§15πρὸς θεῶν, τίς οὕτως εὐήθης ἐστὶν ὑμῶν ὅστις ἀγνοεῖ τὸν ἐκεῖθεν πόλεμον δεῦρʼ ἥξοντα, ἂν ἀμελήσωμεν;
神々の名において、諸君のうち誰がそれほど愚かで、我々が怠慢であれば、あちらからの戦争がこちらへやって来ることを知らないでいられようか。
ἀλλὰ μήν, εἰ τοῦτο γενήσεται, δέδοικʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ τὸν αὐτὸν τρόπον ὥσπερ οἱ δανειζόμενοι ῥᾳδίως ἐπὶ τοῖς μεγάλοις μικρὸν εὐπορήσαντες χρόνον ὕστερον καὶ τῶν ἀρχαίων ἀπέστησαν, οὕτω καὶ ἡμεῖς ἐπὶ πολλῷ φανῶμεν ἐρρᾳθυμηκότες, καὶ ἅπαντα πρὸς ἡδονὴν ζητοῦντες πολλὰ καὶ χαλεπὰ ὧν οὐκ ἐβουλόμεθʼ ὕστερον εἰς ἀνάγκην ἔλθωμεν ποιεῖν, καὶ κινδυνεύσωμεν περὶ τῶν ἐν αὐτῇ τῇ χώρᾳ.
しかし、もしこれが現実となるなら、アテナイの諸君、私は恐れる。 高利で安易に金を借り、わずかな間は豊かになっても、後に元本さえも失ってしまう人々と同じように、我々も大きな代償を払って怠惰であったことが明らかになり、常に快楽ばかりを求めていたために、後に望まなかった多くの困難な事柄を強いられることになり、我が国そのものの存亡の危機にさらされることになるのではないかと。
§16τὸ μὲν οὖν ἐπιτιμᾶν ἴσως φήσαι τις ἂν ῥᾴδιον καὶ παντὸς εἶναι, τὸ δʼ ὑπὲρ τῶν παρόντων ὅ τι δεῖ πράττειν ἀποφαίνεσθαι, τοῦτʼ εἶναι συμβούλου.
非難することは、あるいは誰しも、容易であり誰にでもできることだと言うかもしれない。 しかし、現在の状況において何をすべきかを明確に示すこと、これこそが建策者の務めである。
ἐγὼ δʼ οὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὅτι πολλάκις ὑμεῖς οὐ τοὺς αἰτίους, ἀλλὰ τοὺς ὑστάτους περὶ τῶν πραγμάτων εἰπόντας ἐν ὀργῇ ποιεῖσθε, ἄν τι μὴ κατὰ γνώμην ἐκβῇ·
私は、アテナイの諸君、事態が期待通りにいかない場合、諸君がしばしば真の責任者ではなく、最後にその事柄について発言した者に怒りをぶつけるということを知らないわけではない。
οὐ μὴν οἶμαι δεῖν τὴν ἰδίαν ἀσφάλειαν σκοποῦνθʼ ὑποστείλασθαι περὶ ὧν ὑμῖν συμφέρειν ἡγοῦμαι.
しかしそれでも、私自身の安全を考慮して、諸君に益になると私が信じることについて、言葉を濁すべきではないと考える。
§17φημὶ δὴ διχῇ βοηθητέον εἶναι τοῖς πράγμασιν ὑμῖν, τῷ τε τὰς πόλεις τοῖς Ὀλυνθίοις σῴζειν καὶ τοὺς τοῦτο ποιήσοντας στρατιώτας ἐκπέμπειν, καὶ τῷ τὴν ἐκείνου χώραν κακῶς ποιεῖν καὶ τριήρεσι καὶ στρατιώταις ἑτέροις·
私は、諸君が二つの方法で事態を救援すべきであると主張する。 すなわち、オリュントス人たちのために彼らの都市を救うこと、そしてそのための兵士を派遣すること。 また、軍船と別の兵士たちによって、彼の領土を荒らすことである。
§18εἰ δὲ θατέρου τούτων ὀλιγωρήσετε, ὀκνῶ μὴ μάταιος ἡμῖν ἡ στρατεία γένηται.
もし諸君がこれらのうちの一方を軽視するなら、我々の遠征は無駄になるのではないかと私は懸念する。
εἴτε γὰρ ὑμῶν τὴν ἐκείνου κακῶς ποιούντων, ὑπομείνας τοῦτʼ Ὄλυνθον παραστήσεται, ῥᾳδίως ἐπὶ τὴν οἰκείαν ἐλθὼν ἀμυνεῖται· εἴτε βοηθησάντων μόνον ὑμῶν εἰς Ὄλυνθον, ἀκινδύνως ὁρῶν ἔχοντα τὰ οἴκοι, προσκαθεδεῖται καὶ προσεδρεύσει τοῖς πράγμασι, περιέσται τῷ χρόνῳ τῶν πολιορκουμένων.
なぜなら、諸君が彼の領土を荒らしていても、彼がこれに耐えてオリュントスを屈服させてしまえば、彼は容易に自国に戻って防御するであろうし、また、諸君がオリュントスにのみ救援を送り、彼が本国の安泰を目の当たりにすれば、そのまま包囲を続け、事態をじっと見守り、やがて時を稼いで被包囲者たちに打ち勝つからである。
δεῖ δὴ πολλὴν καὶ διχῇ τὴν βοήθειαν εἶναι.
したがって、救援は大規模で、かつ二重のものでなければならない。
§19καὶ περὶ μὲν τῆς βοηθείας ταῦτα γιγνώσκω·
そして、救援については私はこのように考える。
περὶ δὲ χρημάτων πόρου, ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, χρήμαθʼ ὑμῖν, ἔστιν ὅσʼ οὐδενὶ τῶν ἄλλων ἀνθρώπων·
資金の調達については、アテナイの諸君、諸君には資金がある。 他の誰よりも多くの資金があるのだ。
ταῦτα δʼ ὑμεῖς οὕτως ὡς βούλεσθε λαμβάνετε.
そしてこれを、諸君は自ら望むような形で受け取っている。
εἰ μὲν οὖν ταῦτα τοῖς στρατευομένοις ἀποδώσετε, οὐδενὸς ὑμῖν προσδεῖ πόρου, εἰ δὲ μή, προσδεῖ, μᾶλλον δʼ ἅπαντος ἐνδεῖ τοῦ πόρου.
もし諸君がこれを従軍する者たちに返還するなら、諸君にはこれ以上の調達の必要はない。 しかし、もしそうしないなら、必要であり、むしろ調達のすべてが不足しているのである。
τί οὖν;
「では、何だと?
ἄν τις εἴποι,
σὺ γράφεις ταῦτʼ εἶναι στρατιωτικά;
」と誰かが言うかもしれない。 「お前はこれを軍事費とする法案を提出するのか。
μὰ Δίʼ οὐκ ἔγωγε.
」ゼウスにかけて、私は断じてそうはしない。
§20ἐγὼ μὲν γὰρ ἡγοῦμαι στρατιώτας δεῖν κατασκευασθῆναι καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα, ὑμεῖς δʼ οὕτω πως ἄνευ πραγμάτων λαμβάνειν εἰς τὰς ἑορτάς.
なぜなら、私は兵士を組織すべきであり、給付を受け取ることと義務を果たすことの間に、単一の同一の制度が存在すべきだと考えているが、諸君は労を伴うことなく祭りのために給付を受け取っているからである。
ἔστι δὴ λοιπόν, οἶμαι, πάντας εἰσφέρειν, ἂν πολλῶν δέῃ, πολλά, ἂν ὀλίγων, ὀλίγα.
したがって、私が思うに、残された道は、多くの資金が必要なら多くを、少なくて済むなら少なく、全員が財産税(エイスフォラ)を納めることである。
δεῖ δὲ χρημάτων, καὶ ἄνευ τούτων οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων.
資金が必要であり、これなしには必要なことは何一つ行われ得ない。
λέγουσι δὲ καὶ ἄλλους τινὰς ἄλλοι πόρους, ὧν ἕλεσθʼ ὅστις ὑμῖν συμφέρειν δοκεῖ·
他の人々は他のいくつかの調達法を提案している。 それらのうち、諸君に益になると思われるものを選びなさい。
καὶ ἕως ἐστὶ καιρός, ἀντιλάβεσθε τῶν πραγμάτων.
そして、好機があるうちに事態に対処しなさい。
§21ἄξιον δʼ ἐνθυμηθῆναι καὶ λογίσασθαι τὰ πράγματʼ ἐν ᾧ καθέστηκε νυνὶ τὰ Φιλίππου.
そして、フィリッポスの状況が現在どのような状態にあるかを熟考し、計算してみる価値がある。
οὔτε γάρ, ὡς δοκεῖ καὶ φήσειέ τις ἂν μὴ σκοπῶν ἀκριβῶς, εὐτρεπῶς οὐδʼ ὡς ἂν κάλλιστʼ αὐτῷ τὰ παρόντʼ ἔχει, οὔτʼ ἂν ἐξήνεγκε τὸν πόλεμόν ποτε τοῦτον ἐκεῖνος, εἰ πολεμεῖν ᾠήθη δεήσειν αὐτόν, ἀλλʼ ὡς ἐπιὼν ἅπαντα τότʼ ἤλπιζε τὰ πράγματʼ ἀναιρήσεσθαι, κᾆτα διέψευσται.
なぜなら、正確に観察しない者がそう思い、かつ主張するかもしれないほどには、彼の現在の状況は整っておらず、最善の状態にあるわけでもないからである。 また、もし彼自身が戦争をせねばならなくなると考えていたなら、そもそもこの戦争を始めることはなかったであろう。 むしろ、攻め込んで当時はすべての事態を一挙に掌握できると期待していたのに、見事に裏切られたのである。
τοῦτο δὴ πρῶτον αὐτὸν ταράττει παρὰ γνώμην γεγονὸς καὶ πολλὴν ἀθυμίαν αὐτῷ παρέχει, εἶτα τὰ τῶν Θετταλῶν.
まさにこのことが、予想に反して起こった最初の出来事として彼を当惑させ、彼に多大な落胆を与えており、さらにテッサリア人たちの状況がそれに続いている。