§48φημὶ δὲ χρῆναι πράττειν ἕκαστον ὑμῶν, ἐφʼ οἷς ἐφέστηκεν, ἐπιμελῶς καὶ δικαίως·
私は、あなた方のそれぞれが、自分が委ねられている任務を、入念に、かつ公正に行うべきであると主張する。
καθʼ ὁπότερον γὰρ ἂν ἐλλείπητε τούτων, ἀνάγκη κακῶς σχεῖν ταύτῃ τὰς πράξεις.
というのも、あなた方がこれら二つのどちらにおいて欠けることがあっても、その点において物事が悪くなることは不可避だからである。
μηδενὸς ὀλιγωρεῖτε μηδὲ καταφρονεῖτε τῶν προστεταγμένων, ὑπολαμβάνοντες ὡς οὐ παρὰ τοῦτʼ ἐστίν, ἀλλʼ ὡς παρʼ ἕκαστον τῶν μερῶν ἢ καλῶς ἢ κακῶς τὸ σύμπαν ἕξον, §49οὕτω σπουδάζετε περὶ αὐτῶν.
命じられた仕事のどれ一つとして軽視したり見下したりしてはならない。 それはこれ一つによってどうということはないなどと考えてではなく、むしろ、部分のそれぞれの良し悪しに応じて全体が良くも悪くもなるのだと考えて、そのようにそれらについて熱意を注ぎなさい。
κήδεσθε μηδὲν ἧττον τῶν ἐμῶν ἢ τῶν ὑμετέρων αὐτῶν, καὶ μὴ νομίζετε μικρὸν ἀγαθὸν εἶναι τὰς τιμὰς ἃς ἔχουσιν οἱ καλῶς τῶν ἡμετέρων ἐπιστατοῦντες.
私の事柄を、あなた方自身の事柄に少しも劣らず気遣いなさい。 そして、私たちの事柄を立派に管理する人々が得る名誉が、小さな恩恵であると考えてはならない。
ἀπέχεσθε τῶν ἀλλοτρίων, ἵνʼ ἀσφαλέστερον τοὺς οἴκους τοὺς ὑμετέρους αὐτῶν κεκτῆσθε.
他人の財産から遠ざかりなさい。 それは、あなた方が自分自身の家をより安全に所有するためである。
τοιούτους εἶναι χρὴ περὶ τοὺς ἄλλους, οἷόν περ ἐμὲ περὶ ὑμᾶς ἀξιοῦτε γίγνεσθαι.
あなた方は、私に対して望むような人物に私がなることを求めるように、他者に対してそのような人物であるべきである。
§50μὴ σπεύδετε πλουτεῖν μᾶλλον ἢ χρηστοὶ δοκεῖν εἶναι, γιγνώσκοντες ὅτι καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων οἱ μεγίστας ἐπʼ ἀρετῇ δόξας ἔχοντες πλείστων ἀγαθῶν δεσπόται καθίστανται.
良い人物であると思われることよりも、富むことを急いではならない。 ギリシア人の中でもバルバロイの中でも、徳において最大の評判を得ている者たちが、最も多くの善いものの主人となるのだということをわきまえて。
τοὺς χρηματισμοὺς τοὺς παρὰ τὸ δίκαιον γιγνομένους ἡγεῖσθε μὴ πλοῦτον ἀλλὰ κίνδυνον ποιήσειν.
正義に反してなされる蓄財は、富ではなく危険をもたらすであろうと考えなさい。
μὴ τὸ μὲν λαβεῖν κέρδος εἶναι νομίζετε, τὸ δʼ ἀναλῶσαι ζημίαν·
得ることを利益、費やすことを損失であると考えてはならない。
οὐδέτερον γὰρ τούτων ἀεὶ τὴν αὐτὴν ἔχει δύναμιν, ἀλλʼ ὁπότερον ἂν ἐν καιρῷ καὶ μετʼ ἀρετῆς γίγνηται, τοῦτʼ ὠφελεῖ τοὺς ποιοῦντας.
というのも、これらのどちらも常に同じ価値を持つわけではなく、むしろ、適時に、かつ徳を伴って行われる方が、それを行う人々を利するからである。
§51μηδὲ πρὸς ἓν χαλεπῶς ἔχετε τῶν ὑπʼ ἐμοῦ προσταττομένων·
私が命じる事柄のどれ一つに対しても不満を抱いてはならない。
ὅσοι γὰρ ἂν ὑμῶν περὶ πλεῖστα τῶν ἐμῶν χρησίμους αὑτοὺς παράσχωσιν, οὗτοι πλεῖστα τοὺς οἴκους τοὺς αὑτῶν ὠφελήσουσιν.
というのも、あなた方のうち、私の事柄の最も多くのことに関して自分自身を有用な者として示す人々は、その人々自身の家を最も多く利することになるからである。
ὅ τι ἂν ὑμῶν ἕκαστος αὐτὸς αὑτῷ τύχῃ συνειδώς, ἡγείσθω μηδʼ ἐμὲ λήσειν, ἀλλʼ ἐὰν καὶ τὸ σῶμα μὴ παρῇ, τὴν διάνοιαν τὴν ἐμὴν οἰέσθω τοῖς γιγνομένοις παρεστάναι·
あなた方のそれぞれが、自分自身の心の中で自覚していることが何であれ、それが私から隠れおおせると思ってはならない。 むしろ、たとえ私の身体がその場にいなくても、私の心が、なされている事柄に立ち会っていると考えなさい。
ταύτην γὰρ τὴν γνώμην ἔχοντες, σωφρονέστερον βουλεύσεσθε περὶ ἁπάντων.
この考えを持っているならば、あなた方はすべてのことについてより分別を持って決断するであろう。
§52μηδὲν ἀποκρύπτεσθε μήθʼ ὧν κέκτησθε μήθʼ ὧν ποιεῖτε μήθʼ ὧν μέλλετε πράττειν, εἰδότες ὅτι περὶ τὰ κεκρυμμένα τῶν πραγμάτων ἀναγκαῖόν ἐστι πολλοὺς φόβους γίγνεσθαι.
所有しているものも、行っていることも、行おうとしていることも、何一つ隠してはならない。 隠された事柄の周りには多くの恐怖が生じることが不可避であるということをわきまえて。
μὴ τεχνικῶς ζητεῖτε πολιτεύεσθαι μηδʼ ἀφανῶς, ἀλλʼ οὕτως ἁπλῶς καὶ φανερῶς ὥστε μηδʼ ἄν τις βούληται ῥᾴδιον ὑμᾶς εἶναι διαβαλεῖν.
ずる賢く、あるいは不透明に国政に関わろうとしてはならず、むしろ、たとえ誰かが望んだとしても、あなた方を中傷することが容易ではないほどに、極めて単純に、かつ公明正大に行いなさい。
δοκιμάζετε τὰς πράξεις, καὶ νομίζετε πονηρὰς μὲν ἃς πράττοντες λανθάνειν ἐμὲ βούλεσθε, χρηστὰς δὲ περὶ ὧν ἐγὼ μέλλω πυθόμενος βελτίους ὑμᾶς νομιεῖν.
自分の行いを吟味しなさい。 そして、それを行う際、私に知られまいと望むような行いは悪いものと考え、私が知ったときに、あなた方をより優れているとみなすであろうような行いを、良いものと考えなさい。
§53μὴ κατασιωπᾶτε, ἄν τινας ὁρᾶτε περὶ τὴν ἀρχὴν τὴν ἐμὴν πονηροὺς ὄντας, ἀλλʼ ἐξελέγχετε, καὶ νομίζετε τῆς αὐτῆς ζημίας ἀξίους εἶναι τοὺς συγκρύπτοντας τοῖς ἁμαρτάνουσιν.
私の支配に関して悪事を働いている者を誰か見かけたら、黙っていてはならない。 むしろそれを暴きなさい。 そして、悪事を隠蔽する者は、過ちを犯す者と同じ罰に値すると考えなさい。
εὐτυχεῖν νομίζετε μὴ τοὺς λανθάνοντας, ἐάν τι κακὸν ποιήσωσιν, ἀλλὰ τοὺς μηδὲν ἐξαμαρτάνοντας·
幸運であるのは、何か悪いことをしたときに知られずに済む者たちではなく、何一つ過ちを犯さない者たちであると考えなさい。
τοὺς μὲν γὰρ εἰκὸς τοιαῦτα παθεῖν, οἷά περ αὐτοὶ ποιοῦσι, τοὺς δὲ χάριν ἀπολαβεῖν, ἧς ἄξιοι τυγχάνουσιν ὄντες.
というのも、前者の人々は、自分たちがなすのと同じようなことを被るのが自然であり、後者の人々は、受けるに値する感謝を受け取るのが当然だからである。
§54ἑταιρείας μὴ ποιεῖσθε μηδὲ συνόδους ἄνευ τῆς ἐμῆς γνώμης·
私の意向なしに、結社を作ったり集会を行ったりしてはならない。
αἱ γὰρ τοιαῦται συστάσεις ἐν μὲν ταῖς ἄλλαις πολιτείαις πλεονεκτοῦσιν, ἐν δὲ ταῖς μοναρχίαις κινδυνεύουσιν.
なぜなら、そのような結社は、他の政体においては有利に働くが、君主制においては危険をもたらすからである。
μὴ μόνον ἀπέχεσθε τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ τῶν ἐπιτηδευμάτων τῶν τοιούτων ἐν οἷς ἀναγκαῖόν ἐστιν ὑποψίαν ἐγγίγνεσθαι.
ただ単に過ちから遠ざかるだけでなく、疑念が生じることが不可避であるような、そのような種類の営みからも遠ざかりなさい。
τὴν ἐμὴν φιλίαν ἀσφαλεστάτην καὶ βεβαιοτάτην εἶναι νομίζετε.
私の好意こそが、最も安全で最も確固たるものであると考えなさい。
διαφυλάττετε τὴν παροῦσαν κατάστασιν,
現在の体制を維持し、いかなる体制の変革をも望んではならない。
§55καὶ μηδεμιᾶς ἐπιθυμεῖτε μεταβολῆς, εἰδότες ὅτι διὰ τὰς ταραχὰς ἀναγκαῖόν ἐστι καὶ τὰς πόλεις ἀπόλλυσθαι καὶ τοὺς οἴκους τοὺς ἰδίους ἀναστάτους γίγνεσθαι.
混乱によって、都市が滅びることも、私的な家庭が破壊されることも不可避であるということをわきまえて。
μὴ μόνον τὰς φύσεις αἰτίας νομίζετε τοῦ χαλεποὺς ἢ πράους εἶναι τοὺς τυράννους, ἀλλὰ καὶ τὸν τρόπον τὸν τῶν πολιτῶν·
君主たちが過酷であったり温厚であったりすることの原因を、彼らの天性だけに帰してはならず、市民たちのあり方にも帰しなさい。
πολλοὶ γὰρ ἤδη διὰ τὴν τῶν ἀρχομένων κακίαν τραχύτερον ἢ κατὰ τὴν αὑτῶν γνώμην ἄρχειν ἠναγκάσθησαν.
なぜなら、多くの君主がすでに、被支配者たちの邪悪さのゆえに、自分自身の本意より厳しく支配することを強いられたからである。