- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg001.humanitext-grc2:9-14
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
デモステネスは、アテナイが過去の支援機会を放棄したためにフィリッポスの台頭を許したと指摘し、現在のオリュントスの危機を国家の最後の好機と位置づけて、迅速な行動を促す。
καὶ πάλιν ἡνίκα Πύδνα, Ποτείδαια, Μεθώνη, Παγασαί, τἄλλα, ἵνα μὴ καθʼ ἕκαστα λέγων διατρίβω, πολιορκούμενʼ ἀπηγγέλλετο, εἰ τότε τούτων ἑνὶ τῷ πρώτῳ προθύμως καὶ ὡς προσῆκεν ἐβοηθήσαμεν αὐτοί, ῥᾴονι καὶ πολὺ ταπεινοτέρῳ νῦν ἂν ἐχρώμεθα τῷ Φιλίππῳ.1 νῦν δὲ τὸ μὲν παρὸν ἀεὶ προϊέμενοι, τὰ δὲ μέλλοντʼ αὐτόματʼ οἰόμενοι σχήσειν καλῶς, ηὐξήσαμεν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππον ἡμεῖς καὶ κατεστήσαμεν τηλικοῦτον ἡλίκος οὐδείς πω βασιλεὺς γέγονεν Μακεδονίας. νυνὶ δὴ καιρὸς ἥκει τις, οὗτος ὁ τῶν Ὀλυνθίων, αὐτόματος τῇ πόλει, ὃς οὐδενός ἐστιν ἐλάττων τῶν προτέρων ἐκείνων.
そしてまた、ピュドナ、ポテイダイア、メトネ、パガサイ、その他が――個々に挙げて時間を費やさないように言えば――包囲されていると報告された時、もし当時、我々自身がこれらのうちの最初のものだけでも、熱意を抱き、ふさわしい仕方で救援していたならば、現在、より扱いやすく、はるかに腰の低いフィリッポスに対処していただろうに。だが実際には、現在の機会を常に手放し、未来のことは自然とうまくいくだろうと考えていたため、アテナイの諸君、我々自身がフィリッポスを強大にし、かつてマケドニアの王の誰もが達したことのないほどの地位に彼を据えてしまったのだ。そして今、オリュントス人たちのそれという、国家にとって自然に訪れた好機がやって来た。これは、かつての上記のいかなる機会にも劣らないものである。
καὶ ἔμοιγε δοκεῖ τις ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιος λογιστὴς τῶν παρὰ τῶν θεῶν ἡμῖν ὑπηργμένων καταστάς, καίπερ οὐκ ἐχόντων ὡς δεῖ πολλῶν, ὅμως μεγάλην ἂν ἔχειν αὐτοῖς χάριν,2 εἰκότως· τὸ μὲν γὰρ πόλλʼ ἀπολωλεκέναι κατὰ τὸν πόλεμον τῆς ἡμετέρας ἀμελείας ἄν τις θείη δικαίως, τὸ δὲ μήτε πάλαι τοῦτο πεπονθέναι πεφηνέναι τέ τινʼ ἡμῖν συμμαχίαν τούτων ἀντίρροπον, ἂν βουλώμεθα χρῆσθαι, τῆς παρʼ ἐκείνων εὐνοίας εὐεργέτημʼ ἂν ἔγωγε θείην.
そして、アテナイの諸君、私には、神々から我々に与えられた恵みの公正な計算人となる者が現れるなら、多くのことが望ましい状態にないにもかかわらず、それでも神々に大いに感謝するのが当然であると思われる。というのも、戦争において多くのものを失ったことは、我々の怠慢のせいにされるのが当然であるのに対し、そのような被害をずっと昔に被ったわけではなく、もし我々がそれを利用しようとするならば、これらに対抗できる同盟が我々の前に現れたということは、私はそれを神々の側からの好意による恵みとみなすからである。
ἀλλʼ, οἶμαι, παρόμοιόν ἐστιν ὅπερ καὶ περὶ τῆς τῶν χρημάτων κτήσεως· ἂν μὲν γάρ, ὅσʼ ἄν τις λάβῃ, καὶ σῴσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν, ἂν δʼ ἀναλώσας λάθῃ, συνανήλωσε καὶ τὸ μεμνῆσθαι.3 καὶ περὶ τῶν πραγμάτων οὕτως οἱ μὴ χρησάμενοι τοῖς καιροῖς ὀρθῶς, οὐδʼ εἰ συνέβη τι παρὰ τῶν θεῶν χρηστὸν μνημονεύουσι· πρὸς γὰρ τὸ τελευταῖον ἐκβὰν ἕκαστον τῶν πρὶν ὑπαρξάντων κρίνεται. διὸ καὶ σφόδρα δεῖ τῶν λοιπῶν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, φροντίσαι, ἵνα ταῦτʼ ἐπανορθωσάμενοι τὴν ἐπὶ τοῖς πεπραγμένοις ἀδοξίαν ἀποτριψώμεθα.
だが、私が思うに、それは財産の獲得についても同様である。なぜなら、手に入れたものをすべて保持し続けるなら、運命に対して大いに感謝するが、使い果たしていつの間にか失ってしまえば、覚えていることも一緒に失ってしまうからである。事態に関しても同様であり、好機を正しく利用しなかった人々は、神々から何か良いことが与えられたとしても、それを記憶にとどめない。なぜなら、以前に存在した事柄のそれぞれは、最終的な結果に照らして判断されるからである。それゆえ、アテナイの諸君、諸君はこれからのことを強く心にかけねばならない。それは、これらを正すことによって、これまでの行いに対する悪名を拭い去るためである。
εἰ δὲ προησόμεθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τούτους τοὺς ἀνθρώπους, εἶτʼ Ὄλυνθον ἐκεῖνος καταστρέψεται, φρασάτω τις ἐμοὶ τί τὸ κωλῦον ἔτʼ αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται. ἆρα λογίζεταί τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θεωρεῖ τὸν τρόπον διʼ ὃν μέγας γέγονεν ἀσθενὴς ὢν τὸ κατʼ ἀρχὰς Φίλιππος; τὸ πρῶτον Ἀμφίπολιν λαβών, μετὰ ταῦτα Πύδναν, πάλιν Ποτείδαιαν, Μεθώνην αὖθις, εἶτα Θετταλίας ἐπέβη·
アテナイの諸君、もし我々がこれらの人々をも見捨てるなら、そしてその後彼がオリュントスを征服するなら、彼が望むところへ進軍するのを防ぐものがこれ以上何があるか、誰か私に言ってほしい。アテナイの諸君、諸君のうち誰か、最初は弱小であったフィリッポスが、いかなる方法によって強大になったかを考え、観察している者はいるだろうか。まずアンフィポリスを奪い、その次にピュドナを、再びポテイダイアを、さらにメトネを、その後にテッサリアに足を踏み入れた。
μετὰ ταῦτα Φεράς, Παγασάς, Μαγνησίαν, πάνθʼ ὃν ἐβούλετʼ εὐτρεπίσας τρόπον ᾤχετʼ εἰς Θρᾴκην·4 εἶτʼ ἐκεῖ τοὺς μὲν ἐκβαλὼν τοὺς δὲ καταστήσας τῶν βασιλέων ἠσθένησε· πάλιν ῥᾴσας οὐκ ἐπὶ τὸ ῥᾳθυμεῖν ἀπέκλινεν, ἀλλʼ εὐθὺς Ὀλυνθίοις ἐπεχείρησεν. τὰς δʼ ἐπʼ Ἰλλυριοὺς καὶ Παίονας αὐτοῦ καὶ πρὸς Ἀρύββαν καὶ ὅποι τις ἂν εἴποι παραλείπω στρατείας.
その後にフェライ、パガサイ、マグネシアを、自らの望むままの方法で手なずけ、トラキアへと去って行った。それからそこで、ある王たちを追放し、他の王たちを擁立した後に、病に倒れた。再び快復すると、怠惰に流れることなく、直ちにオリュントス人たちへの攻撃に着手した。イリュリア人やパイオニア人、あるいはアリュッバスに対する彼の遠征、その他誰でも挙げうるような遠征については、私は省略する。
τί οὖν, ἄν τις εἴποι, ταῦτα λέγεις ἡμῖν νῦν; ἵνα γνῶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ αἴσθησθʼ ἀμφότερα, καὶ τὸ προΐεσθαι καθʼ ἕκαστον ἀεί τι τῶν πραγμάτων ὡς ἀλυσιτελές, καὶ τὴν φιλοπραγμοσύνην5 ᾗ χρῆται καὶ συζῇ Φίλιππος, ὑφʼ ἧς οὐκ ἔστιν ὅπως ἀγαπήσας τοῖς πεπραγμένοις ἡσυχίαν σχήσει. εἰ δʼ ὁ μὲν ὡς ἀεί τι μεῖζον τῶν ὑπαρχόντων δεῖ πράττειν ἐγνωκὼς ἔσται, ἡμεῖς δʼ ὡς οὐδενὸς ἀντιληπτέον ἐρρωμένως τῶν πραγμάτων, σκοπεῖσθʼ εἰς τί ποτʼ ἐλπὶς ταῦτα τελευτῆσαι.
「では、なぜお前は今これらのことを我々に語るのか」と誰かが言うかもしれない。アテナイの諸君、それは諸君が次の二つのことを知り、また感付くためである。すなわち、事態の一つ一つを常に放棄していくことがいかに不利益であるかということ、そしてフィリッポスが従い、それと共に生きているあの多事奔走の精神であり、それのせいで、彼がこれまでの成果に甘んじて平穏を保つことなどあり得ないということである。もし彼が、常に現在の状態より大きな何かを成し遂げねばならないと決意しているのに対し、我々が、いかなる事態にも力強く対処しようとしないままでいるならば、これらが一体どこに行き着く見込みがあるか、よく考えてほしい。
- 9εἰ τότε τούτων ἑνὶ τῷ πρώτῳ προθύμως καὶ ὡς προσῆκεν ἐβοηθήσαμεν αὐτοί, ῥᾴονι καὶ πολὺ ταπεινοτέρῳ νῦν ἂν ἐχρώμεθα τῷ Φιλίππῳ
過去における反事実の仮定(εἰ + 直説法過去 ἐβοηθήσαμεν)から、現在における反事実の帰結(直説法過去 ἂν ἐχρώμεθα + νῦν)を導く混合的な反実仮想文。「もし(過去に)救援していたならば、現在(より扱いやすいフィリッポスに)対処していただろうに」という論理構造を示す。
- 10ἔμοιγε δοκεῖ τις ἄν ... ὅμως μεγάλην ἂν ἔχειν αὐτοῖς χάριν
最初の ἄν は、不定詞句内(ἔχειν)に位置する帰結の ἄν が、不定詞句の主語である τις の直後に先取り(prolepsis)されて配置されたものである。全体として δοκεῖ + 不定詞(ἔχειν + ἄν = 希求法 + ἄν)の構文を形成しており、「(もし〜なら)〜するであろうと思われる」という意味になる。
- 11ἂν δʼ ἀναλώσας λάθῃ, συνανήλωσε καὶ τὸ μεμνῆσθαι
1) 条件節の ἂν ... λάθῃ は 接続法過去 λανθάνω に分詞 ἀναλώσας が付随し、「気づかないうちに使い果たす」という慣用表現。2) 帰結節の συνανήλωσε は直説法アオリストで、一般論や真理を述べる「格言的アオリスト(gnomic aorist)」であり、現在時制のように訳される。
- 13πάνθʼ ὃν ἐβούλετʼ εὐτρεπίσας τρόπον ᾤχετʼ εἰς Θρᾴκην
先行詞 τρόπον が関係節 ὃν ἐβούλετο 内に引き込まれた(attraction)構造。本来は πάντα εὐτρεπίσας τρόπον ὃν ἐβούλετο「自分が望んだ方法で(それら)すべてを従属させた」の意味。ᾤχετο εἰς Θρᾴκην は「トラキアへ去って行った」という移動を表す。
- 14ἵνα γνῶτʼ ... καὶ τὸ προΐεσθαι ... ὡς ἀλυσιτελές, καὶ τὴν φιλοπραγμοσύνην
目的節 ἵνα 節内の動詞 γνῶτε および αἴσθησθε は、2つの異なる構造の目的語を取る。第一は τὸ προΐεσθαι を先取り目的語(prolepsis)とし ὡς ἀλυσιτελές(ἐστιν 省略)を従える名詞節(「~がいかに不利益であるかということ」)、第二は対格名詞 τὴν φιλοπραγμοσύνην(「多事奔走の精神」)であり、構造の異なる名詞句が καί... καί... で並列されている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 2 件
