいくだろうと考えていたため、アテナイの諸君、我々自身がフィリッポスを強大にし、かつてマケドニアの王の誰もが達したことのないほどの地位に彼を据えてしまったのだ。
νυνὶ δὴ καιρὸς ἥκει τις, οὗτος ὁ τῶν Ὀλυνθίων, αὐτόματος τῇ πόλει, ὃς οὐδενός ἐστιν ἐλάττων τῶν προτέρων ἐκείνων.
そして今、オリュントス人たちのそれという、国家にとって自然に訪れた好機がやって来た。 これは、かつての上記のいかなる機会にも劣らないものである。
§10καὶ ἔμοιγε δοκεῖ τις ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιος λογιστὴς τῶν παρὰ τῶν θεῶν ἡμῖν ὑπηργμένων καταστάς, καίπερ οὐκ ἐχόντων ὡς δεῖ πολλῶν, ὅμως μεγάλην ἂν ἔχειν αὐτοῖς χάριν, εἰκότως·
そして、アテナイの諸君、私には、神々から我々に与えられた恵みの公正な計算人となる者が現れるなら、多くのことが望ましい状態にないにもかかわらず、それでも神々に大いに感謝するのが当然であると思われる。
τὸ μὲν γὰρ πόλλʼ ἀπολωλεκέναι κατὰ τὸν πόλεμον τῆς ἡμετέρας ἀμελείας ἄν τις θείη δικαίως, τὸ δὲ μήτε πάλαι τοῦτο πεπονθέναι πεφηνέναι τέ τινʼ ἡμῖν συμμαχίαν τούτων ἀντίρροπον, ἂν βουλώμεθα χρῆσθαι, τῆς παρʼ ἐκείνων εὐνοίας εὐεργέτημʼ ἂν ἔγωγε θείην.
というのも、戦争において多くのものを失ったことは、我々の怠慢のせいにされるのが当然であるのに対し、そのような被害をずっと昔に被ったわけではなく、もし我々がそれを利用しようとするならば、これらに対抗できる同盟が我々の前に現れたということは、私はそれを神々の側からの好意による恵みとみなすからである。
§11ἀλλʼ, οἶμαι, παρόμοιόν ἐστιν ὅπερ καὶ περὶ τῆς τῶν χρημάτων κτήσεως·
だが、私が思うに、それは財産の獲得についても同様である。
ἂν μὲν γάρ, ὅσʼ ἄν τις λάβῃ, καὶ σῴσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν, ἂν δʼ ἀναλώσας λάθῃ, συνανήλωσε καὶ τὸ μεμνῆσθαι.
なぜなら、手に入れたものをすべて保持し続けるなら、運命に対して大いに感謝するが、使い果たしていつの間にか失ってしまえば、覚えていることも一緒に失ってしまうからである。
καὶ περὶ τῶν πραγμάτων οὕτως οἱ μὴ χρησάμενοι τοῖς καιροῖς ὀρθῶς, οὐδʼ εἰ συνέβη τι παρὰ τῶν θεῶν χρηστὸν μνημονεύουσι·
事態に関しても同様であり、好機を正しく利用しなかった人々は、神々から何か良いことが与えられたとしても、それを記憶にとどめない。
πρὸς γὰρ τὸ τελευταῖον ἐκβὰν ἕκαστον τῶν πρὶν ὑπαρξάντων κρίνεται.
なぜなら、以前に存在した事柄のそれぞれは、最終的な結果に照らして判断されるからである。
διὸ καὶ σφόδρα δεῖ τῶν λοιπῶν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, φροντίσαι, ἵνα ταῦτʼ ἐπανορθωσάμενοι τὴν ἐπὶ τοῖς πεπραγμένοις ἀδοξίαν ἀποτριψώμεθα.
それゆえ、アテナイの諸君、諸君はこれからのことを強く心にかけねばならない。 それは、これらを正すことによって、これまでの行いに対する悪名を拭い去るためである。
§12εἰ δὲ προησόμεθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τούτους τοὺς ἀνθρώπους, εἶτʼ Ὄλυνθον ἐκεῖνος καταστρέψεται, φρασάτω τις ἐμοὶ τί τὸ κωλῦον ἔτʼ αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται.
アテナイの諸君、もし我々がこれらの人々をも見捨てるなら、そしてその後彼がオリュントスを征服するなら、彼が望むところへ進軍するのを防ぐものがこれ以上何があるか、誰か私に言ってほしい。
ἆρα λογίζεταί τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θεωρεῖ τὸν τρόπον διʼ ὃν μέγας γέγονεν ἀσθενὴς ὢν τὸ κατʼ ἀρχὰς Φίλιππος;
アテナイの諸君、諸君のうち誰か、最初は弱小であったフィリッポスが、いかなる方法によって強大になったかを考え、観察している者はいるだろうか。
τὸ πρῶτον Ἀμφίπολιν λαβών, μετὰ ταῦτα Πύδναν, πάλιν Ποτείδαιαν, Μεθώνην αὖθις, εἶτα Θετταλίας ἐπέβη·
まずアンフィポリスを奪い、その次にピュドナを、再びポテイダイアを、さらにメトネを、その後にテッサリアに足を踏み入れた。
§13μετὰ ταῦτα Φεράς, Παγασάς, Μαγνησίαν, πάνθʼ ὃν ἐβούλετʼ εὐτρεπίσας τρόπον ᾤχετʼ εἰς Θρᾴκην·
その後にフェライ、パガサイ、マグネシアを、自らの望むままの方法で手なずけ、トラキアへと去って行った。
εἶτʼ ἐκεῖ τοὺς μὲν ἐκβαλὼν τοὺς δὲ καταστήσας τῶν βασιλέων ἠσθένησε·
それからそこで、ある王たちを追放し、他の王たちを擁立した後に、病に倒れた。
πάλιν ῥᾴσας οὐκ ἐπὶ τὸ ῥᾳθυμεῖν ἀπέκλινεν, ἀλλʼ εὐθὺς Ὀλυνθίοις ἐπεχείρησεν.
再び快復すると、怠惰に流れることなく、直ちにオリュントス人たちへの攻撃に着手した。
τὰς δʼ ἐπʼ Ἰλλυριοὺς καὶ Παίονας αὐτοῦ καὶ πρὸς Ἀρύββαν καὶ ὅποι τις ἂν εἴποι παραλείπω στρατείας.
イリュリア人やパイオニア人、あるいはアリュッバスに対する彼の遠征、その他誰でも挙げうるような遠征については、私は省略する。
§14τί οὖν, ἄν τις εἴποι, ταῦτα λέγεις ἡμῖν νῦν;
「では、なぜお前は今これらのことを我々に語るのか」と誰かが言うかもしれない。
ἵνα γνῶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ αἴσθησθʼ ἀμφότερα, καὶ τὸ προΐεσθαι καθʼ ἕκαστον ἀεί τι τῶν πραγμάτων ὡς ἀλυσιτελές, καὶ τὴν φιλοπραγμοσύνην ᾗ χρῆται καὶ συζῇ Φίλιππος, ὑφʼ ἧς οὐκ ἔστιν ὅπως ἀγαπήσας τοῖς πεπραγμένοις ἡσυχίαν σχήσει.
アテナイの諸君、それは諸君が次の二つのことを知り、また感付くためである。 すなわち、事態の一つ一つを常に放棄していくことがいかに不利益であるかということ、そしてフィリッポスが従い、それと共に生きているあの多事奔走の精神であり、それのせいで、彼がこれまでの成果に甘んじて平穏を保つことなどあり得ないということである。
εἰ δʼ ὁ μὲν ὡς ἀεί τι μεῖζον τῶν ὑπαρχόντων δεῖ πράττειν ἐγνωκὼς ἔσται, ἡμεῖς δʼ ὡς οὐδενὸς ἀντιληπτέον ἐρρωμένως τῶν πραγμάτων, σκοπεῖσθʼ εἰς τί ποτʼ ἐλπὶς ταῦτα τελευτῆσαι.
もし彼が、常に現在の状態より大きな何かを成し遂げねばならないと決意しているのに対し、我々が、いかなる事態にも力強く対処しようとしないままでいるならば、これらが一体どこに行き着く見込みがあるか、よく考えてほしい。