Humanitext Reader

狄摩西尼 · 第一奥林匹亚演说 §9-14

雅典过去的懈怠与腓力的崛起及眼下良机

第 2 段,共 4 段 · 希腊语

内容简介

德摩斯梯尼指出,雅典过去一再放弃援助时机,导致了腓力的壮大,他敦促公民必须吸取教训,将当前奥林索斯的危机视为不可错过的最后良机。

§9καὶ πάλιν ἡνίκα Πύδνα, Ποτείδαια, Μεθώνη, Παγασαί, τἄλλα, ἵνα μὴ καθʼ ἕκαστα λέγων διατρίβω, πολιορκούμενʼ ἀπηγγέλλετο, εἰ τότε τούτων ἑνὶ τῷ πρώτῳ προθύμως καὶ ὡς προσῆκεν ἐβοηθήσαμεν αὐτοί, ῥᾴονι καὶ πολὺ ταπεινοτέρῳ νῦν ἂν ἐχρώμεθα τῷ Φιλίππῳ.
同样,当皮德纳、波提狄亚、美索尼、巴加塞以及其他地方——免得我一一列举耽误时间——传来被围困的消息时,如果我们当时自己能够积极地、以合乎情理的方式对其中哪怕第一个进行援助,我们现在所面对的就会是一个容易对付得多、并且谦卑得多的腓力。
νῦν δὲ τὸ μὲν παρὸν ἀεὶ προϊέμενοι, τὰ δὲ μέλλοντʼ αὐτόματʼ οἰόμενοι σχήσειν καλῶς, ηὐξήσαμεν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππον ἡμεῖς καὶ κατεστήσαμεν τηλικοῦτον ἡλίκος οὐδείς πω βασιλεὺς γέγονεν Μακεδονίας.
然而在目前,由于我们总是放弃眼前的机会,并认为未来自然会变好,雅典的男子汉们,正是我们自己增强了腓力的力量,并使他达到了以往任何一位马其顿国王都未曾达到过的强盛地位。
νυνὶ δὴ καιρὸς ἥκει τις, οὗτος ὁ τῶν Ὀλυνθίων, αὐτόματος τῇ πόλει, ὃς οὐδενός ἐστιν ἐλάττων τῶν προτέρων ἐκείνων.
而现在,一个机会已经降临,这就是奥林索斯人的机会,它自然而然地呈现在国家面前,不亚于以前的任何一个机会。
§10καὶ ἔμοιγε δοκεῖ τις ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιος λογιστὴς τῶν παρὰ τῶν θεῶν ἡμῖν ὑπηργμένων καταστάς, καίπερ οὐκ ἐχόντων ὡς δεῖ πολλῶν, ὅμως μεγάλην ἂν ἔχειν αὐτοῖς χάριν, εἰκότως·
雅典的男子汉们,在我看来,如果有人站出来充当神明赋予我们恩惠的公正结算人,尽管许多事情并不如意,他仍然会合理地对他们怀有巨大的感激。
τὸ μὲν γὰρ πόλλʼ ἀπολωλεκέναι κατὰ τὸν πόλεμον τῆς ἡμετέρας ἀμελείας ἄν τις θείη δικαίως, τὸ δὲ μήτε πάλαι τοῦτο πεπονθέναι πεφηνέναι τέ τινʼ ἡμῖν συμμαχίαν τούτων ἀντίρροπον, ἂν βουλώμεθα χρῆσθαι, τῆς παρʼ ἐκείνων εὐνοίας εὐεργέτημʼ ἂν ἔγωγε θείην.
因为,如果说在战争中失去许多东西可以合理地归咎于我们的懈怠,那么,我们没有在很久以前就遭受这种结局,并且在我们面前出现了一个足以抗衡这些损失的同盟——只要我们愿意利用它——我个人会将其视为神明好意的恩惠。
§11ἀλλʼ, οἶμαι, παρόμοιόν ἐστιν ὅπερ καὶ περὶ τῆς τῶν χρημάτων κτήσεως·
但是,我认为,这与获取财富的情形非常相似。
ἂν μὲν γάρ, ὅσʼ ἄν τις λάβῃ, καὶ σῴσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν, ἂν δʼ ἀναλώσας λάθῃ, συνανήλωσε καὶ τὸ μεμνῆσθαι.
因为如果一个人能够保住他所获得的一切,他就会对命运充满感激;但如果他在不知不觉中挥霍了财富,他也一同挥霍掉了对此的记忆。
καὶ περὶ τῶν πραγμάτων οὕτως οἱ μὴ χρησάμενοι τοῖς καιροῖς ὀρθῶς, οὐδʼ εἰ συνέβη τι παρὰ τῶν θεῶν χρηστὸν μνημονεύουσι·
在国家事务中也是如此,那些没有正确利用时机的人,甚至不记得神明曾经赐予过他们什么好事。
πρὸς γὰρ τὸ τελευταῖον ἐκβὰν ἕκαστον τῶν πρὶν ὑπαρξάντων κρίνεται.
因为过去拥有的每一件事,都是根据最终的结果来评判的。
διὸ καὶ σφόδρα δεῖ τῶν λοιπῶν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, φροντίσαι, ἵνα ταῦτʼ ἐπανορθωσάμενοι τὴν ἐπὶ τοῖς πεπραγμένοις ἀδοξίαν ἀποτριψώμεθα.
因此,雅典的男子汉们,你们必须极力关注接下来的事务,以便通过纠正这些问题,来洗刷我们在过去行为中所留下的恶名。
§12εἰ δὲ προησόμεθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τούτους τοὺς ἀνθρώπους, εἶτʼ Ὄλυνθον ἐκεῖνος καταστρέψεται, φρασάτω τις ἐμοὶ τί τὸ κωλῦον ἔτʼ αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται.
雅典的男子汉们,如果我们也放弃这些人,然后他征服了奥林索斯,谁能告诉我,还有什么能阻止他前往他想去的任何地方?
ἆρα λογίζεταί τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θεωρεῖ τὸν τρόπον διʼ ὃν μέγας γέγονεν ἀσθενὴς ὢν τὸ κατʼ ἀρχὰς Φίλιππος;
雅典的男子汉们,你们中是否有人计算并观察过,起初弱小的腓力是通过何种方式变得强大的?
τὸ πρῶτον Ἀμφίπολιν λαβών, μετὰ ταῦτα Πύδναν, πάλιν Ποτείδαιαν, Μεθώνην αὖθις, εἶτα Θετταλίας ἐπέβη·
首先他占领了安菲波利斯,此后是皮德纳,再次是波提狄亚,接着是美索尼,然后他踏入了帖撒利亚。
§13μετὰ ταῦτα Φεράς, Παγασάς, Μαγνησίαν, πάνθʼ ὃν ἐβούλετʼ εὐτρεπίσας τρόπον ᾤχετʼ εἰς Θρᾴκην·
在这之后,他以自己想要的任何方式平定了费莱、巴加塞和马格尼西亚,随后前往色雷斯。
εἶτʼ ἐκεῖ τοὺς μὲν ἐκβαλὼν τοὺς δὲ καταστήσας τῶν βασιλέων ἠσθένησε·
在那里,他驱逐了一些国王并扶植了另一些国王,之后便病倒了。
πάλιν ῥᾴσας οὐκ ἐπὶ τὸ ῥᾳθυμεῖν ἀπέκλινεν, ἀλλʼ εὐθὺς Ὀλυνθίοις ἐπεχείρησεν.
当他康复后,他并没有沉溺于安逸,而是立刻对奥林索斯人发起了进攻。
τὰς δʼ ἐπʼ Ἰλλυριοὺς καὶ Παίονας αὐτοῦ καὶ πρὸς Ἀρύββαν καὶ ὅποι τις ἂν εἴποι παραλείπω στρατείας.
至于他针对伊利里亚人、派奥尼亚人、阿留巴斯以及任何其他人可以提及的远征,我都予以略过。
§14τί οὖν, ἄν τις εἴποι, ταῦτα λέγεις ἡμῖν νῦν;
“那么,”有人可能会说,“你现在为什么对我们说这些?
ἵνα γνῶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ αἴσθησθʼ ἀμφότερα, καὶ τὸ προΐεσθαι καθʼ ἕκαστον ἀεί τι τῶν πραγμάτων ὡς ἀλυσιτελές, καὶ τὴν φιλοπραγμοσύνην ᾗ χρῆται καὶ συζῇ Φίλιππος, ὑφʼ ἧς οὐκ ἔστιν ὅπως ἀγαπήσας τοῖς πεπραγμένοις ἡσυχίαν σχήσει.
”雅典的男子汉们,为了让你们明白并察觉这两点:一方面,总是逐一放弃国家事务是多么无益;另一方面,腓力生活和活动于其中的那股多事奔走的热忱,使得他绝不可能满足于已有的成就而保持安宁。
εἰ δʼ ὁ μὲν ὡς ἀεί τι μεῖζον τῶν ὑπαρχόντων δεῖ πράττειν ἐγνωκὼς ἔσται, ἡμεῖς δʼ ὡς οὐδενὸς ἀντιληπτέον ἐρρωμένως τῶν πραγμάτων, σκοπεῖσθʼ εἰς τί ποτʼ ἐλπὶς ταῦτα τελευτῆσαι.
如果他已经下定决心,必须总是完成比现有成就更伟大的事业,而我们却下定决心,绝不强有力地着手处理任何事务,那么请考虑一下,这一切到底有什么指望能有个好结果。

词汇与语法注释

  1. §9εἰ τότε τούτων ἑνὶ τῷ πρώτῳ προθύμως καὶ ὡς προσῆκεν ἐβοηθήσαμεν αὐτοί, ῥᾴονι καὶ πολὺ ταπεινοτέρῳ νῦν ἂν ἐχρώμεθα τῷ Φιλίππῳ — 混合虚拟条件句,其中过去的违背事实假设(εἰ + 直说语气过去时 ἐβοηθήσαμεν)导出了现在的违背事实结果(直说语气过去时带有 ἄν,即 ἂν ἐχρώμεθα + νῦν)。其逻辑结构为“如果(过去)我们援助了,我们现在就会面对一个……”。
  2. §10ἔμοιγε δοκεῖ τις ἄν ... ὅμως μεγάλην ἂν ἔχειν αὐτοῖς χάριν — 第一个 ἄν 是不定式句中(ἔχειν)潜在 ἄν 的先置表现(prolepsis),被直接放在不定式句主语 τις 之后。整体结构为 δοκεῖ + 带有 ἄν 的不定式(相当于带有 ἄν 的祈愿语气),表示“(如果……的话)似乎某人会感到……”。
  3. §11ἂν δʼ ἀναλώσας λάθῃ, συνανήλωσε καὶ τὸ μεμνῆσθαι — 1) 条件从句中的 ἂν ... λάθῃ 由 λανθάνω 的过去时虚拟语气与分词 ἀναλώσας 构成,表示“在不知不觉中挥霍”的惯用表达。2) 结果从句中的 συνανήλωσε 是直说语气不定过去时,属于表述一般真理的“格言性不定过去时(gnomic aorist)”,翻译时作现在时处理。
  4. §13πάνθʼ ὃν ἐβούλετʼ εὐτρεπίσας τρόπον ᾤχετʼ εἰς Θρᾴκην — 先行词 τρόπον 被吸引到关系从句 ὃν ἐβούλετο 中。其本源结构为 εὐτρεπίσας πάντα τρόπον, ὃν ἐβούλετο,意为“以他所希望的任何方式平定了一切”。ᾤχετο εἰς Θρᾴκην 表达移动:“他前往色雷斯去了”。
  5. §14ἵνα γνῶτʼ ... καὶ τὸ προΐεσθαι ... ὡς ἀλυσιτελές, καὶ τὴν φιλοπραγμοσύνην — 目的从句 ἵνα 中的动词 γνῶτε 和 αἴσθησθε 支配了两个不同结构的宾语:第一,以冠词不定式 τὸ προΐεσθαι 为宾格主语、ὡς ἀλυσιτελές 为表语的间接陈述句(“总是放弃……是无益的”);第二,宾格名词短语 τὴν φιλοπραγμοσύνην(“多事奔走的热忱”),两者由 καί... καί... 并列连接。

引用这一段

狄摩西尼, 第一奥林匹亚演说 §9-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg001.humanitext-grc2:9-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。